Orationes 48
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
τῷ σοφῷ ὅτι ὥσπερ ἐκ τῶν ὑψηλοτέρων εἰς τὸ κοῖλον καταρρεῖ τὸ ὕδωρ, οὕτως πάλιν ἐκ τῶν κοίλων ἀναστρέφει πρὸς τὰ ὑψηλὰ, καὶ ἀρξάμενος ἐκ θαλάττης ὁ ποταμὸς αὖθις ὑποστρέψας ἐπὶ καταρράκτας καὶ Μερόην ἄνω φέρεται, ὥσπερ τις ἐν προσάντει δολιχὸν τρέχων. ταῦτα δὲ οὐδʼ ἂν τοὺς αὑτοῦ πολίτας οἶμαι πείθοι λέγων. καὶ δὴ τοῦτο τὸ ἰσχυρὸν ἐῶ, καίτοι φασὶ καὶ τὰς κλοπὰς ἄχρι τούτου δεῖν ἐλέγχειν, ἕως ἄν τις τὰ φώρια ἐν τοῖν χεροῖν ἔχοντα ἀποδείξῃ. ἀλλʼ ἕτερον εὔηθες· αὐτὸ γὰρ τοῦτο πρῶτον τὸ νομίζειν ἢ τὴν Ἀράβιον ταύτην τὴν ὀρεινὴν ἢ τὴν Λιβυκὴν ὕδατος μεστὴν εἶναι τίς λόγος; ποῖαι γὰρ ἢ ἐνταῦθα ἢ ἐκεῖ πηγαί; τίς δʼ ὅσον ἔννοια ὕδατος ἐν τοῖς χωρίοις τούτοις; ἅ γʼ ἐστὶ ξηρότερα καὶ ψεδνότερα παντὸς οὗ τις ἂν εἰκάζων εὕροι, ὥστʼ ἔν γε τῇ Ἀραβικῇ καὶ ἡ περιβόητος αὕτη λιθοτομία ἡ πορφυρῖτίς ἐστιν· ἐργάζονται δʼ αὐτὴν ὥσπερ καὶ τὰς ἄλλας δή που κατάδικοι· ἀλλὰ τούτους γε, ὥς φασιν, οὐδεὶς φρουρεῖ, οὕτω σφόδρα ὕδατός ἐστιν ἄπορος, ὑφʼ οὗπερ καὶ ἠρήμωται, ἀλλὰ φόβῳ τοῦ καυθήσεσθαι ζῶντες, ὃ δεῖ παθεῖν ἄν τις φεύγων ἁλῷ, μένουσιν οἱ μένοντες τῶν μεταλλέων. καὶ ὅμως εἰσὶν οἳ καὶ τοῦθʼ αἱροῦνται μᾶλλον ἢ διὰ παντὸς τοῦ χρόνου κάεσθαι. τῷ γὰρ ὄντι τοῦτʼ εἶναι τὸ κάεσθαι ζῶντα. οὕτως
διὰ παντὸς ὁ χῶρος ἀμμώδης ἐστὶ καὶ διψῇ. ὅλως δὲ τί δή ποτε οὐ καὶ πάντες οἱ ποταμοὶ μείζους ἑαυτῶν τοῦ θέρους γίγνονται τῷ λόγῳ τούτῳ; εἰ γὰρ ὁ ἥλιος εἰς τὰ κοῖλα τῆς γῆς τὸ ὕδωρ ἀπωθεῖ, ἡ δὲ γῆ μεστὴ γιγνομένη τελευτῶσα ἐπικλύζεται αὐτὴ διʼ αὑτῆς, τί δή ποτʼ οὐκ εἰσὶν ἐν ἀκμῇ τοῦ καύματος οἱ ποταμοὶ μέγιστοι, πάντες ἐν τοῖς κοίλοις ὄντες τῆς καθʼ αὑτοὺς ἕκαστοι γῆς; ἀλλʼ ἀντὶ τοῦ μέγιστοι τότʼ εἶναι τότʼ εἰσὶν ἐλάχιστοι. καὶ μὴν καὶ περὶ ἄλλους δή που ποταμοὺς ἕτερά ἐστιν ὄρη καὶ οὐ μόνον οὐκ ἐλάττω τούτων, ἀλλὰ πρὸς τῷ μείζω σαφῶς ἔτι καὶ ὑγρότερα καὶ πολλῷ, ὡς δῆλον τοῖς τε δένδρεσι τοῖς ἐπιπεφυκόσι καὶ ταῖς εἰς τὸ φανερὸν ἀπορρεούσαις νοτίσι. πῶς οὖν οὐ τὰ ἄμικτα μίγνυται, εἴ γε ἀπελαθήσεται μὲν εἰς βάθος τῆς γῆς τὸ ὕδωρ, τηνικαῦτα δʼ ὑψωθήσεται διὰ τὸ αὐτὸ τοῦτο; καὶ ὡς ἔοικεν, ὁ αὐτὸς ἥλιος τὸ μὲν Ἀράβιον καὶ Λιβυκὸν ὄρος ἐξιποῖ καὶ τὸ ὕδωρ ὠθεῖ κάτω,ἐν Αἰγύπτῳ δὲ τὸ αὐτὸ τοῦτο ὕδωρ ὑψούμενον περιορᾷ. ποῦ δὲ καὶ ἡ χώρα μεστὴ γίγνεται κάτωθεν, ὦ σοφίας κεφάλαιον; ἥ γε οὕτως ἔρρωγε καὶ διέστηκεν εὐθὺς ἐκ τροπῶν τῶν ἠρινῶν ὥστʼ εἶναι μονονοὺ χάσματα καὶ χαράδρας ἅπασαν καὶ μηδὲ τοῖς ὑποζυγίοις ἀκίνδυνον τὴν πορείαν εἶναι. πῶς οὖν αἱ πόρρω τοῦ Νείλου, φησὶ, λίμναι πληροῦνται, εἴπερ ἐξ ὄμβρων ἢ χιόνος λυθείσης αἴρεται; τοῦτο δʼ εἰ τὰ μάλιστα δυνατόν ἐστιν, οὐδὲν μᾶλλον τῷ γε Ἐφόρου λόγῳ συνθεῖ. ἔστι γὰρ καὶ μήτε ἐξ ὄμβρων μήτʼ ἐκ χιόνος αἴρεσθαι τὸν ποταμὸν καὶ μὴ τοῦτʼ αἴτιον εἶναι, τὸ τὴν ἰκμάδα εἰς αὐτὸν ὑπορρεῖν. οὐ μὴν ἀλλʼ ἔμοιγε καὶ πᾶν τοὐναντίον ἤπερ ἐκείνῳ δοκεῖ, τὴν μὲν ἄνωθεν ἐπιρροὴν μηδὲν μᾶλλον κωλύειν οὗτος ὁ λόγος, τὴν δʼ αὐτόθεν πλήρωσιν παντελῶς ἐξελέγχειν ὡς ἔστι γέλως. τὸν μὲν γὰρ ποταμὸν, ἕως ἂν ἀπῇ τἄλλα ἃ κωλύει,
εἰκός ἐστι καὶ ὑπὸ τῆς χιόνος καὶ ἐξ ὄμβρων αὐξανόμενον κατιέναι, κατιόντος δʼ αὐτοῦ τὴν γῆν πληρουμένην καὶ διοιδοῦσαν ἀφιέναι κάτω νοτίδας εἰς τὰ πλάγια, οὐ διὰ τὴν θέρμην οὐδʼ ὑπὸ τοῦ ξηραίνεσθαι—γελοῖον γὰρ τὴν αὐτὴν οὐκ ἔχουσαν τὸ ἀναγκαῖον ὕδωρ ἀποστέλλειν τὸ περιττὸν ἑτέρωσε—ἀλλὰ τοὐναντίον τῷ πλεονάζοντι παρέχουσαν τοὺς ἐγχωροῦντας ἀδήλους ὀχετούς. εἰ δʼ ἡ κοιλότης ἡ τῆς συγκεκλεισμένης ὑπὸ τῶν ὀρῶν χώρας παρεῖχε τὴν αἰτίαν, οὐκ ἂν ἐπληροῦντο αἱ πόρρω δή που λίμναι τοῦ ποταμοῦ· καὶ τούτου μάρτυς αὐτὸς Ἔφορος. φησὶ γὰρ φεύγων τὸν ἔλεγχον ὡς ἄρα οὐ δυνατὸν τοῦτο συμβαίνειν περὶ τὴν ἄλλην γῆν, διὰ τὸ μήτε κοίλην εἶναι μήτʼ ἐπίκτητον ὥσπερ τὴν Αἴγυπτον, ἀλλʼ ἀρχαίαν τε καὶ ὡς ἐκεῖνος κέκληκεν αὐτοπαγῆ. τοῦτο δὴ δῶμεν ἀληθὲς εἶναι μέχρι γοῦν τινός· ἔστι δʼ οὐδὲν μᾶλλον· οὐκοῦν αἱ μὲν ἐγγὺς τοῦ ποταμοῦ καὶ κατʼ αὐτὴν Αἴγυπτον λίμναι οὐκ ἀφʼ αὑτῶν ἄρχονται δήπουθεν, ἀλλʼ ἐκ τοῦ ποταμοῦ πᾶσαι, καὶ διώρυχες εἰς αὐτὰς φέρουσιν, ἐάν τʼ Ἔφορος φῇ ἐάν τε μή. ὥστε ταύτας μὲν οὐδὲν ἀπεικὸς μετέχειν τῆς αἰτίας, ἥτις ἂν ᾖ τῷ ποταμῷ τῆς ἀναβάσεως· ἥ τε