Orationes 48

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

καὶ τὰ κάτω τῆς Αἰγύπτου λαμπρῶς πολλάκις ὕεται, — ψακάδι μὲν γὰρ καὶ ἄνω πολλάκις ὡς ἐν χρόνοις, ἀλλὰ τά γε πρὸς θαλάττης καὶ κατὰ συνήθειαν πολλῷ—καὶ οὐδʼ ὁπωστιοῦν ἐπίδηλον τῷ Νείλῳ γίγνεται. καίτοι πῶς εἰκὸς τοὺς μὲν ἐν Αἰγύπτῳ γιγνομένους ὄμβρους μὴ κινεῖν αὐτὸν ὅσοι ποτʼ ἂν ὦσιν, ἀλλὰ πάσχειν τὸ ὕδωρ ταυτὸν ὅπερ τὸ εἰς τὴν θάλατταν εἰσχεόμενον ἀδήλως ἀναλοῦσθαι, ἐκ δὲ τῶν ἀπορρήτων τόπων, ὡς ἔοικε, τῆς οἰκουμένης ὑπάρχειν αὐτῷ τὴν ἐπίδοσιν, ὥσπερ σοφιζόμενον τὸν

Νεῖλον ἢ δεδοικότα μὴ φανῇ διὰ τοῦτο αὐξανόμενος; εἰ δὲ ταῦτʼ ἐστὶ γέλως, τοιαῦτʼ ἐστὶν ἃ λέγουσιν οἱ προστιθέντες τὴν αἰτίαν τοῖς ὄμβροις.

βούλομαι δέ σοί τι καὶ περὶ τῶν νεφῶν μικρὸν διηγήσασθαι. ὅτε γὰρ τὸ δεύτερον εἰς Αἴγυπτον ἀνέπλεον τὸν εἰς κορυφὴν ἀνάπλουν, ἐνέτυχεν ἡμῖν περὶ τὸν Θηβαϊκὸν τόπον ἐν νομῷ ὄνομα Ἑρμουνθὶ ἄνθρωπος φυγὰς ἐκ τῆς κάτω πόλεως, Δραῦκος ὄνομα, φίλου καὶ ἑταίρου συμπλέοντος ἡμῖν συστήσαντος αὐτὸν, ὡς εἶδεν ἐκεῖ. ὡς δὲ συνέβη λυθῆναι τὴν φυγὴν αὐτῷ καὶ ἧκεν ἐπὶ θάλατταν, προσῄει πολλάκις ἡμῖν καὶ ἐχρώμεθα ὥσπερ εἰκὸς οἰκείως αὐτῷ. καί ποτε οὑτωσὶ περιεπατοῦμεν περὶ δείλην ὀψίαν ἐν τῷ μεγάλῳ δρόμῳ τῷ κατὰ τὰς στοὰς καὶ ἦσαν ἐτησίαι λαμπροί· ἀπεβλέψαμεν οὖν εἰς τὰ νέφη, καί τις ἔφη τῶν παρόντων, ταῦτα δὴ τὰ τοῦ Νείλου πνεύματα· οὕτω γάρ πως ὠνόμασε. καὶ ὃς ἐγέλασεν. ἐρομένου δέ μου ὅ τι αὐτῷ τοῦτο βούλοιτο, οὐκ οἶσθα, ἔφη, ὅτι ἐγὼ τρία ἑξῆς ἔτη κατετρίβην ἐπʼ ἄκροις Αἰγύπτου; οἶδα, ἔφην, ἀλλὰ τί τοῦτο; ὅτι ἐγὼ ἐν τοσούτῳ χρόνῳ τριφθέντι μοι πανταχῆ σκοπῶν οὐκ ἠδυνήθην ἰδεῖν νέφος αὐτόθι τοῦ θέρους, ἀλλὰ ἑστηκότα ἀκλινῆ τὸν ἀέρα ὥσπερ τὰ γεγραμμένα. καίτοι νομίζω, ἔφη, ὁρᾶν τά γε ἐγχωροῦντα, ἀλλʼ ἐγὼ οὐκ εἶδον νέφος, ἃ ὑμεῖς, ἔφη, οἴεσθε ἐνθένδε ἐλαυνόμενα ἄνω καταρρηγνύντα πληροῦν τὸν Νεῖλον. τοῦτο δὴ καὶ τότε ἀκούσας ἐθαύμασα καὶ ἥσθην, καὶ σοὶ νῦν ἀπομνημονεύσας ἐξήγγειλα, ὅπως εἰδείης πόρρω τοῦ ἀληθοῦς ὄντας καὶ τοὺς τούτῳ τῷ λόγῳ καταχρωμένους τε

