Orationes 48

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

καὶ τῆς περιεχούσης, ἀλλʼ ὅσον ἄλλο ὕδωρ κέχυται κόλπους ἔχον, λίμναι καὶ ἕλη καὶ τενάγη καὶ τοιαῦτα ὀνομάζεται. ἣν γὰρ ἐν τῇ κατὰ Φοινίκην Συρίᾳ θάλατταν καλοῦσί τινες νῦν, τὴν ἄγονον ταύτην, αὐτίκα ἐροῦμεν πόθεν εἴληφε τοὔνομα. ἔπειτα ταύτας πάσας, οἶμαι, συμβέβηκε τὴν αὐτὴν ταύτην ἔχειν φύσιν ἀλλήλαις τε καὶ τῇ πηγῇ, καὶ οὐδείς ἐστιν ὅστις ὑπεξείλετο εἶναί τινʼ αὐτῶν γλυκεῖαν, ἀλλʼ ὁμοῦ θάλατταν εἰρήκασι. καὶ δήλη ἐστὶν ἡ τοῦ ὕδατος φύσις ἰδία τε καὶ μόνης τῆς θαλάττης οὖσα, ὥστε καὶ τῶν φρεάτων ὅσα πρὸς τὸ ἁλμυρὸν κέκλικε θάλατταν καλοῦσιν οἱ πολλοὶ, καὶ ἧς ἀρτίως ἐμνήσθην λίμνης τῆς ἐν τῇ Συρίᾳ τὸ ὕδωρ ἅλμην ἔχον τῆς γῆς θαλάττης ἐπωνυμίαν παρὰ τοῖς πολλοῖς πεποίηκε. καὶ οὐχ ἡ μὲν Λιβύην περιρρέουσα θάλαττα γλυκεῖα καὶ πότιμός ἐστιν, ἡ δὲ πρὸς αὐτοῖς Γαδείροις ὁμοία τῇ παρʼ ἡμῖν διὰ τὸ μίγνυσθαι. πρῶτον μὲν γὰρ οὐδὲν μᾶλλον ἁλμυρᾷ προσῆκεν αὐτῇ διὰ ταύτην ἢ καὶ γλυκείᾳ διʼ ἐκείνην εἶναι, εἴπερ κἀκείνῃ μίγνυται, καὶ ταῦτα χύδην, οὐ διὰ

πορθμοῦ. ἔπειτα καὶ ἐκ τῆς μαρτυρίας δῆλον τῶν ἔτι νῦν ἐκπλεόντων ὡς ὁ λόγος πέπλασται. εἰσὶ γὰρ δή που καὶ νῦν οἱ πλέοντες ἔξω στηλῶν οὐκ ἐλάττους ἢ κατʼ ἐκείνους τοὺς χρόνους· καὶ οὐκ ἐν μακροῖς γε χρόνοις ἅπαξ ἢ δὶς, ἀλλʼ ὁσημέραι συνεχῶς καὶ ὁλκάδες καὶ ἔμποροι κομίζονται διʼ ἀμφοτέρας τῆς θαλάττης, ὡς συνεχοῦς καὶ μιᾶς, ἀνοιχθέντος τοῦ κάτω τόπου παντὸς καὶ δοθείσης ἀδείας πλεῖν ὑπὸ τῆς νῦν ἡγεμονίας. ἡμᾶς δʼ ὡρμημένους ἡ νόσος ἔφθη καταλαβοῦσα. καὶ οὔτε τῶν ἁλιέων τῶν πρὸς τοῖς Γαδείροις ἔστιν ἀκοῦσαι λεγόντων γλυκεῖαν εἶναι τὴν ἔξω θάλατταν οὔτε τῶν εἰς τὴν μεγάλην νῆσον περαιουμένων τὴν ἀντιπέρας Ἰβήρων· καίτοι στρατεύματά τε εἰς αὐτὴν ἑκάστοτε παντοῖα διαβαίνει καὶ ἀναχωρεῖ τοῖς καθήκουσι χρόνοις, καὶ ἄρχοντες καὶ ἰδιῶται μυρίοι διαβαίνουσιν ἑκάστοτε. οὐ γὰρ τῷ μέρει τὸ ὅλον λόγον ἐστὶν ἔχον ἀκολουθεῖν, ἀλλʼ εἶναι τὸ μέρος τοιοῦτον οἷόν περ ἂν ᾖ τὸ ὅλον τὴν φύσιν. ἀπορρεῖ δʼ οὐκ ἀπὸ τῆς

