Orationes 48

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

θάλαττάν τινα γλυκεῖαν καὶ ἵππους ποταμίους καὶ ῥέουσαν τὴν θάλατταν εἰς τὸν ποταμὸν καὶ τὰ τοιαῦτα ὕπνου φάρμακα. ἑτέρων δʼ εἴρηται λόγος μικτός. τὸ μὲν γὰρ οὐ μάντεως δεῖται, τὸ δʼ οὐδʼ ἂν μάντις οὐδεὶς πείσαι. ὅτι μὲν γὰρ ἐν τοῖς θερμοτάτοις εἰσὶν αἱ πηγαὶ τοῦ Νείλου δῆλον, εἴπερ ἐκ τῆς μεσημβρίας ὁρμᾶται. φησὶ δὲ ταύτας καομένας τοῦ θέρους ἕλκειν ἐφʼ αὑτὰς τὸ πλησίον ὑγρὸν καὶ συνιόντος ὕδατος πολλοῦ πληροῦσθαι, καὶ τοῦτʼ εἶναι τοῦ ποταμοῦ τὴν ἀνάβασιν. ἐγὼ δʼ ὅτι μὲν καὶ πάντας εἰκὸς ἦν τοὺς ἐν τοῖς θερμοῖς τόποις ταὐτὸ τοῦτο πάσχειν ποταμοὺς οὐ λέγω, ἀλλὰ πῶς οὐκ ἄτοπον τὰς μὲν πηγὰς ἐν τοῖς θερμοτάτοις φάσκειν εἶναι, τὰ δὲ πλησίον ὕδατα αὐτῶν μὴ ἐν τοιούτοις ἑτέροις ἀξιοῦν εἶναι; οὐκοῦν ὁπότʼ ἐν τοῖς ὁμοίοις ἐστὶ τόποις, ταυτὸν πάσχειν ἀνάγκη. τί οὖν μᾶλλον τὰς τοῦ Νείλου πηγὰς ἕλκειν ἐφʼ αὑτὰς τὰ ἄλλα ὕδατα ἢ τἄλλα ὕδατα αὐτὰ δεῖσθαι τῆς ἐκεῖθεν ἐπιρροῆς εἰκός ἐστιν; ἀλλὰ μὴν εἴ γε ἅπαντα ἐνδεέστερα αὐτῶν ἔσται, πρῶτον μὲν ἅπαντα ἐλάττω τοῦ θέρους ἢ τοῦ χειμῶνος ἔσται, ἔπειτα ἀλλήλοις ἐπαρκεῖν οὐχ ἕξει, χωριζόμενα ὑπὸ τῆς θέρμης καὶ καθʼ αὑτὰ ἕκαστα γιγνόμενα. ὥστʼ ἐπὶ τοὔλαττον καὶ κάτω χωρεῖν αὐτοῖς, οὐχ ὑψοῦσθαι προσῆκε. καὶ μὴν τὸ μὲν ἕλκειν τὰς πηγὰς ἐφʼ αὑτὰς τὸ πλησίον ὑγρὸν τῇ ξηρότητι δότω τις ἀληθὲς εἶναι καὶ μὴ φιλονεικείτω· τὸ δὲ μὴ μόνον τοσοῦτον λαμβάνειν ὥστε τὸ ἀρχαῖον ἐκπληροῦν, ἀλλὰ καὶ τοσούτῳ πλεονάζειν ὡς παραπέμπειν τὸν Νεῖλον μέχρι θαλάττης, τοσοῦτον ὑπὲρ τοὺς ἄλλους τε καὶ ὃ τούτου μεῖζόν ἐστιν ** ἔχει λόγον ταῦτα συγχωρεῖν; ποῦ γὰρ ἔτι

καὶ ἐκτήκεσθαι φήσομεν αὐτὰς, εἴπερ τοσοῦτόν τε καὶ εἰς τοσοῦτον χρόνου καθʼ ἡμέραν ἑκάστην ἐπιδιδόασιν; οὐκοῦν ἢ ἅμα τʼ ἐξαναλοῦνται καὶ τὸ ῥεῦμα οὐκ ἂν ἔχοιεν ἀφιέναι, ἢ τοσοῦτον εἰ περίεστιν αὐταῖς, πῶς ἕλκουσι διὰ ξηρότητα; εἰ γὰρ καὶ τὸ ἐξ ἀρχῆς ἐφειλκύσαντο, πληρωθείσας γε εἰκὸς ἀνιέναι· εἰ δʼ αὖθις ὁ ἥλιος ἐξέτηκεν, οὐκ ἂν εἶχον εἰς ὕψος ὑπερβαλεῖν διὰ τὸ αὐτὸ τοῦτο ὑποδιδόντος ἀεὶ τοῦ πληρουμένου κατὰ τὸν τῶν ποιητῶν πίθον. ὥστʼ ἐλάττοσιν αὐταῖς προσῆκεν εἶναι τὸ πλέον τοῦ χρόνου ἢ συνεχῶς μείζοσιν.

