Orationes 48

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

προὔργου τοῦ παραδείγματος, τοῦ μὲν γὰρ ἡλίου διττὴν οὖσαν τὴν κίνησιν ὁρῶμεν ὡς περὶ τῶν ὅλων περάτων εἰπεῖν, ἀφʼ ὧν καὶ τὰ μήκη καὶ τὰς βραχύτητας ἑκάστων τῶν χρόνων ἔξεστι συλλογίζεσθαι· ὅτε δʼ αὐτὸ τοῦτο ὁμολογεῖται περὶ Νείλου, μηδέπω καὶ νῦν εὑρῆσθαι πόθεν

ὁρμᾶται καὶ τί τὸ νότιον πέρας αὐτοῦ, πῶς οἷόν τε τὴν αἰτίαν ζητεῖν, ἢ πῶς εἰπεῖν πόθεν αὔξεται; ἀλλʼ ἴσως οὐκ ἐπὶ τούτου μόνον, ὥσπερ ἔφην, ἀλλὰ καὶ ἐπʼ ἄλλων χαλεπὸν τὰς αἰτίας ἐξευρεῖν. τέτταρα δὲ ἐπὶ πᾶσι σημεῖα ποιησάμενος τοῦ μὴ τὰ νέφη μηδὲ τοὺς ἐτησίας ἀνάγειν τὸ ῥεῦμα, καὶ δὴ καταλύσω τὸν περὶ τούτου λόγον. ὧν ἓν μέν ἐστι τὸ καὶ πρὶν ἐτησίας συμβῆναι πολλάκις αἴρεσθαι τὸν ποταμὸν, δεύτερον δὲ τὸ μὴ καὶ συμβάντων ὅλως, τρίτον δὲ καὶ τέταρτον τούτοις ἀκόλουθα τὸ μὲν ὡς οὐ τηνικαῦτα μέγιστος ἐπέρχεται, ἡνίκʼ ἂν μέγιστοι καταίρωσιν ἐτησίαι καὶ νέφη πλεῖστα κινήσωσι, τὸ δʼ ἐναλλὰξ ὡς οὐ τηνικαῦτα αὖ βραχύτατος, ἡνίκʼ ἂν τὰ πνεύματα κοῦφα συμβῇ, πάντα ταῦτα εἰκὸς ὂν οὐχ ὡς νῦν ἔχειν, εἴπερ ἢ οἱ ἐτησίαι κύριοι τοῦ ῥεύματος ἦσαν, ἢ κατὰ στόμα εἴργοντες, ἢ πληροῦντες ἐξ οὐρανοῦ.

ἵνα δὲ καὶ τὴν Ἡροδότου γνώμην μὴ παντάπασιν ἀτιμάσωμεν ὡς δὴ τὸ παράπαν οὐδʼ ἀντειπεῖν ἄξιον, φέρε σκεψώμεθα ἃ κἀκείνῳ περὶ τούτων δοκεῖ. φησὶ δʼ, εἴ τι μεμνήμεθα, ἀπελαυνόμενον τὸν ἥλιον ὑπὸ τῶν ἐνταυθοῖ χειμώνων ἔρχεσθαι τῆς Λιβύης τὰ ἄνω καὶ τήκειν τὸ ὕδωρ, τήκοντα δὲ ἐλάττω ποιεῖν τὸν Νεῖλον τοῦ χειμῶνος ἢ τοῦ θέρους. ἔστι δὲ τοῦτο οὐκ εἰπεῖν πῶς ὁ Νεῖλος αὔξεται, ἀλλὰ πῶς μειοῦται συμπλάσαι. ὅτι μὲν γὰρ τοῦ χειμῶνος καθαρώτατός ἐστιν ὁμολογεῖται παρὰ πάντων, τούτου δὲ οὕτως ἔχοντος αὔξοιτʼ ἂν τοῦ θέρους, ὅτʼ ἐστὶ μείζων

ἅμα καὶ θολερώτερος. ἔτι οὖν μένει τὸ ζητούμενον, ἕως ἄν τις μὴ δείξῃ τοῦτο, πῶς ὁ ῥοῦς ὑψοῦται, τὸ γὰρ κύριον καὶ πρῶτον αὐτοῦ ῥεῦμα τὸ χειμερινὸν φαίνεται. ἄνευ δὲ τούτων, εἰ μὲν τοσοῦτον ἦν τὸ διαφέρον παρὰ τὴν χειμερινὴν τοῦ ἡλίου πορείαν, ὥστε ποιεῖν θέρος περὶ τὴν ἐκεῖ γῆν, ὅταν ἐνταῦθα χειμὼν ἵστηται, καὶ πάλιν αὖ χειμῶνα, ὁπόταν θέρος ἵστηται παρʼ ἡμῖν, ἴσως ἂν ἦν