ἡμετέρας ἡ ἔξω θάλαττα καὶ πᾶσα καὶ ἧς μηδʼ ὁτιοῦν εὕρηται πέρας πρὸς θάτερα, ἀλλʼ ὁ καθʼ ἡμᾶς οὗτος κόλπος ἀπὸ τῆς ἔξω θαλάττης εἰσρεῖ, πόρρωθεν κομίζων τὴν φύσιν. καὶ μὴν οὐδὲ Καρχηδονίων οἱ ἐκπλεύσαντες ἔξω Γαδείρων καὶ τὰς ἐν τοῖς ἐρήμοις τῆς Λιβύης πόλεις οἰκίσαντες τοῦτον ἤνεγκαν οἴκαδε τὸν λόγον οὐδʼ ἀνέγραψαν οὐδʼ ἀνέθηκαν ἐν τῷ ἱερῷ, ἕτερα πολλὰ καὶ ἄτοπα γράψαντες· οὓς οὔτʼ ἀγνοῆσαι δήπουθεν οὔτε γνόντας εἰκὸς ἦν ἀποκρύψασθαι. καὶ ταῦτʼ ἐξεπίτηδες οἷς εἶδον ὥσπερ φιλοτιμουμένους, ἅπαντʼ ἦν ἐλάττω τοῦ γλυκεῖαν θάλατταν ἔχειν εἰπεῖν ὡς εἶδον.

ἔτι τοίνυν ἔγωγε θαυμάζω πῶς ποτʼ ἀπῆρεν ἁνὴρ οὗτος τοσοῦτον ἀπὸ τοῦ γνωρίμου καὶ τίς ἡ δύναμις

αὐτοῦ καὶ τίς ἡ πρόφασις τῆς ἀποδημίας. μόνον μέν γε οὐκ εἰκὸς ἐκπλεῦσαι, μετὰ πολλῶν δʼ ἀφικόμενον μόνον οὐκ εἰκὸς ἦν κοσμῆσαι τὸν λόγον, οὐ μὴν οὐδʼ εἰς βιβλίον ἐγγράφειν ὡς ἀποχρῶν, οὐδʼ ὅσον πρὸς τοὺς ἐπιτηδείους διηγήσασθαι, ἀλλὰ δημοσίᾳ φράσαι καὶ ἀναγγεῖλαι, ἀναθέντα λέγω καὶ τοῦτον, ὥσπερ οἱ τῶν Καρχηδονίων ἡγεμόνες γράμματα ὑπὲρ τούτων εἴς τι τῶν κοινῶν ἱερῶν. καὶ μὴν εἴ γʼ ἦν ταῦτʼ ἀληθῆ, τίνʼ ἂν Ἑλλήνων ἐλάνθανε λοιπόν; ἅπασι γὰρ ἂν ἐξῆν εἰς Μασσαλίαν πλεύσασι μαθεῖν, καὶ μιᾶς γε ταύτης ἀπορίας ἀπηλλάχθαι διὰ Μασσαλιωτῶν. ἀλλʼ οὔτε Μασσαλιῶται ταῦτα λέγουσιν οὔθʼ ὁ Μασσαλιώτης ὁμοίως ἡδὺς εἰπεῖν καὶ πιστὸς, ἀλλά τις ἀρχαῖος μᾶλλον καὶ ποιητικός. καὶ μὴν οὐχ ὅτι κροκοδείλους καὶ ἵππους ποταμίους εἰς τὸν λόγον ἐντέθεικε, τούτου χάριν ἄξιον πιστεῦσαί τι, ἀλλʼ ἐνταῦθα καὶ κάλλιστα τὸ πλάσμα φωρᾶται καὶ ὅτι κομψεύεται. οὐ γὰρ ἰδὼν τοὺς κροκοδείλους οὐδὲ τοὺς ἵππους, εἶτʼ ἐξήγγειλεν, ἀλλʼ ἵνα τὰ ἄλλʼ ὡς ἀληθῆ δόξειε λέγειν, τοὺς κροκοδείλους καὶ τοὺς ἵππους προσέθηκε, καταφεύγων ἐπὶ τὰ γνώριμα καὶ πίστιν ἐφελκόμενος τῷ πλάσματι προσθήκῃ πλάσματος ἑτέρου πρὸς τἀληθὲς πεποιημένου. ἀλλʼ οἶμαι τοὺς μὲν τοιούτους λόγους καὶ μύθους ταῖς τιτθαῖς ἄμεινον
παριέναι τοῖς παιδαρίοις, ἐπειδὰν ὕπνου δέηται, διηγεῖσθαι,