ἄλλος δὲ ἄλλο τι ληρεῖ, ἐμοὶ δὲ δοκοῦσιν ἅπαντες οὗτοι λόγον εἰπεῖν ἕκαστος ἐζητηκέναι καὶ τοσοῦτον ἀπέχειν τοῦ τἀληθῆ λέγειν ὥστε καὶ συνειδότες αὐτῶν οἱ πλείους ὅτι ψεύδονται φιλονεικεῖν πρὸς ἃ ὑπέθεντο, εἶθʼ ὥσπερ ἐν σκότῳ τοξεύοντες ἄλλος ἄλλοθεν διαμαρτάνειν. ἐγὼ δʼ οὐχ οὕτω σοφὸν εἶναι νομίζω περὶ τῶν ἀδήλων φροντίζειν, οὐδὲ σκαιότητα ἔχειν εἴ τις ἀφίσταται, ὡς τὸ τοῖς ὑπὲρ τῶν ἀδήλων ἰσχυριζομένοις μὴ ῥᾳδίως πιστεύειν νοῦν ἔχοντος εἶναι τίθεμαι. εἰ δὲ δεῖ κοινὸν ἐπὶ πᾶσιν εἰπεῖν, λέγω πρὸς μὲν τοὺς διὰ τῶν ἐτησίων ψευδομένους ὅτι τοῦ χειμῶνος πολλῷ μείζους καὶ βιαιότεροι βορέαι συνείρουσι καὶ νέφη πάντα κινοῦσι, κινοῦντες δʼ ἐλαύνουσι κατὰ φύσιν πρὸς μεσημβρίαν. καὶ τότε καὶ πρότερον πᾶν ἔστʼ

εἰπεῖν ἢ ὅτι χειμῶνος ποτὲ ὁ Νεῖλος ηὐξήθη. καίτοι τί μᾶλλον τοῦ θέρους ηὔξετʼ ἂν ἢ τοῦ χειμῶνος, εἴπερ ἐκ τῶν ἀνέμων εἶχε τὴν ἀρχήν; πρὸς δὲ δὴ πάντας ἐφεξῆς ἐκεῖνο λέγω ὅτι πάντες ὑπʼ ἀλλήλων ἐλέγχονται νέοι ὄντες ἐν τοῖς λόγοις. ὅταν γὰρ οἱ μὲν ἐκ τῶν πνευμάτων, οἱ δʼ ἐξ ὑετῶν, οἱ δʼ ἐκ χιόνος, οἱ δὲ τὸν ἥλιον τοῦ χειμῶνος εἶναι τὸν τήκοντα, οἱ δὲ τὸν ἥλιον τοῦ θέρους τὸν ἀπελαύνοντα τὸ ὕδωρ, οἱ δʼ ὅθεν ἄν τις βούληται φάσκειν γίγνεσθαι τὴν ἀνάβασιν, πάντες δὲ εἰκάζωσιν, εἰδῇ δὲ μηδεὶς, οὐ μόνον ἐκ τῶν καθʼ ἕκαστον ἐλέγχονται δήπουθεν, ἀλλὰ καὶ πάντες κοινῇ περὶ ἀλλήλους ὅτι οὐ τἀληθὲς εὑρήκασιν, ἀλλʼ ἕκαστος λόγον εἰπεῖν βεβούληται. καὶ νῦν ἐγὼ κινδυνεύω δοκῶν ἅπασιν ἀντιλέγειν ἅπαντας ἔχειν τούτου μάρτυρας. οἷς γὰρ ἕκαστοι τοὺς ἑτέρους ἐλέγχουσι, ταῦτʼ ἐμοὶ πρὸς ἅπαντάς ἐστιν. ὥσθʼ ὅσον εὖ φρονοῦσι βεβαιῶν αὐτοῖς, ὅσον ὥσπερ ἐν μάχῃ προεισφέρουσιν ἀγνωμοσύνης, τοῦτʼ ἀφαιρῶ. ὥστʼ οὐ μόνον ἐκ τοῦ βελτίονος, ἀλλὰ καὶ τοῦ πολλαπλασίου, σύμψηφός εἰμι καὶ καθʼ ἕνα ἑκάστῳ καὶ πᾶσι κοινῇ· ἕκαστος γὰρ αὐτῶν ἅμα τʼ αὐτὸς τὴν αὑτοῦ φέρει καὶ πᾶσι τοῖς ἄλλοις ἀνταγωνίζεται. εἰ δὲ μὴ ἐλάττω προσεξεύρομεν ἡμεῖς ἢ ʼκεῖνοι
προκατεχρήσαντο, οὐκ ἴσως ἄξιοι μέμψεως. καὶ μὴν οὐδʼ Ὅμηρος ἀξιόπιστος, λέγων
ἂψ εἰς Αἰγύπτοιο, διιπετέος ποταμοῖο.
ἐγὼ γὰρ ὡς μὲν ἅπαντά τις ἂν προσθείη τε καὶ χρὴ Διὶ,