Orationes 48
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
λέγω πάντα, ἐπεί τοι τινά γʼ ἔσθʼ ἃ καὶ μείζω παρέλιπεν· ὧν εἰπεῖν αὖ νῦν οὐδὲν ἐπείγει λέγειν, ἀλλʼ ἅ γε τῶν ὄντων ἑτέρως εἴρηκεν, οἷον ὡς ὑπὲρ Ἡλιούπολιν τεττάρων ἡμερῶν πορείαν αὖθις εὐρεῖα Αἴγυπτος, ἥ γε οὕτως εἰς στενὸν ἀεὶ κλείεται καὶ πρὸς γωνίαν ὥστε ὁ Νεῖλος εἰς αὐτὴν ὑπερβάλλει διʼ ἀμφοῖν τῶν ὀρῶν ἤδη
συμπεπτωκότων· καὶ τοῦτʼ εἰσὶν οἱ καταρράκται ἡ διὰ τῶν ὀρῶν τοῦ ποταμοῦ κατάβασις, Αἰγύπτου πάσης ὡσπερεὶ κορυφή. ὥστʼ ἔτι προσπλέων τῷ κατʼ Ἐλεφαντίνην ὅρμῳ εἰκάσεις κεκλεῖσθαι τὸ ῥεῦμα· μὴ γὰρ ὅτι Αἴγυπτος εὐρεῖα ἔτι, ἀλλὰ καὶ τὸ ῥεῦμα τοῦ Νείλου στενὸν ἤδη φαίης ἂν ὑπορρεῖν ὑπὸ τῆς πέτρας αὐτόν. ἴδοις δʼ ἂν καὶ πρὶν εἰς Ἐλεφαντίνην τελέσαι πρὸ οὐκ οἶδʼ ὁπόσων τινῶν σχοίνων συνιόντα οὕτω τὰ ὄρη ὡς μέσον εἶναι μηδὲν πλὴν τοῦ ῥεύματος αὐτοῦ, καὶ τοῦτο ἐνταῦθα εὖρος Αἰγύπτου ὅπερ τοῦ ποταμοῦ. ἢ τἄλλα ἄν τις ἐλέγχοι τῶν ἐκείνου πόσον ἔργον ἐπεξελθεῖν, ὅς γέ φησι καὶ περὶ τῶν πηγῶν δή που τοῦ Νείλου πυθέσθαι παρὰ τοῦ γραμματιστοῦ τοῦ Σαΐτου ὡς ἄρʼ εἴη ὄρη δύο μεταξὺ Συήνης καὶ Ἐλεφαντίνης, τούτων δὲ τῶν ὀρῶν ἐκ τοῦ μέσου ῥέοιεν αἱ πηγαὶ, καὶ τὸ μὲν ἥμισυ τοῦ ῥεύματος ἐπʼ Αἰθιοπίας καὶ νότου ἀνέμου ῥέοι, τὸ δʼ ἕτερον ἥμισυ ἐπʼ Αἰγύπτου τὰ βόρεια. καίτοι ἥ γʼ Ἐλεφαντίνη, μέχρι ἧς ἀναπλεῦσαί φησιν, ὑπʼ αὐτοῖς σχεδὸν τοῦ Νείλου τοῖς καταρράκταις ἐστὶν, ἀπέχουσα μάλιστα ἑπτὰ σταδίους. ἀνέπλευσα γὰρ οὖν ἔγωγε καὶ αὐτὸς καὶ εἶδον ἀκριβέστερον ἢ ἔδει φασίν. εἰ δὲ δεῖ κατʼ αὐτὸν Ἡρόδοτον καὶ παρεξελθεῖν ψυχαγωγίας ἕνεκα καὶ μηδὲν ἔξω τοῦ προκειμένου τὸν λόγον ἐξάγοντα, οὕτως συνέβη. ὡς ἀνῄειν ἐπὶ τοὺς βωμοὺς οὗ τοῖς Αἰθίοψίν ἐστιν ἡ φρουρὰ, πολὺ τῆς ὄχθης ἀποσπάσας τοῦ ποταμοῦ, ὑπερβὰς ἐπὶ τὸν ὅρμον, ὅς ἐστι πρῶτος ὑπὲρ Καταδούπων, εἰς Φίλας διέβαλον· ἔστι δʼ αὕτη νῆσος μεθόριον Αἰγύπτου καὶ Αἰθιοπίας, τοσαύτη τὸ μέγεθος ὅσηπερ ἡ ἐν αὐτῇ πόλις· περιρρεῖ δʼ αὐτὴν ὁ Νεῖλος ἀκριβῶς μέσην ἑαυτοῦ ποιῶν. ἐπεὶ δʼ ἐπανῄειν, ἐχώρουν μὲν πάλιν τὴν αὐτὴν ἀπὸ τῶν Φίλων, καὶ προσεδόκων νῦνγέ που τοὺς καταρράκτας ὄψεσθαι. καὶ τοὺς ἄγοντας ἀνηρώτων, οἱ δʼ ἠγνόουν. οὕτω δὴ γενόμενος πάλιν ἐν τῇ Συήνῃ, ἣν ἀπὸ τῆς Ἐλεφαντίνης ὁ Νεῖλος διαιρεῖ, δέομαι τοῦ φρουράρχου, καίτοι φαύλως ὑπʼ ἀρρωστίας διακείμενος, πέμψαι με ὀπίσω πλοῖόν τι κοῦφον δόντα, τῆς θέας ἕνεκα τῶν καταρρακτῶν, συμπέμψαι δὲ καὶ τοὺς ἀναγκάσοντας τοὺς ἐν τῇ νήσῳ τῶν καταρρακτῶν, εἰσὶ δʼ οὗτοι ναῦται συνήθεις τοῦ ῥεύματος, ἐπιδεῖξαι ἡμῖν αὐτούς τε καὶ τὸ θέαμα δὴ τὸ ναυτικὸν ὅ τι εἴη, ἐπυνθανόμην γὰρ τῶν αὐτόθι· ὁ δὲ μάλα μὲν ἐργῶδες ἔφη εἶναι καὶ ἐθαύμαζε τὴν γνώμην, οὔκουν αὐτός γε μέχρι τούτου θαρρῆσαι, ἠρνήθη δὲ οὐ τό γε παντελὲς, ἀλλʼ ἐπειδὴ
πειρώμενος ἀποτρέπειν οὐκ ἔπειθεν, οὕτω πέμπει, καὶ τἄλλα ἔχων οἰκείως καὶ βουλόμενος χαρίζεσθαι. ἀνέπλευσα δὴ κἀκείνους τε ἱέντας ὑπὲρ τῶν σκοπέλων, ὥσπερ εἰώθεσαν, εἶδον ἀπʼ ἄκρας τῆς νήσου, ἣ ἀνέχουσα ἐκ μέσου περιφανεῖς πανταχῆ ποιεῖ τοὺς καταρράκτας, καὶ προσέτι αὐτὸς ἐπεθύμησα εἰς τὸν λέμβον ἐμβὰς πειραθῆναι τοῦ πλοῦ, οὐ μόνον διὰ τῶν αὐτῶν διʼ ὧνπερ ἐκείνους εἶδον κατενηνεγμένους, ταῦτα δʼ ἦν τὰ πρὸς ἕω τῆς νήσου, ἀλλʼ ἀρξάμενος αὐτόθεν περιπλεῦσαι κύκλῳ πᾶν τὸ ὁρώμενον, καὶ κατὰ τὴν ἑτέραν τῆς νήσου πλευρὰν ἀφεῖναι κατὰ ῥοῦν ἐπὶ τὰς πόλεις. ὅπερ οὖν λέγω οὐκ ἀκούσας, ἀλλʼ ἰδὼν ἀκριβῶς οἶδα, ὅτι ἥ τʼ Ἐλεφαντίνη ὑπʼ αὐτοῖς ἐστι τοῖς καταρράκταις, μεταξύ τε Συήνης καὶ Ἐλεφαντίνης οὐδέν ἐστιν ἀλλʼ ἢ τὸ ῥεῖθρον τοῦ ποταμοῦ, καὶ προσοικεῖ τὴν ὄχθην ἑκατέρα τῶν πόλεων τούτων. εἰ τοίνυν Ἡρόδοτος εἰς Ἐλεφαντίνην ποθʼ ἧκεν, ὥσπερ εἴρηκεν, ἔσθʼ ὅπως πρῶτον μὲν ἀκοὴν διηγεῖτο περὶ ὧν εἶδεν, ἔπειθʼ οὕτω ψευδῆ ὥστε περὶ τῶν ἀρχαίων πηγῶν τοῦ Νείλου ζητῶν καὶ φήσας οὐδενός πω τἀληθὲς ἀκοῦσαι, ἀλλὰ τόδε μὲν ἤκουσα τοῦ γραμματιστοῦ γράψαι, καὶ ταῦτα τοῦ ἐν τῷ Σαϊτικῷ νομῷ περὶ τῶν ἐν Ἐλεφαντίνῃ, ** ἢ μνησθεὶς, εἰ μηδὲν ὧν ἤκουσεν εἶχε σιωπῆσαι, ἄλλοις ἂν ἢ τούτοις οἷς ἐγὼ νῦν εἶπον ἐλέγχοις ἐπὶ τὸν λόγον χρήσασθαι. νῦν δέ φησι μὲν ὡς παίζειν αὐτῷ δοκοίη ὁ γραμματιστὴς, διʼ ὧν δʼ εἰκὸς ἦν ἐλέγχειν,