Orationes 48
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
γὰρ Μοίριδος λίμνη καὶ αἱ πρὸς τοῖς ἕλεσι κάτω καὶ ἡ πρότερον μὲν ὑπὲρ Φάρου, νῦν δʼ ἐξόπισθεν τῆς Ἀλεξάνδρου πόλεως Μάρεια, ἐξ ἀρχῆς τέ εἰσι τοῦ Νείλου κόλποι καὶ τῆς ἀναβάσεως μετέχουσιν, ὅταν κατὰ τὰς διώρυχας εἰσπέσῃ τὸ μέρος τοῦ ῥεύματος· ἡ δʼ αὖ Σερβωνὶς λίμνη περιφανῶς ἔξω τῶν ὀρῶν τούτων ἐστίν. ὑπερελθόντι γὰρ Πηλούσιον καὶ τῶν ὀρῶν τῶν συγκλειόντων τὴν Αἴγυπτον θάτερόν ἐστι πρὸς Ὀστρακίνην βαδίζοντι, ἥπερ ἐστὶ μέση μάλιστα τῆς ἀσπόρου τῆς Ἀραβικῆς. εἰ μὲν οὖν καὶ εἰς ταύτην
ἐκ τῶν ἄνωθεν τόπων ἔρχεται τοῦ Νείλου τις ἀπόρρους, οὐδὲν δέομαι λέγειν· ὅτι δʼ ἐκφεύγει τοὺς ὅρους τοὺς Ἐφόρου δῆλον ἐξ ὧν εἶπον. ὥστε δυοῖν θατέρῳ περιπίπτει· εἰ μὲν γὰρ οὐ δέχεται τοῦτον τὸν λόγον οὐδʼ εἰς ἔλεγχον τίθησιν, ὃς δείκνυσιν αὐτὴν ἔξω τῆς κοίλης χώρας οὖσαν, τί οὐ καὶ κατὰ πᾶσαν τὴν γῆν ταυτὸν τοῦτʼ ἔδειξε γιγνόμενον, εἴπερ παρὰ τῇ θέρμῃ μόνῃ τὸ αἴτιόν ἐστιν; εἰ δʼ οὐκ ἀξιοῖ ζητεῖ ἑτέρωθι ταυτὸν τοῦτο τῷ μὴ τὴν αὐτὴν εἶναι φύσιν τῆς χώρας, ἔξω τῶν ὀρῶν τούτων ἐστὶν ἡ λίμνη. ὥστε πῶς αὔξεται; οὐκοῦν πρὶν ὃ τὸ πρῶτον προὔκειτο σκέψασθαι, πῶς ὁ Νεῖλος αὐξάνεται, δεύτερον δεῖ ζητεῖν πῶς ἡ λίμνη κατὰ τούτους τοὺς λόγους. καὶ μὴν ὅτι γʼ οὐδʼ ἄλλως ἀληθῆ λέγει ταύτῃ τῇ προφάσει καταχρώμενος ῥᾴδιον γνῶναι. πολλαὶ γὰρ δή που καὶ ἄλλαι χῶραι γεγόνασιν ἐκ ποταμῶν ἐν τῷ παντὶ, ἃς ἀνάγκη πολλὴ καὶ κοίλας εἶναι καὶ ἀραιὰς τοῖς αὐτοῖς λόγοις τούτοις. καὶ τὰς μὲν ἄλλας παραλείπω, μία δʼ ὦ Ζεῦ πρὸ πυλῶν εὐθὺς ἦν αὐτῷ τῆς πατρίδος καὶ ἐν ὀφθαλμοῖς. τὸ γὰρ περὶ Λάρισσαν πεδίον θάλατταν εἶναι τὸ παλαιὸν πολλὰ τεκμηριοῖ. καὶ ὅτι μὲν πολλοστὸν ὁ Ἕρμος τοῦ Νείλου μέρος εἰς ἕτερον λόγον τίθει τοῦτο, ὅτι δʼ ἐκ τῶν αὐτῶν καὶ τούτῳ τοῦ θέρους αὔξεσθαι προσῆκε καθʼ αὑτὸν ἐλέγχεται. ὁρᾶται μὲν γὰρ τὰ κύκλῳ περιέχοντα ὄρη τὴν χώραν, ὁ δὲ ῥεῖ διʼ αὐτῆς ἀραιᾶς οὔσης καὶ πεποιηκὼς αὐτὸς ἐξ ἀρχῆς. τίνος οὖν ἕνεκα οὐ μόνον οὐκ αὔξεται τοῦ θέρους, ἀλλὰ καὶ πολλῶν ἀπολείπεται τῶν οὐδʼ ἐγγὺς ἐκείνῳ τοῦ χειμῶνος ὄντων; πολλάκις δὲ οὐδʼ ὅσον ῥεῖν ἐστιν αὐτῷ. καὶ ἕτερʼ ἄν τις ἔχοι λέγειν μυρία τοιαῦτα.καίτοι πρός γε οὓς αὐτὸς ἀντιλέγει, καὶ ἓν ποιησάμενος
