Orationes 48

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

ἑσπέραν. ὥστʼ εἰ τῆς γῆς νοτὶς ἦν τὸ ὕδωρ, οὐκ ἂν εἰς τὸν ποταμὸν εἶχε συρρεῖν, ἀλλʼ ἐξεχεῖτʼ ἂν ἐπὶ θάτερα τοῦ ποταμοῦ. ἤκουσα δὲ ἔγωγε καὶ τῆς Παλαιστίνης Συρίας ἐν Σκυθῶν πόλει περὶ τὸν τόπον, ὃς τάς τε δὴ βαλάνους τῶν φοινίκων τὰς ὀνομαστὰς καὶ τὸν ὀπὸν φέρει, λίμνην εἶναι, ἣν ἐπειδὰν ὁ Νεῖλος ἀνέλθῃ, σημαίνειν· καὶ γὰρ τὸ ῥῆμα τοῦτʼ ἦν τῶν ξένων, ἔλεγον δὲ ὡς αὐξανομένης. εἰ μὲν οὖν καὶ αὕτη μεταξὺ Λιβύης καὶ Ἀραβίας ἐστὶν ἡ γῆ ἢ κοιλοτέρα τῆς ἄλλης ἁπάσης, δῶμεν ἀληθῆ λέγειν Ἔφορον, καίτοι τοσοῦτόν γε ψεύδεται, εἰπὼν μὴ δεῖν ἄλλοθι ζητεῖν, μὴ γὰρ εἶναι ταυτόν. εἰ δὲ πολλαὶ ταύτης οὖσαι κοιλότεραι, εἰ καὶ μὴ ἐπὶ μακρὸν, ἀλλʼ οὖν ἔστʼ ἐφʼ ὅσον γε, ὅμως δὲ τοῦτʼ οὐχὶ πάσχουσιν, ἄλλο

τί σοι σκεπτέον τὸ αἴτιον τῆς ἀναβάσεως, ὡς οὔτε τὴν ἀραιότητα τῆς γῆς οὔτε τὴν κοιλότητα λέγειν ἐνὸν φαίνεται, ἀλλὰ ταῦτα καὶ πάντων ἥκιστα. εἰ γὰρ ἐγίγνετο αὐτόθεν ἡ πλήρωσις, οὐκ ἂν οὔτε τὰς λίμνας τὰς ἔξω τοῦ ποταμοῦ συνέβαινεν αὔξεσθαι οὔτʼ αὐτὸν ὑψοῦσθαι τοσοῦτον ὥστʼ ἐπικλύζειν ἅπασαν τὴν εἴσω τῶν ὀρῶν τούτων γῆν οὕτω λαμπρῶς ὥστε τοὺς πλέοντας νύκτωρ τοῖς ἄστροις ἐστὶν ᾗ τεκμαίρεσθαι. ὅμοιον γάρ ἐστι τοῦτό γε ὥσπερ ἂν εἴ τις ἐκ τῆς κοτύλης τὸν ἀμφορέα πληροῦσθαι πείθοι, ψιλὸν ἐκ ψιλῆς, αὐτὸν ἐξ αὐτῆς. ἀλλʼ, οἶμαι, κατιόντος τοῦ ποταμοῦ μεγάλῳ τῷ μέτρῳ καὶ τῆς γῆς οὐχ ἱκανῆς οὔσης τὸ ὕδωρ χωρεῖ μέχρι τοῦ δεχομένου, τὴν διέξοδον αὐτὸ αὑτῷ ποιοῦν. διὰ τοῦθʼ αἵ τʼ ἔξω πηγαὶ προσλαμβάνουσι πίδακας ἐκ τοῦ ποταμοῦ καὶ εἰς τὰ ἔθνη τὰ πλησίον αἴσθησις τῆς ἀναβάσεως ἔρχεται, καὶ συνδιαδέχεται τὰ σχολάζοντα, ὥσπερ ὅταν οἴκημα πληρωθῇ.

τοσαῦτα δὴ ἡμῖν καὶ πρὸς τὴν Ἐφόρου σοφίαν καὶ γνώμην καινὴν εἰρήσθω, ὅτι καὶ μόνος ἧφθαί φησι τῆς ἀληθείας. ἥσθην δὲ θαλάττῃ γλυκείᾳ Λιβύης ἐπέκεινα εἴσω ῥεούσῃ διὰ τοὺς ἐτησίας καὶ ταύτῃ καὶ κροκοδείλοις καὶ μύθοις Μασσαλιωτικοῖς ἀντὶ τῶν Συβαριτικῶν. εἰ γὰρ μὴ συνίης, ὦ χαριέστατε Εὐθύμενες, εἰ ταῦτʼ ἀληθῆ Ἔφορος λέγει σοὶ φάσκων δοκεῖν, ὅτι οὐ λύεις ἀπορίαν, ἀλλὰ

