Orationes 48
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
καὶ Νεῖλον ἂν δοίην εἶναι διιπετῆ καὶ ἔργον ἐκείνου, ἐπεὶ καὶ πατέρα αὐτὸν ἀνδρῶν τε θεῶν τε καλοῦμεν Ὁμήρου καὶ τοῦτο τὸ ῥῆμα φθεγγομένου, καίτοι τῶν θεῶν, ἀλλʼ οὐ πάντων πατὴρ αὐτῶν τῶν θεῶν ἐστι κατʼ αὐτοὺς τοὺς ποιητὰς, καὶ οὐ δή που βιάσαιτʼ ἄν τις καὶ τὸν Ποσειδῶ τούτου χάριν υἱὸν εἶναι Διὸς καὶ τὴν Ἥραν θυγατέρα, καὶ ταῦτα Ὁμήρῳ δοκεῖν· αὐτὸς γὰρ Ὅμηρος οὐχ οὕτω νομίζων δείκνυσιν. καὶ μὴν εἴ γε πατὴρ ἀνδρῶν τε θεῶν τέ ἐστιν ὁ Ζεὺς, καὶ ποταμῶν ἂν εἴη καὶ τῶν γιγνομένων ἐν τῷδε τῷ παντὶ, πρέπων γʼ ἐστὶ καὶ Νείλου κεκλῆσθαι πατὴρ οὐχ ἧττον ἢ Ξάνθου τοῦ Τρωικοῦ. οὕτω μὲν δὴ καὶ Νεῖλον φήσαιμʼ ἂν ὅπερ εἶπον, εἶναι Διὸς ἔργον τε καὶ παῖδα. εἰ δʼ ὡς περὶ Σκαμάνδρου καὶ τούτου ἢ Ὅμηρος ἤ τις ἄλλος ποιήσεται τοὺς λόγους, ἢ Σιμοῦντος, ἢ Γρανίκου, συγγνώμην ἂν ἡμῖν ἔχοι, εἰ μᾶλλον ἂν αὐτὸν φαῖμεν τῶν ἐν Τροίᾳ γιγνώσκειν ἢ τῶν κατʼ Αἴγυπτον· ἐπεὶ καὶ Φάρον ἐν τοῖς ἔπεσιν εἴρηκεν Ὅμηρος διαρρήδην
ἡμερήσιον πλοῦν ἀπέχειν Αἰγύπτου, καὶ ὥσπερ οὐκ ἀρκοῦν, ἀλλὰ προσεπισφραγιζόμενος τὸ τῆς ἐξουσίας προσέθηκεν, Ἧι λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν, τῇ νηὶ δὴ λέγων τῇ πλεούσῃ. καίτοι τῆς μὲν ἠπείρου ἀπέχει Φάρος ἑπτὰ μάλιστα σταδίους, αὐτὴ δʼ ἐστὶν ὡσπερεὶ μεθόριον Λιβύων καὶ Αἰγυπτίων. εἰ δὲ τοσοῦτον ναῦς πανημερία θεῖ, καὶ εἰ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν, ἐγὼ μὲν οὐκ ἔχω πιστεῦσαι· καίτοι φασί τινες τῶν ὑπὲρ τῶν ἄλλων ῥᾳδίως ἀπολογουμένων ὅτι ἀπεῖχεν, ὡς ἔοικεν, ἡ Φάρος τότε τῆς Αἰγύπτου πολὺ, νῦν δʼ ὁ ποταμὸς συντέτμηκε προσχῶν ἀεί. καὶ τοῦτʼ οὖν ἔχει νῦν οὕτω κἀκεῖνα, φασὶν, ὀρθῶς Ὅμηρος εἴρηκε. τούτοις δὲ ἤδη σαφῶς Ὅμηρος αὐτὸς ἀντιλέγει. πῶς; ὅτι οἶδε καὶ αὐτός που τὸν Μενελάου σὺν Ἑλένῃ πλοῦν εἰς Αἴγυπτον. ὁ τοίνυν Κάνωβος ὄνομά ἐστι Μενελάου κυβερνήτου, ὡς Ἑκαταῖός τε δή φησιν ὁ λογοποιὸς καὶ τὸ κοινὸν τῆς φήμης, οὗ τελευτήσαντος περὶ τὸν τόπον τοῦτον λείπεται τοὔνομα, ταυτὶ φημὶ, ὡς Ἕλληνες λέγουσιν, ἐπεὶ ἔγωγε