Orationes 48

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

ὡς οὐκ ἐξ ὄμβρων αὔξεται, ὅτι οὐκ ἐμπλήκτως οὐδʼ ὀξέως οὐδʼ ὡς ἂν τύχῃ φέρεται, ἀλλʼ ὃ δὴ λέγουσιν Αἰγύπτιοι, ἐργάζεται ὥσπερ ἄλλο τι· καὶ ἀεὶ τὸ ἔργον αὐτῷ κατὰ

λόγον χωρεῖ. ἔπειθʼ ὁπόταν λήξωσιν οἱ ὑετοὶ καὶ ὁ πολὺς δή που τῶν ποταμῶν ὄγκος πέφυκεν ὑπορρεῖν οὐκ εἰς μακράν. πῶς οὖν ἐπὶ τοσοῦτον τοῦτον ἀνταρκεῖν φήσομεν ἐκ τοιαύτης αἰτίας; ἀφομοιοῦντες γὰρ αὐτὸν κατʼ ἄλλον τρόπον ποιοῦμεν ἀνόμοιον καὶ δύο τὰ ἀτοπώτατα μίγνυμεν, θέντες μὲν οὐχ ὁμοίως ἔχειν τοῖς ἄλλοις, εἶθʼ ὅμοιον ἀποφαίνειν πειρώμεθα, ὅμοιον δʼ αὖ τιθέντες δείκνυμεν οὐχ ὁμοίως διακείμενον. εἰ μὲν γὰρ τρισὶν ἢ τέτταρσιν ἢ καὶ διπλασίαις που τούτων ἡμέραις ἐπληροῦτο αὐτῷ τὸ κεφάλαιον, ἢ μὴ πολλοστόν γʼ ἦν τὸ τοσοῦτον τοῦ παντὸς χρόνου τῆς ἀναβάσεως, τάχʼ ἄν τι κομψὸν εὕρητο· εἰς τέταρτον δὲ μῆνα μάλιστα ἐξικνεῖσθαι καθʼ ἑκάστην ἡμέραν ὑψούμενον τίς λόγος ἐστὶν ἐξ ὑετῶν; καὶ μὴν οὐδʼ οἱ παρʼ ἡμῖν ποταμοὶ συνεχῶς τοῦ χειμῶνος τέτανται· ἀλλʼ ὗσεν, ἐπῆλθον· ἐπαύσατο, ὑφεῖσαν· μείζους καὶ ἐλάττους διατελοῦσι γιγνόμενοι παρὰ τοὺς ὄμβρους αὐτοῦ τοῦ χειμῶνος ἐκ μεταβολῆς. χρῆν τοίνυν καὶ τὸν Νεῖλον εἴπερ ἐξ ὑετῶν ᾔρετο, μὴ διηνεκῆ τὴν αὔξησιν ἴσχειν μηδʼ ἐπὶ προσθήκην ἀεὶ χωρεῖν ἐπὶ τὸ πλεῖστον καὶ μέγιστον ἐκ τοῦ βραχυτάτου καὶ πρώτου, μέχρι ἐξεπλήρωσεν, ἀλλʼ ἀνώμαλον καὶ μεταπίπτουσαν καὶ τὴν ἐπίδοσιν καὶ τὴν ἀναχώρησιν ἔχειν ἐν μέρει. ὥστʼ οὐκ ἂν ἦν τὸ λεγόμενον αὐτὸ τοῦτο ἀνάβασις τοῦ Νείλου, ἀλλʼ ἀναβάσεις ἂν ἦσαν πολλαὶ, καὶ πάλιν γε ἀπόρροιαι τοῦ θέρους ἑκάστου, καθότι κἀκ τῶν ὄμβρων συνέβη. ἔτι τοίνυν ὥσπερ τοῦ χειμῶνος οὐ συνεχεῖς τοὺς ὄγκους ἔχουσιν οἱ ποταμοὶ, οὕτω καὶ τοῦ θέρους ἐνίοτε ἐπιδιδόασι παρὰ τὴν σχέσιν τὴν οὖσαν ἡνίκʼ ἂν ὕσῃ. ἔτι τοίνυν ἃ τούτοις συμβαίνει, συνέβαινε καὶ τῷ Νείλῳ κατὰ θάτερα, καὶ ὁ Νεῖλος ἂν ηὔξετο τοῦ χειμῶνος ἐνίοτε ὥσπερ οὗτοι τοῦ θέρους. ὥστε ὁμοίως μὲν οὗτοι μείζους ἐγίγνοντʼ ἂν, τοτὲ μὲν
τοῦ θέρους, τοτὲ δὲ τοῦ χειμῶνος ἑαυτῶν, ὁμοίως δὲ ὁ

