Orationes 48

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

οὐδʼ οἰκεῖν ἔτι φασὶν εἶναι διὰ καῦμα, ποίαν εἰκὸς εἶναι χιόνα, ὑφʼ ἧς γίγνεσθαι ῥεῦμα τοσοῦτον; ὅμοιον γάρ ἐστι τοῦτό γε ὥσπερ ἂν εἴ τις τοὺς ἐν τῇ Αἴτνῃ κρατῆρας ἀπορροὴν εἶναι κρυστάλλου βιάζοιτο, ἢ εἴ τις τὴν μὲν χιόνα θερμαίνειν, τὸ δὲ πῦρ ψύχειν ἐπιχειροίη λέγειν. ὅταν γὰρ ἐν αὐτῇ τῇ χώρᾳ τῆς θέρμης τιθῇ τις εἶναι χιόνα, πῶς οὐ τοιοῦτον γίγνεται, ὥσπερ ἐξ Ὀδρύσων ἢ Βισαλτῶν τὸν Νεῖλον ὁρμώμενον, ἀλλʼ οὐχ ὅθεν οὐδʼ εἰπεῖν ἔχομεν πλήν γε δὴ ὅτι ἀεὶ ἀνὰ πλέον εἰς θερμότερα ἀφικνεῖ, ἕως οὐκ ἔστιν ἀντισχεῖν. καὶ ὡς ἔοικεν, Αἰγυπτίων μὲν οἱ μὴ ἀποδημήσαντες οὐδὲ εἶδον χιόνα, ἀλλʼ οὐδʼ ἑτέρου λέγοντος δύνανται μαθεῖν, —ἡμεῖς γοῦν ὥσπερ ἄλλο τι τῶν ἀτόπων ἀφηγούμενοι διδάσκειν οὐκ εἴχομεν, ἀλλʼ ὥσπερ ὅσα ἑρμηνέως ἐδεῖτο ὅλως πρὸς τοὺς βαρβαρίζοντας αὐτῶν, οὕτω τοῦτο ἄγνωστον ἦν—οἱ δʼ ἐπὶ τῇ τῆς μεσημβρίας ἀρχῇ χιόνος πλέον ἢ θέρμης ἔχουσι; καὶ τί γένοιτʼ ἂν τούτου τραγικώτερον ψεῦσμα, ἄν τʼ Εὐριπίδης ἄν τʼ Αἰσχύλος αὐτὸ συνθῇ; αὐτῆς γοῦν

Αἰγύπτου τὰ πρῶτα πρὸς τὰ τελευταῖα πλέον ὡς εἰπεῖν διαλλάττει ἢ ἄλλο ἔθνος πρὸς αὐτὴν Αἴγυπτον· τοσοῦτον τὰ ἄνω προφέρει καύματι. ἃ τοίνυν περὶ τὰς ἐσχατιὰς τῆς Αἰγύπτου τὰς πρὸς ἡμῶν καὶ τῆς θαλάττης τὸ πρὸς Αἰγύπτου οὔτε συμβαίνει οὔτε τις ἤκουσε πώποτε, πῶς ταῦτʼ εἰκὸς ἐπʼ ἀρχῇ τῆς μεσημβρίας εἶναί ποτε φῆσαι; κρύος καὶ πλῆθος χιόνος τοσοῦτον ὥστε τὸ ἐκείνης ὕδωρ πλέον ἢ τὸ κύριον εἶναι τοῦ ποταμοῦ· καὶ πνεύματα μεσημβρινὰ πνευμάτων πάντων σύνισμεν ὄντα θερμότατα, καὶ αὐτὸν τὸν ἥλιον μεσημβρίζοντα τὰ εἴσω φλέγοντα· ὃ δὲ τῶν ἐσχάτων ἐστὶ κρυμῶν καὶ χειμώνων καὶ τῆς παρʼ ἡμῖν ὥρας, ἡνίκʼ ἂν ᾖ χειμεριωτάτη, τοῦθʼ οὕτως ἄφθονον εἶναι τοῖς ἐκεῖ τιθέντες οὐκ αἰσχυνούμεθα, ἐὰν μὲν αὐτοὶ λέγωμεν τὸν λόγον, ὡς ἀναιδῆ ψευδόμενοι, ἐὰν δʼ ἑτέροις λέγουσι πιστεύωμεν, ὡς ῥᾳδίως ἐξαπατώμενοι; μικροῦ δʼ ἔγωγε δέω λέγειν μόνον τοῦτο μηδʼ ἐπείσακτον εἶναι τῇ χώρᾳ, καθάπερ φύσιν πολέμιον. καὶ μὴν ὅτι γε