ἤκουσαἐν αὐτῷ Κανώβῳ τῶν ἱερέων οὐ τοῦ φαυλοτάτου ὅτι μυρίοις ἔτεσι πρότερον ἢ Μενέλαον ἐκεῖσε προσχεῖν τὸ χωρίον οὕτως ὠνομάζετο. καὶ οὐκ ἄντικρυς μὲν ἔλεγε τοὔνομα τοῦτʼ αὐτὸ ὡς ἀπογράψαι γράμμασιν Ἑλληνικοῖς, ἀλλʼ ἦν μὲν ὥσπερ ἐμφερόμενον καὶ περιτρέχον, Αἰγύπτιον δὲ καὶ δυσγράμματον μᾶλλον. τόδʼ οὖν ἡμετέρᾳ φωνῇ δηλοῦν ἔφη χρυσοῦν ἔδαφος, εἰωθός τι τοῦτο τοῖς Αἰγυπτίοις ἐπιφημίζειν τοιαῦτα τοῖς παρʼ αὑτοῖς χωρίοις, οἷον Ἐλεφαντίνη καὶ πάλιν Διὸς πόλις καὶ Ἡλίου δὲ πόλις· οὕτω καὶ τοῦτʼ ἔφη τοὔνομα χρυσοῦν ἔδαφος εἶναι εἰπεῖν ἀνδρὶ Ἕλληνι. ἀλλʼ ἐῶ τοῦτο· καίτοι Αἰγυπτίους γε ἀκριβέστερον εἰκὸς εἰδέναι τὰ σφέτερα αὐτῶν ἤπερ Ὅμηρον τὸν ἐν Σμύρνῃ καὶ Ἑκαταῖον τὸν ἐν Μιλήτῳ, οὐ μόνον κατὰ τοῦθʼ ὅ τις ἂν φήσειεν ἁπλῶς εἰκὸς καὶ κοινὸν, ἀλλʼ ὅ γε καὶ ἴδιον κατὰ τούτων ἔστιν εἰπεῖν, ὅτι διὰ παλαιότητα χρόνου καὶ τὸ μηδὲν αὐτοῖς τῶν ἐξ οὐρανοῦ πεπονθέναι τὴν χώραν, καὶ τῶν παρὰ τοῖς ἄλλοις ἐπιφανῶν μάρτυρές εἰσιν αὐτοὶ καὶ ἵστορες ἀξιόχρεῳ, καὶ πάντα φυλάττουσιν ἐν στήλαις ἐν τοῖς ἱεροῖς ἀντʼ ἄλλων κτημάτων. ἀλλʼ ὅμως καὶ τοῦτο τὸ ἰσχυρὸν παρίημι. ἀλλʼ ἔστω κατὰ τοὺς παρʼ ἡμῖν λογοποιοὺς ὁ τοῦ Μενέλεω κυβερνήτης ὁ τὴν ἐπωνυμίαν, ὡς ἐτελεύτησε, πεποιηκὼς τῷ τόπῳ. εἰ τοίνυν δεῖ τούτῳ τῷ λόγῳ πιστεύειν, Κάνωβος Φάρου σταδίους εἴκοσι καὶ ἑκατὸν ἀπέχει. καίτοι ναῦς πανημερία θέουσα ὑπʼ ἀνέμου κατὰ πρύμναν πνέοντος, προσθήσω δὲ καὶ λιγέος, οὐκ εἴκοσι καὶ ἑκατὸν σταδίους ἀνύσει μάλιστα, ἀλλʼ ἴσως μᾶλλον διακοσίους καὶ χιλίους. καὶ ἡμεῖς τοσούτους
ἐν εὐπλοίᾳ πολλάκις ἠνύσαμεν, τὸ πᾶν διελόμενοι πρὸς τὰς ἡμέρας ὕστερον.ἀλλʼ οἱ ποιηταὶ μύθους μὲν οἶμαι συνθεῖναι καὶ ποταμῶν καὶ πόλεων ὀνόματα ἀπαριθμῆσαι καὶ τοιαῦτα ποικίλλειν παντὸς μᾶλλον ἴσασί τε καὶ διώκουσι, μάρτυρες δʼ οὐχ ἱκανοὶ περὶ τῶν οὕτως ἐλέγχου δεομένων. αὐτίκα Πινδάρῳ πεποίηται, ὅσπερ μάλιστʼ ἀληθείας ἀντέχεσθαι δοκεῖ τῶν ποιητῶν περὶ τὰς ἱστορίας, καὶ οὐ πόρρωθεν, ἀλλʼ ἐξ αὐτῶν τῶν τόπων καὶ οὗτος ὁ ἔλεγχος. φησὶ γὰρ Αἰγυπτίαν Μένδητα παρὰ κρημνὸν θαλάσσας. καίτοι