Orationes 48

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

ἀπέλιπεν, ὅτι πρῶτον μὲν ἀπὸ πολλοστοῦ μέρους ἤρξατο φράζειν αὐτῷ τὰς πηγάς· πολλῶν γὰρ μηνῶν ἀνάπλουν ὑπὲρ τὸν τόπον τοῦτον ἔτι ὁ Νεῖλος γιγνώσκεται· ἔπειθʼ ὅτι ἀμήχανον οὗ μὴ ἔστι ῥεῖν τῷ ποταμῷ κατὰ συνήθειαν, ἀλλὰ ὑπὲρ τῶν πετρῶν καταρρήγνυσι βιαζόμενος τὴν κατάβασιν, ἐνταῦθα ἄνω φέρεσθαι τὸ ἥμισυ τοῦ ῥεύματος, ὥσπερ οἱ πρὸς τὰ ὑψηλὰ ὄρνιθες. τὸ γὰρ δὴ λεγόμενον οὐχὶ ἄνω ποταμῶν τοῦτʼ ἂν εἴη χωρεῖν, ἀλλʼ ὀρῶν ἄνω χωρεῖν τὰς τῶν ποταμῶν ἀκούειν πηγάς; ἀλλʼ οὔτʼ ἐλθὼν εἰς Ἐλεφαντίνην οὔτε σαφὲς περὶ τούτων εἰδὼς οὐδὲν κέχρηται λόγῳ πειθομένοις μὲν κεχαρισμένῳ, ἀπιστοῦσι δʼ ἔχοντι ἀναφοράν.

ἔπειτα ἐπὶ τούτοις προειρημένοις φησὶν, εἰ ἄρα ταῦτʼ ἀληθῆ, δοκεῖν αὐτῷ δίνας ἐνταῦθα εἶναι καὶ παλιρροίας

τοῦ ποταμοῦ. καὶ τί δεῖ παλιρροίας καὶ δίνας λέγειν, ἀμελήσαντα ὅτι οὔτʼ αὐτόθεν ὁ Νεῖλος ὁρμᾶται, ἀλλὰ πολὺ πλείων ὁ ἄνω τόπος αὐτόθεν ἤπερ ὁ πρὸς θάλατταν, οὔθʼ ὑπὲρ τοὺς καταρράκτας δυνατὸν τὸ ὕδωρ ὑπερβαλεῖν, εἰ μὴ κατʼ Αἰσχύλον ὡς ἀληθῶς ἐξ αἰθέρος τις αὐτὸ κατάπαλτον φέρεσθαι θείη, οὔτʼ ὄρος οὐδέν ἐστι μεταξὺ Συήνης καὶ Ἐλεφαντίνης, ἀλλὰ μᾶλλον ἐν τῷ μεταξὺ τῶν ὀρῶν ἥ τε Συήνη καὶ ἡ Ἐλεφαντίνη. οὐ μὴν ἅπαν ψεῦδος τὸ εἰρημένον, ἀλλʼ εἰσὶ μὲν αἱ πηγαὶ ἐν τῷ μεταξὺ Συήνης καὶ Ἐλεφαντίνης ὡς ἀληθῶς, πέτραι μεγάλαι δύο ἐν μέσῳ τῷ πόρῳ ἀνέχουσαι καὶ τὸ μέσον αὐτῶν Αἰγύπτιοί φασιν εἶναι πηγάς. εἰσὶ δʼ οὐ παντὸς αὗται τοῦ ποταμοῦ, ἀλλὰ τῷ πρὸς Αἰγύπτου κάτω συντελεῖς, οὐκ ἀρχαῖαι. καὶ μὴν καὶ τὸ βάθος γε οὐκ ἐφικτὸν ἔφασκον εἶναι πειρωμένῳ, πειρᾶσθαι δὲ οὐ συμφέρειν· τοῦτό με καὶ ἀπέτρεψεν ὄντα πρὸς αὐτῷ καὶ δὴ, οὐ γὰρ ἦν τοσοῦτον τὸ διάφορον. αὗται οὖν αἱ πηγαὶ κατὰ φύσιν που ῥέουσι, καὶ οὐ μόνον τῷ λόγῳ πείθομαι ὅτι εἰσὶν αὐτόθι πηγαὶ, ἀλλὰ καὶ αὐτῷ τῷ πράγματι· πολὺ πλείων ἀπὸ
τούτων ὁ ποταμός ἐστι καὶ τὸ εὖρος καὶ ἅπας ὡς ἔπος εἰπεῖν, καὶ πλοῖα μείζω δέχεται προϊὼν καὶ οὐ μείζω

μόνον, ἀλλὰ καὶ πολλῷ. καίτοι τοὐναντίον οἱ ποταμοὶ πάσχουσι, προϊόντες ἐλάττους γίγνονται, ὅταν μὴ ἄλλο ὕδωρ ἐπιβοηθῇ.

