Orationes 48

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

οὔτε κρημνός ἐστιν οὐδεὶς ἐκεῖ οὔτε θάλαττα προσηχεῖ, ἀλλʼ ἐν πεδίῳ πολλῷ καὶ κεχυμένῳ, οὗπερ ὁ Μενδήσιος ἅπας νομὸς οἰκεῖται, καὶ ἡ πόλις αὐτῶν, ἣν ὀνομάζουσι Θμοῦιν· ὥστε μηδʼ ὀφθαλμῷ καταλαβεῖν εἶναι μήτʼ ἀπʼ ἄκρων ἐπὶ θάτερα μήτʼ ἐκ μέσου, μηδʼ ἑτέρωσε. ὁ δʼ ἄρα Κιθαιρῶνος καὶ Ἑλικῶνος πλέως ὢν καὶ Φικίου ἄκρου πρὸς τὰ παρʼ αὑτῷ καὶ συνήθη κἀκεῖνα τεκμαιρόμενος μάλα ἐλευθέρως εἶπεν οὔτʼ ἰδὼν οὔτʼ ἀκούσας σαφῶς, ποιήσας δὲ πρὸς τὸ δόξαν αὑτῷ κατὰ τὴν ἀρχαίαν τε καὶ ἐκ πατέρων τοῖς ποιηταῖς ὑπάρχουσαν περὶ ταῦτα ἐξουσίαν. καὶ τί δὴ θαυμαστὸν, εἰ περὶ ὧν μηδʼ αὐτοὶ οἱ ἐπιχώριοι καὶ ταῦτα ὄντες Αἰγύπτιοι γιγνώσκουσι, περὶ τούτων οἱ τοσοῦτον ἀπέχοντες ποιηταὶ μηδὲν ἰσχυρὸν ἔχουσι λέγειν; ἀλλὰ γὰρ κινδυνεύει παντελῶς, ὅπερ καὶ μικρῷ πρόσθεν εἶπον, ἴδιον τὸ τοῦ Νείλου πρᾶγμα καὶ τελέως ἀποκεχωρηκὸς εἶναι τῶν ἄλλων ποταμῶν. τί γὰρ δή ποτʼ, εἰ βούλει, μόνος ποταμῶν αὔρας οὐκ ἀφίησι; καίτοι εἴ γε ἀπὸ χιόνος ἢ ὑετῶν ᾔρετο, οὐκ ἂν μόνος ποταμῶν αὔρας οὐ παρείχετο, ἀλλὰ

καὶ πλείστας ἂν καὶ μεγίστας, ὅσῳ καὶ μέγιστός ἐστιν. ὅπου γὰρ καὶ γῆ ψιλὴ βρεχθεῖσα ἀφίησιν αὔρας, τί τόν γε δὴ Νεῖλον πάσχειν ἂν φήσομεν, εἴπερ ἐξ ὄμβρων τοσοῦτος ἀνήρχετο, ἢ νὴ Δίʼ ἐκ χιόνος τακείσης, ὡς ὁ τῶν ἑτέρων λόγος; τί δʼ ἂν εἴποις τὴν περὶ τὴν ἀνάβασιν αὐτοῦ τάξιν καὶ μουσικήν; τὸ ἐν Συήνῃ μὲν καὶ Ἐλεφαντίνῃ ὀκτὼ καὶ εἴκοσιν αἴρεσθαι πήχεις, περὶ δʼ αὖ τὸ Ἰνδικὸν καὶ Ἀράβιον ἐμπόριον τὴν Κόπτον ἕνα καὶ εἴκοσι, καὶ πάλιν τούτων ἀφαιρεῖν ἑπτὰ καὶ τέτταρας καὶ δέκα ἄγειν τοὺς κατὰ Μέμφιν γνωρίμους καὶ πρὸς οὓς Ἕλληνες ἤδη λογίζονται, κάτω δʼ ἐν τοῖς ἕλεσιν εἰς ἑπτὰ καταβαίνειν, εἶτα δύʼ ἤκουον. ἆρά γε Ἴστρος ἢ Φᾶσις ἢ Στρυμὼν ταῦτα σοφίζεται, ἀλλʼ οὐ τοῦ Νείλου μόνου ταῦτʼ ἐστὶ σοφίσματα; χῶν μὲν οὐ τῇ φύσει τῆς χώρας ** ποῖος δʼ ὧν ἴσμεν ποταμὸς χρόνου κρεῖττον ὕδωρ παρέχεται σὺν τοσούτῳ ῥεύματι; οὔτε γὰρ αὐτόθι σήπεται φυλάττοντι οὔτʼ