σπουδάζεται τὴν θερινὴν ὥραν ἅπαντες σύνισμεν, ἀλλʼ ὅμως πάντʼ ἂν εὕροις ἐν τῇ μεγάλῃ πόλει τῇ Ἀλεξάνδρου πλὴν τούτου· καίτοι κράσπεδον Εὐριπίδου φωνῇ μάλιστʼ ἄν τις αὐτὴν Αἰγύπτου προσείποι. εἶθʼ ὃ μηδʼ ἐπείσακτον αὐτοῖς ἐστι θέρους νόμῳ, τοῦτʼ ἄγειν τὸν Νεῖλον θέρους ὥρᾳ τοσοῦτον πλήθει; πάντων γε ἥκιστά μοι δοκεῖν. καὶ πρὸς μὲν Εὐριπίδην τε καὶ Αἰσχύλον καὶ ταῦτα ἴσως οὐχ ἱκανὰ, ἀλλὰ πέρα τῶν ἱκανῶν, οὕτως γε σαφοῦς καὶ

πρὸ ποδῶν ὄντος τοῦ ἐλέγχου, καὶ δεικνύντος ὅλως τὸ ἀδύνατον, ὥσπερ ἐν τοῖς ἄνω τῆς ἐκροῆς.

ἴωμεν δὲ ἐπὶ τὴν τῶν πολλῶν δόξαν ἤδη καὶ τοὺς χαρίεντας τοὺς πεποιηκότας αὐτήν· οἳ φασὶν ὕειν περὶ τοὺς ἄνω τόπους, ὅταν ὦσιν ἐτησίαι, καὶ τὰ νέφη παρʼ ἡμῶν ἐλαυνόμενα ἐκεῖ καταρρήγνυσθαι, ἐκ δὲ τῶν ὄμβρων τὸν Νεῖλον πληρούμενον εἰκότως μείζω τοῦ θέρους ἢ τοῦ χειμῶνος εἶναι. δεῖ τοίνυν σε μαθεῖν τὸ συμβαῖνον ἅπαν περὶ τὴν ἀνάβασιν. ὁ γὰρ Νεῖλος, ἡνίκʼ ἂν αὐτῷ ὡραῖον ᾖ, κατέρχεται τὰ ὑψηλὰ, κατέρχεται δὲ οὐ φανερᾷ τῇ προσθήκῃ οὐδʼ ὥστε ὀφθαλμῷ γνῶναι τὸ ὕδωρ ἐπιφερόμενον, ἀλλʼ ἀρξάμενος ἀπὸ δακτύλων ὀλίγων ἐπιδίδωσι τοσοῦτον ὥστʼ ἐν μησὶ μικροῦ τέτταρσι τοὺς τέτταρας ἢ πεντεκαίδεκα τούτους πήχεις πληροῦν περὶ Μέμφιν, κἀν τούτῳ τὴν προσθήκην ἄδηλον ἀεὶ παρεχόμενος καὶ ἑνὶ τούτῳ σημαίνων, τῷ καταλαμβάνειν ἑξῆς τὴν γῆν. πρὸς δὴ τί τοῦτο λέγω; ὅτι φασὶν ὥσπερ τοὺς παρʼ ἡμῖν ποταμοὺς ἐκ τῶν ὄμβρων τοῦ χειμῶνος αὔξεσθαι, οὕτω τὸν Νεῖλον τοῦ θέρους ἐκ τῶν ὄμβρων. εἰ τοίνυν τοῦτʼ ἀληθὲς ἦν, πρῶτον μὲν κατιόντʼ αὐτὸν ἐξαίφνης ἔδει

φαίνεσθαι μετέωρον. ὥσπερ γὰρ ὅταν κατὰ γῆς ἢ στερεοῦ φέρηται ῥεῦμα, οὕτως ἐπὶ τοῦ ἀρχαίου τὸ ἐκ τῶν ὄμβρων ἐπιθεῖ κεκυρτωκός. διὰ τί οὖν οὐ καὶ περὶ τὸν Νεῖλον ταυτὸν τοῦτο γίγνεται; οὐ γὰρ δή που ἅμα μὲν εἰς τοὺς ἄλλους ποταμοὺς ἀναφέρειν δεῖ καὶ τοῖς αὐτοῖς τεκμαίρεσθαι, ἅμα δʼ οὐ τοῖς αὐτοῖς ἐπʼ ἀμφοῖν χρῆσθαι σημείοις. καὶ γὰρ εἰ μὲν ἅπαξ ποτὲ οὕτω συνέβη, λόγος ἦν, εἰ δʼ ἀεὶ τοῦτον τὸν τρόπον αἴρεται, τί ἂν εἴποιεν; πρῶτον μὲν τοίνυν καὶ μέγιστον ὅπερ λέγω τοῦτο σημεῖον