παραδέξασθαι. νῦν δʼ ὅτι μὲν οὐκ ὀλίγον θέρμῃ προφέρει τἀκεῖ τῶν παρʼ ἡμῖν τοῦ χειμῶνος οὐδεὶς ἀντιλέγει, οὐδὲν μὴν κωλύει καὶ κατʼ αὐτοὺς ἐκείνους ἐλάττω τὸν ἥλιον τοῦ χειμῶνος ἢ τοῦ θέρους ἔχειν τὴν ἰσχύν. οὐδὲ γὰρ τοῦ θέρους δή που περὶ μὲν τὴν ἄρκτον καὶ τὴν ταύτῃ γῆν ἰσχύειν αὐτὸν φήσομεν, Αἰγύπτου δὲ καὶ Λιβύης ἀποχωρεῖν, ἀλλʼ ἐκεῖ καὶ μᾶλλον κάει, μάλιστα μὲν, οἶμαι, ἐν Αἰθιοπίᾳ, ἔπειθʼ, ὥσπερ εἰκὸς, ἐν Αἰγύπτῳ, μάλιστα μὲν ἐν τοῖς ἀνωτάτω, ἔπειτα ἑξῆς κατὰ λόγον, ἐπεὶ καὶ περὶ τὴν Σκυθικὴν γῆν καὶ τὸν Πόντον οὐδὲν κωλύει τὸ θέρος ψυχρότερον τοῦ θέρους τοῦ παρʼ ἡμῖν εἶναι πολλῷ γε, καίτοι τοῦ ἡλίου τὰ βόρεια ἐλαύνοντος τοῦ παντὸς οὐρανοῦ. καίτοι εἰ ἀντεστρέφοντο αἱ ὧραι τοῦ ἔτους ἐν τοῖς τόποις τούτοις, ὁμοίως μὲν ἂν πρὸς μεσημβρίαν ἀπιόντος τοῦ ἡλίου καὶ χειμῶνα ποιοῦντος ταύτῃ θέρος ἦν κατʼ Αἴγυπτον καὶ τὴν τοῦ Νείλου λῆξιν, ὁμοίως δʼ ἂν πρὸς ἄρκτον ἐπανιόντος ἐπλεονέκτει θέρμῃ τὰ πρόσβορρα, ὃ πολλοῦ δεῖν οὕτως ἔχειν φαίνεται. εἰκότως·

κινεῖται μὲν γὰρ, οἶμαι, τὰ πρὸς ἄρκτον, οὐ μὴν πληροῖ γε εἰς αὐτήν. οὐκοῦν ὅτε τοῦ θέρους αὐξανόμενος φανερός ἐστιν ὁ Νεῖλος, δῆλον ὅτι τοῦ γε χειμῶνος ἀδυνάτως ἔχει τήκεσθαι. εἰ γὰρ ἦν ὁ ἥλιος αἴτιος, εἶργεν ἂν τοῦ θέρους ἔτι μᾶλλον τὴν ἀνάβασιν, ἰσχυρότατός γʼ ὢν αὐτὸς αὑτοῦ τότε κἀκεῖ πολλῷ, ὥστʼ αὐτὸ ἐν αὑτῷ λύεται. εἰ μέν γε τηνικαῦτα ἐξέτηκεν, ἔθʼ ἧττον ἂν εἴα πληροῦσθαι νῦν· εἰ δὲ μὴ τήκει τοῦ χειμῶνος, οὐ διὰ τοῦτο ὁ Νεῖλος μείζων τοῦ θέρους. ὅμοιον δʼ εἶναί μοι δοκεῖ τό τε ἀπελαύνεσθαι φάσκειν τὸν ἥλιον ὑπὸ τῶν χειμώνων καὶ τὸ τὸν Νεῖλον τῷ ἡλίῳ τήκεσθαι. ἀλλʼ οὔθʼ οἱ χειμῶνες τὸν ἥλιον ἀπελαύνουσιν, ὦ κάλλιστε λογοποιῶν, οὐδὲ γὰρ ἐφικνοῦνται τῆς τοῦ ἡλίου χώρας, ἀλλʼ ὁ ἥλιος ἀποχωρῶν κατὰ τὴν αὑτοῦ πορείαν καὶ φύσιν τοῖς ἀνέμοις παρέχει ψυχροῖς καὶ βιαίοις ἔτι μᾶλλον γίγνεσθαι· οὔτε ὁ Νεῖλος τηκόμενος ὥσπερ ὁ Ξάνθος ὑπὸ τοῦ Ἡφαίστου τοῦ ἡλίου συστέλλει τὸ ῥεῦμα.

ἀλλὰ γὰρ εὐφημότατα καὶ κάλλιστα εἰρηκὼς Ἡρόδοτος περὶ Αἰγύπτου καὶ Νείλου ὀλίγα τῶν ἀληθῶν εἰρηκέναι κινδυνεύει, οὐχ ὡς ἐπὶ τὸ μεῖζον αἴροντος αὐτοῦ