εἰ δὲ δεῖ καὶ περαιτέρω διαβῆναι, ἐρῶ σοι διʼ ὀλίγων ἃ ἤκουσα ἀνδρὸς Αἰθίοπος τῶν ἐκεῖ δυνατῶν. ὁ μὲν γὰρ ὕπαρχος ἀπὼν ἐτύγχανεν, ἡνίκα ἡμεῖς ἐπέβημεν τοῦ χωρίου, ἐπιτροπὴν δέ τις ἔχων ἦν, ὃς ἐμοὶ διʼ ἑρμηνέων εἰς λόγους ἧκε. καὶ ὅσα μὲν ἔξω τοῦ παρόντος ἐστὶ λόγου παραλείψω, ἔφη δʼ εἰς Μερόην, ἥπερ ἐστὶ πόλις μεγίστη τῶν ἐν Αἰθιοπίᾳ καὶ οὗ τὰ βασίλεια τῶν Αἰθιόπων, τεττάρων, οἶμαι δὲ καὶ ἓξ εἶπε μηνῶν, αὐτόθεν εἶναι πλοῦν, καταρράκτας δὲ ἐκδέχεσθαι πολλοὺς ἄλλους ἐπʼ ἄλλοις, σχεδὸν εἰς ἓξ καὶ τριάκοντα τοὺς σύμπαντας ὑπὲρ Ψέλχιν μέχρι Μερόης, καὶ τοῦτο πᾶν εἶναι τὸ γιγνωσκόμενον δὴ ῥεῦμα τοῦ ποταμοῦ. Μερόης δὲ ἐπέκεινα οὐ μέμνημαι μεθʼ ὁπόσον τι ἔφη οὐκ εἶναι τὸ ῥεῦμα καθʼ ἓν, ἀλλὰ δύʼ εἶναι ῥεύματα, ὧν τὸ μὲν ἕτερον γήινον τὴν χρόαν, τὸ δʼ ἕτερον ἀέρος ἐγγύς. ταῦτα δὲ συνιόντα καὶ μιγνύμενα γίγνεσθαι τὸν Νεῖλον τοῦτον, τὰ δὲ ἄνω οὔτʼ αὐτὸς ἔφη ἔτι γιγνώσκειν οὔτʼ ἄλλον Αἰθιόπων οὐδένα εἴς γε τὸ παντελὲς, ἀλλʼ εἶναι μὲν ἀνθρώπους μέλανας, μελαντέρους ἑαυτῶν τε καὶ τῶν ὁμόρων τοὺς ὑπὲρ αὐτῶν ἀεί· εἰς ἄκρον δὲ οὐκ ἔχειν ἀνενεγκεῖν ὅθεν καὶ διʼ ὧν φέρεται τὰ πρὸς πηγῶν ὁ ποταμός. καίτοι πῶς οὐκ ἄτοπον καὶ ὑπερφυὲς Αἰθίοπας μὲν ὁμολογεῖν μὴ ἔχειν εἰπεῖν τοῦ Νείλου τὰς πηγὰς, ἡμᾶς δὲ ἀεὶ τούτου μὲν ζητουμένου, εὑρημένου δὲ οὐδέπω καὶ νῦν, τίς ἡ τῆς ἀναβάσεως αἰτία φροντίζειν καὶ τὸ πρῶτον, φασὶν, οὐκ εἰδότας τὸ δεύτερον ζητεῖν; καὶ ταῦτʼ οὐχ ἵνʼ Ἡροδότῳ πρὸς

ἀηδίαν ἐπιτιμήσω διεξῆλθον—οὔτε γὰρ ἄλλως τῶν ἠσκηκότων ἔγωγε τὸ τοιοῦτον, ἀλλʼ οὐδὲ τοῖς ποιοῦσι συγχαίρω, Ἡροδότῳ τε καὶ αὐτοῦ τοῦ ἔρωτος χάρις, ὃν ἡμῖν πρῶτος ἐνέβαλεν Αἰγύπτου, καὶ τἄλλα, φασὶν οἱ παρρησιαζόμενοι, φίλος ἁνὴρ—ἀλλʼ οὔπω περὶ τούτων τἀληθὲς εἴρηται. πρόειμι δὲ πορρωτέρω τῶν ἐλέγχων, ἵνα ὥσπερ κεφαλαίῳ κατακλεισθεὶς ὁ λόγος βεβαιωθῇ. ἄρχεται μὲν γὰρ ἡ ἀνάβασις τροπαῖς θεριναῖς ἢ ὀλίγῳ βραδύτερον· τότε δʼ Αἰγύπτου τῶν πρὸς