καὶ πεπιστευκότας καὶ ὅλως ἐπίστῃ τὸ τοῦ Νείλου πρᾶγμα ὅτι κινδυνεύει μόνος ποταμῶν οὐδέποτε ὁ αὐτὸς εἶναι, ἀλλʼ ἐν αὔξῃ καὶ φθίσει ῥέων ὁμαλῶς, εἰ δὲ βούλει ἀνωμάλως διατελεῖ, ταῖς ἡμέραις τε καὶ νυξὶ τὰ μάλιστά πως παραπλησίως καὶ τῷ περὶ τὴν σελήνην. ἀρχόμενός τε γὰρ εἰς ὕψος ἰέναι, ἐπάγων ἀεὶ ἕτερον ἐφʼ ἑτέρῳ, οὕτως προβαίνει τῇ προσθήκῃ προστιθεὶς, ἄχρι ἂν τὸ μήκιστον αὐξηθῇ, καὶ συναγερθεὶς ἅπας, ὥσπερ ὁ τῆς σελήνης κύκλος, ἄρχεται λήγειν αὖθις ὑποστρέψας, ὥσπερ στροφήν τινα δευτέραν ἀποδιδοὺς ἐπὶ θάτερα· καὶ καταλαμβάνει πάλιν ἡ ἑτέρα περίοδος τῆς ἐπιρροῆς, πολλάκις δὲ καὶ ἐνέμεινε τῆς προτέρας ὅσον μὴ λαθεῖν. οὔτʼ οὖν παρὰ τὴν ἀνάβασιν ὁ αὐτός ἐστιν, ἀεὶ γὰρ αὔξεται, μέχρι ἂν τὰ τέλεια ὑψωθῇ, οὔτʼ αὖ παρὰ τὴν ἀπορροὴν, ἀεὶ γὰρ λήγει, μέχρι ἂν ἀποδῷ. οὕτω δή τοι τό γε τοῦ Νείλου θειότερόν τι καὶ ἰδιώτερον ἔοικεν εἶναι ἢ κατὰ τοὺς ἄλλους ποταμούς τε καὶ ῥεύματα, καὶ εἰ τούτου ζητοῦμεν αἰτίας, ζητῶμεν καὶ ὧν εἶπον, τί δή ποτε ἡμέρα μὲν ἡμέρας μικρὸν προφέρειν ἐτάχθη, μέχρι ἂν κορυφωθῇ τὸ μήκιστον, ἔπειτα ὑπολείπειν, ἄχρι ἂν εἰς τοὐλάχιστον

ἀφίκηται, τὸ μὲν ἐξ ἀρχῆς ἑαυτῆς, εἶτα καὶ τῆς νυκτὸς ἐλάττων μετʼ ἰσημερίαν γιγνομένη, νὺξ δὲ ἀντιλαβοῦσα αὔξην ταὐτὰ ταῦτα πάσχει, ἐκ προσθήκης καὶ ἀφαιρέσεως προϊοῦσα καὶ ἐπανιοῦσα, μέχρι ἂν ὥσπερ οἱ γεωμέτραι καλοῦσιν εἰς ἐκεῖνο καταστῇ ὅθεν ἤρξατο φέρεσθαι, ταὐτά τε καὶ τἀναντία τῇ ἡμέρᾳ πάσχουσα ἀεί. καὶ γὰρ εἰ τὰ μάλιστά τις εἶναι ταῦτά γε φήσει φανερὰ, τῇ τοῦ ἡλίου πορείᾳ προστιθεὶς τὴν αἰτίαν, ἀλλʼ οὐκ αὐτῆς αὖ τῆς περὶ τὴν πορείαν τάξεως οὐδὲ τοῦ ταῦθʼ οὕτως ἀνάγκαις τὸ ἐξ ἀρχῆς κατακλεισθῆναι, οἷον εἰ βούλει τριμήνοις μὲν χρόνοις ὡρίσθαι τὰς μεταβολὰς, νυκτὶ δὲ καὶ ἡμέρᾳ τοσοῦτον τὸν σύμπαντα ἀποδοθῆναι χρόνον, εἶναι δὲ ὅρους τακτοὺς τῷ θεῷ πρὸς ἄρκτους καὶ μεσημβρίας, οὓς οὐχ οἷόν τε ὑπερβῆναι, τούτων οὐδενὸς δή που τὸ αἴτιον δείξει, πλὴν εἰ προσποιήσεται. καίτοι τοσοῦτόν γʼ ἐστὶ