Νεῖλος ὅτι μὴ πλέον ἢ ἑκάτεροι μείζους καὶ ἐλάττους παρὰ τὴν ὥραν ἑκατέραν. ἀλλὰ μὴν εἰ μηδεπώποτʼ αὐξηθεὶς χειμῶνος ὁ Νεῖλος ἀκούεται, τοὺς δὲ παρʼ ἡμῖν ἔστιν ἰδεῖν μείζους ἑαυτῶν γιγνομένους τοῦ θέρους, ἐὰν ὄμβροι κατάσχωσιν, ἄλλο τι χρὴ ζητεῖν τὸ τῆς ἀναβάσεως αἴτιον, εἴπερ δὴ, ὡς τό γʼ ἐξ ὄμβρων οὐδαμῆ συμβαίνει.

οὐ τοίνυν μόνον αὔξεται τακτὰ ὁ Νεῖλος, ἀλλὰ καὶ ἀπολήγει τεταγμένως ὀπίσω καὶ σχεδὸν οὐκ ἐν ἐλάττονι χρόνῳ καθίσταται εἰς τὸ ἐξ ἀρχῆς ἢ ἐν ὅσῳ προϊὼν ἐξεπλήρωσε. καίτοι οἵ γʼ ἐκ τῶν ὄμβρων αὐξανόμενοι ποταμοὶ οὐδαμοῦ τοῦτο πάσχουσιν, οὐδʼ ἔπεστιν αὐτῶν τάξις οὐδετέρῳ τῷ παθήματι· εἰκότως, ὅτε γε μηδʼ αὐτοῖς τοῖς ὄμβροις. οὐκοῦν καὶ τὸ ἅπαξ τοῦ ἔτους ἀναβαίνειν, τοὺς δʼ ἄλλους ὡς τύχοιεν ἑκάστοτε, καὶ τὸ μὴ ἀπολείπειν πρὶν ἐκπληρῶσαι καὶ τὸ πληρώσαντα αὖθις ἀπορρεῖν, καὶ ἡ μετὰ τοῦτο ἡσυχία τοῦ ῥεύματος οὐκ ἐᾷ παρὰ τοῖς ὑετοῖς εἶναι τὴν πρόφασιν δοκεῖν. εἰ δὲ δεῖ καὶ τοῦτο εἰπεῖν, ὑπερβαλόντι

καταρράκτας ψάμμος ἔνθεν καὶ ἔνθεν ἐστὶ τοῦ Νείλου, τὸ μὲν δὴ κατὰ Λιβύην καὶ παντάπασιν ἔρημοι θῖνες. ὥστʼ εἴπερ ὗεν, οὐκ εἰκός γε ἦν γίγνεσθαι ῥεύματα, ὑποδεχομένης τῆς ψάμμου τοὺς ὄμβρους εἰς αὑτήν. ἃς γοῦν ἴσμεν ψάμμους ἄλλας εὐμεγέθεις, ἴσμεν τοῦτο πασχούσας, ἐπεὶ καὶ αἱ περὶ τὰς εἰσβολὰς τὰς ἐξ Ἀράβων εἰς Αἴγυπτον ψάμμοι οὐ τοσοῦτον ὕσει ὡς παρήσουσι ῥεῦμα ὕδατι. αἱ δὲ δὴ πρὸς Λιβύης καὶ κατάντεις ἐπὶ θάτερά εἰσιν ἀπὸ τοῦ ποταμοῦ περιφανῶς, ἄνευ τοῦ κατʼ ἄμφω παραλλάττοντος, καὶ τοῦ τῆς ψάμμου ταύτης παρʼ ἃς ἴσμεν ἄλλας πλήθους καὶ τοῦ κατὰ τὸν ποταμὸν ῥεύματος τοσοῦτον ὑψουμένου, ὅσον εἰ καὶ ὑπὲρ ἀντιτύπου θαυμαστὸν ἦν. καὶ περὶ Μερόην γέ φασιν ὕειν, καὶ εἰ τοῦτʼ ἦν αἴτιον τῆς ἀναβάσεως, οὐκ ἂν ἐλάνθανε δή που τοὺς αὐτοὺς ὁρῶντας καὶ προσοικοῦντας, οὐδʼ ἂν ἐζητεῖτο ὑπʼ αὐτῶν ἐκείνων ὁπόθεν κατέρχεται, ἀλλʼ ἦν ἂν φανερὸς αὐτόθεν αὐξανόμενος. οὐ τοίνυν ἐστὶν οὐδʼ ἔχουσι λέγειν Αἰθίοπες, οὐδὲν ἔχοντες λέγειν ὡς ὕει παρʼ αὐτοῖς. ἄμφω γοῦν ἤκουσα παρʼ αὐτῶν. πῶς οὖν ἐξ ὑετῶν αἴρεται; ἔτι τοίνυν