κινεῖς μείζω καὶ ἀτοπωτέραν τῆς ἐξ ἀρχῆς, πῶς οὐκ ἀληθῶς ἔξω στηλῶν καὶ Γαδείρων φήσει τις ἐπισκώπτων εἶναί σοι τὸν νοῦν, ὥσπερ τὴν Θρᾶττάν φασί ποτʼ ἐκεῖνο εἰς Θαλῆν εἰπεῖν, εἰ ποταμὸν φεύγων ἀγνοεῖς εἰς τὴν θάλατταν ἐμπίπτων, ἀνὴρ ὁ σκώπτων ἐρεῖ; τί γὰρ δή ποτʼ εἰ μέν τις ποταμὸς τοῦ θέρους αὔξεται μόνος τῶν ἄλλων θαυμασόμεθα καὶ τὰς αἰτίας ζητήσομεν, θάλατταν δʼ οὐ πολλῷ μᾶλλον θαυμασόμεθα εἴ τίς ἐστι γλυκεῖα μόνη τῶν πασῶν; καὶ μὴν οἱ ποταμοὶ μὲν εἰ καὶ τὴν αὐτὴν ἔχουσι φύσιν τὴν τοῦ ῥεῖν, ἀλλʼ οὖν χωρίς γε καὶ καθʼ αὑτοὺς ἕκαστοι ῥέουσιν ὅσοι μὴ προϊόντες εἰς ταὐτὸ συμβάλλουσιν, ἡ δὲ θάλαττα ἅπασα ἀνακέκραται δή που καὶ συνεχής ἐστιν ἡ φύσις αὐτῆς, ἣν εἴ τις διαιρήσει τῷ λόγῳ, τί χρήσεται θαυμάσαι λοιπόν; δεῖ δʼ, ὡς ἔοικε, καὶ περὶ τούτων εἰπεῖν διελόμενον. εἰσὶ γὰρ δή που τέτταρές που τῆς ἔξω θαλάττης ἀπόρροι. ὧν ὁ μὲν ἐξ ἑσπέρας εἰς Φᾶσιν διὰ Γαδείρων εἰσέχει καὶ τῆς πλησίον Λιβύης, καὶ ἔστιν ὁ κόλπος οὗτος ἡ καθʼ ἡμᾶς αὕτη θάλαττα, ἣ σχίζει δίχα τὴν γῆν, προσλαβοῦσα τὴν Μαιῶτιν λίμνην καὶ τὸν ὑπὲρ αὐτῆς ποταμὸν Τάναϊν, καὶ ποιεῖ νῆσον τὸ τμῆμα ἑκάτερον τῇ κύκλῳ θαλάττῃ, πλὴν εἰ βούλει Φᾶσιν καὶ δὴ Τάναϊν φάσκειν εἶναι τῶν ἠπείρων ὅρον. ἀλλʼ ὅ γε τῆς θαλάττης κόλπος οὗτος οὕτως ἔχει. ἕτερος δʼ ἐστὶν ἀπόρρους ἐκ μεσημβρίας πληρούμενος, ἡ ἐρυθρὰ θάλαττα καλουμένη, ἣ Λιβύην καὶ Αἴγυπτον καὶ τὸ πρὸς τούτων Ἀραβίας χερρόνησον ποιεῖ,

πρὸς τὴν εἴσω τε καὶ ἔξω θάλατταν τριῶν ἡμερῶν ὁδὸν Ἰσθμῷ. τρίτος δʼ ἄνω τούτων ἐστὶ κόλπος ὁ Περσικὸς, ᾧ μετὰ τὴν ἐρυθρὰν θάλατταν ἐπιστρέφοντι χερρόνησός ἐστιν, ἡ εὐδαίμων Ἀραβία καὶ ὁ τῆς Περσικῆς ὅσον ἐντός. τετάρτη δʼ ἐκ Βορέου καὶ Κασπίας πύλης εἰς τοὺς παρʼ ἡμῖν τόπους εἰσέχει θάλαττα, ἣ καλεῖται Κασπία, εἰ δὲ βούλει, Ὑρκανία.

τί οὖν πρὸς λόγον ταῦτα; οὐ γὰρ ἄλλως γε ἀπόλογον Ἀλκίνου διηγοῦμαι. ὅτι πρῶτον μὲν αὗται καὶ τοσαῦται τὸ πλῆθός εἰσι θαλάττης χῶραι καὶ παρὰ ταύτας οὐδεμίαν ἑτέραν θάλατταν ἴσασιν οὔτε Ἑλλήνων οὔτε βαρβάρων οὐδένες, οὔκουν ὡς ἀληθῶς τῶν γʼ ἐντὸς τούτων