εἰς τὴν ὑπερορίαν ἐκκομισθέν. ἀλλʼ αἱ ὁλκάδες αἱ εἰς Ἰταλίαν ἀπʼ Αἰγύπτου πλέουσαι, ἐπειδὰν ἀναπλεύσωσιν ἐκεῖθεν, σῶν ἔχουσι τὸ λοιπὸν οὗ παρεσκευάσαντο, καὶ φθάνει τὸ δεύτερον ὃ ἂν προσαρύσωνται, οἷα ἐν μήκει πλοῦ προδιαφθαρὲν, ἢ τὸ ἀρχαῖον καὶ συναναχθέν. καὶ μόνοι δὴ ὧν ἴσμεν Αἰγύπτιοι κεράμια ὕδατος ὥσπερ ἄλλοι οἴνου πιμπλᾶσι, καὶ ἔχουσι τριῶν καὶ τεττάρων ἐτῶν ἔνδον καὶ ἔτι πλειόνων, καὶ τῷ χρόνῳ σεμνύνουσιν, ὥσπερ ἡμεῖς τὸν οἶνον. ἢ καὶ τούτου φήσει τις αἴτιον εἶναι ὅτι ἐξ ὄμβρων αὔξεται; καὶ τί δή ποτε οὐ πᾶσι ποταμοῖς τὸ αὐτὸ

συμβέβηκε; πάντες γὰρ ὕονται. καὶ οὐκ εἰκάσαι γε ἡμᾶς ὅτι ὕονται δεῖ, ἀλλὰ πάρεσμεν αὐτοὶ τοῖς ὄμβροις καὶ προσοικοῦμεν ὡς ἔπος εἰπεῖν τὰς ὄχθας. καὶ ἔνιοί γε αὐτῶν ἐπʼ ἐλαχίστῳ τῷ ἀρχαίῳ τὸ ἐκ τῶν ὄμβρων προσλαβόντες καὶ αὐξηθέντες ὅμως οὐδʼ ἐκ τοῦ νικῆσαι παρέχονται τὴν αὐτὴν χρείαν. ὁ δὲ καὶ τοῦ θέρους αὔξεται, τοῦ δὲ χειμῶνος ἔσθʼ αὑτοῦ καὶ τότʼ ἐστὶ βέλτιστος. γλυκύτητι τοίνυν πόσον οἴει νικᾶν τοῦτο τὸ ὕδωρ; ὅσον οὐδʼ ἂν εἴποις. καίτοι τούτου τί τὸ αἴτιον; ἐκείνου δʼ αὖ τί τις ἂν φαίη, ὅτι κινδυνεύει τρόπον τινὰ ἀεὶ τὸ ἀποσχιζόμενον αὐτοῦ ῥεῦμα ἴσον εἶναι τῷ κυρίῳ καὶ παντί; τί δʼ οὐ τῶν ἐκείνου θαῦμα; ἢ πῶς οὐκ ἐκ παραδόξων ἅπας συνείλεκται; ᾧ γε ἐπικουρεῖ μὲν ὕδωρ οὐδὲν, ἀλλὰ καὶ πέτραι ῥήγνυνται τῇ ξηρότητι καὶ τὰ ὄρη μονονοὺ φλόγα ἀφίησιν, ὁ δʼ ἐν μέσῳ τῶν ἀποριῶν τούτων ῥέων πάσας μὲν λίμνας, πάντας δὲ κόλπους καθείργει πλήθει τοῦ ὕδατος, οὐ μόνον τὸν τῆς ἀναβάσεως χρόνον, ἀλλὰ καὶ τὸν ἄλλον ἅπαντα. καθέστηκε δʼ ἀντὶ μιᾶς πηγῆς ἁπάσῃ τῇ γῇ καὶ οὔτε πόλις οὔτʼ οἶκος οὔτε χωρίον οὐδὲν ἐκφεύγει τὴν ἐκείνου χρείαν καὶ δύναμιν, ἀλλὰ ταυτὸν δύναται ταῖς ἐν μεσογείᾳ τῶν πόλεων
καὶ τοῖς ἐν ταῖς ἐσχατιαῖς ὅπερ τοῖς ἐπὶ ταῖς ὄχθαις κατῳκημένοις, μᾶλλον δʼ αὐτοῖς τοῖς πλέουσι μέσον πόρον.