παράδειγμα ἀπαλλάττεται· ἔστι δʼ οὗ μηδʼ ὄνομα ἐπενεγκὼν, ὥστε γνῶναι ἢ τὸν ποταμὸν ἢ τὴν γῆν, ὅμως ἀξιοῖ νικᾶν. ἀραιὰ γὰρ ἡ Αἴγυπτος καὶ ῥᾳδία λιβάδας διαδοῦναι. ἀλλʼ ὅτι μὲν οὐδʼ ἄλλη πίων οὕτω καὶ μόνον ἀρκοῦν εἰπεῖν ἐῶ· ἀλλὰ τί φήσομεν περὶ τῆς ἔξω τοῦ Κασίου ταύτης ἧς ἐμνήσθην ἀρτίως; οὐ γὰρ δή που καὶ ταύτην ἔργον εἶναι τοῦ ποταμοῦ, ἀλλʼ ὅμως μετέχει τοῦ πράγματος· οὐ μὴν οὐδʼ ὑπʼ ἄλλου φαίης ἂν αὐτὴν κεχῶσθαι ποταμοῦ, ἄνυδρος γάρ ἐστι παρὰ τὴν λίμνην ἅπασα. καὶ μὴν οὐδʼ οἱ τοῦτο πείθοντες περὶ πάσης Αἰγύπτου πειρῶνται πείθειν, ἀλλʼ ὑπεξαιροῦνται τήν γε ὑπὲρ κορυφῆς τοῦ Δέλτα τοσαύτην οὖσαν ἀρχαίαν εἶναι, καὶ οὐχ ἁπλῶς οὐδʼ ὡς κοινὸν εἰπεῖν, ἀλλʼ οὕτω διαφερόντως ἀρχαίαν ὥστε καὶ πρώτην ἀνθρώπους ἐνεγκεῖν τῶν κατὰ τὴν Ἀσίαν, ἵνα μή τι λέγω πλέον. οὐκοῦν εἰ μὲν ἐν τῷ Δέλτα μόνῳ συνέβαινε γίγνεσθαι τὴν ἀνάβασιν, εἰκὸς ἦν καθʼ ἕν γέ τι τοῦτο πιστεῦσαι, εἰ δʼ ἐν ἁπάσῃ γίγνεται καὶ τοσοῦτον περὶ τὰ ἄνω πρότερον ὅσον τὸ ῥεῦμα κατέρχεται, τί πρὸς λόγον ἐστὶ τὸ τὸν Νεῖλον ἄγειν γῆν καινὴν ἢ ποιεῖν;ἔτι τοίνυν οὐδὲ τῆς Αἰθιοπίας τε καὶ Αἰγύπτου ἡ αὐτὴ φύσις, ἀλλʼ ἡ μὲν ὑπόψαμμός τε καὶ ξηρὰ καὶ κατὰ λεπτόν ἐστι συνεστηκυῖα, ἡ δʼ οὕτω βαθεῖα καὶ πεπηγυῖα ὡς οὐ ῥᾴδιον εὑρεῖν ἑτέραν· ἀλλὰ μὴν ἀμφοτέρωθι ταὐτὸν γίγνεται. πῶς οὖν ταὐτὰ αἴτια περὶ ἀμφοῖν ἐγχωρεῖ λέγειν, τῶν τοσοῦτον διαφόρων; εἰ μὲν γὰρ ἡ τῆς Αἰγύπτου φύσις αἰτία, οὐχ ἥ γε τῆς Αἰθιοπίας, ὡς ἔοικεν, ὅθεν πρόπαλαι κεκίνηται· εἰ δʼ ἡ τῆς Αἰθιοπίας φύσις
αἰτία, τί δεῖ λέγειν ὡς ἡ Αἴγυπτος κοίλη καὶ ὑπὸ τῶν ὀρῶν συγκέκλειται; οὔτε γὰρ ἐν ταύτῃ τὸ αἴτιον οὔθʼ, ὡς ἔοικε, τοῦτο. καὶ μὴν κἀν τοῖς ἄνω καταρρακτῶν τοῖς περὶ Ψέλχιν κέκλιται τὸ πρὸς ἑσπέραν τοσοῦτον ὥστε μηδʼ ἐγγὺς εἶναι τὸ βάθος τῆς χώρας τῷ ῥείθρῳ. ἔστι μὲν γὰρ ὀφρὺς ἀμμώδης, ἀπείργουσα τὸν ποταμὸν πρὸς τὴν κάτω πᾶσαν χώραν, τελευτᾷ δʼ εἰς πολλῷ βαθύτερον τὸ πρὸς