Orationes 48

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

τοῖς αὐτοῖς ἐνέχεται, ψευδὴς ὁ λόγος, εἰ δʼ ἅπαντες, τί δεῖ λέγειν ὡς ὁ Νεῖλος μόνος; ἢ γὰρ οὐ χρὴ ζητεῖν, ἢ τὸ αἴτιον οὐ τοῦτο.

ἀλλὰ μὴν κἀκεῖνό γε δῆλον ὅτι οὐδʼ ἐν τοῖς φαυλοτάτοις τῶν ποταμῶν ἐστιν ὁ Νεῖλος, οὐδʼ οὕτω παρὰ πάντας εὐμεταχείριστος ὥστε μόνου τούτου τὰ στόματα ὑπὸ τῶν πνευμάτων ἀνακόπτεσθαι καὶ μεταπίπτειν. ὁπότε γὰρ μηδὲ τὰ βραχύτατα ἀποκλείεται τό γε παντελὲς, ἀλλʼ ἐκροὴν ἴσχει, πῶς τόν γε Νεῖλον, ὃς ἅπασαν Αἴγυπτον οἷός τʼ ἐστὶν ἐπικλύζειν, ἡττώμενον τῶν ἀνέμων εἰκός ἐστι τοῦτο ποιεῖν; ὁρῶμεν δʼ ὅτι οὐδʼ αἱ τῆς θαλάττης ἠιόνες οὐδʼ ὅσα τενάγη καὶ λίμναι, μὴ ὅτι τοσοῦτον ἐπέχεται ὑπʼ ἀνέμων τῶν γε δὴ πολλῶν καὶ συνήθων, ἀλλʼ οὐ πόσον φῶ τῆς αὐτῶν ἐκβαίνει χώρας· ἀλλὰ κύματα μὲν προσκλύσαντα ἐπαναχωρεῖ, τενάγη δὲ ἀτρεμῆ μένει· καίτοι τά γʼ ἐν τῷ ἰσοπέδῳ ῥᾴω κλιθῆναί ἐστιν ἢ τὰ πρὸς τὸ κάταντες ῥέοντα μεταστραφῆναι. οὐ μὴν οὐδὲ τοῦτʼ ἔστιν εἰπεῖν, ὡς ἰσχυρότατοι τούτοις τοῖς τόποις οἱ ἐτησίαι προσβάλλουσιν· ἀλλʼ εἴτε ζεφύρους εἴτε βορέας εἴθʼ οὕστινας αὐτοὺς εἶναι δοῦναι δεῖ, τοῖς ἐγγυτέρω δή που καὶ πρὸς αὐτῶν σφοδρότεροι καὶ βιαιότεροι προσπίπτουσιν· ὧν οὐδενὸς ταὐτὸ πάσχοντος πῶς εἰκός ἐστι μόνον τὸν Νεῖλον, ὃς πρὸς τῷ πλεῖστον τῆς ἐκδρομῆς τῶν ἐτησίων ἀπέχειν, τοσοῦτον καὶ τῷ ῥεύματι; ἔτι τοίνυν καὶ ὅλως ἀναιδές ἐστιν. οὐ γὰρ ὅτι ἀξιοῦσι τοὺς ἐτησίας αἰτίαν παρέχειν, διὰ τοῦθʼ ὁ Νεῖλος οὐκ ἐξίησιν

εἰς θάλατταν, ἀλλʼ ἐπʼ αὐτὰ τὰ στόματα ἐλθόντι πανταχοῦ φανεῖται ῥέων λαμπρὸς ἐν λαμπροῖς ἐτησίαις. οὐ λεκτέος ἦν ἔτι οὗτος ὁ λόγος τοῖς τι καὶ μικρὸν εἰδόσι περὶ Νείλου. ὥστε τῶν ἀτόπων τὰ ἐν ποσὶν οὐκ ἰδόντας περὶ τῶν ἔξω διαφέρεσθαι καὶ τὰ δῆλα τοῖς ἀδήλοις ὑπάγειν, ἀλλὰ μὴ τούτοις ἐκεῖνα πιστοῦσθαι, ἐάν περ ἐγχωρῇ. τὰ τοίνυν στόματα ἅπαντα, ἐάν τε φῶσιν ἐάν τε μὴ φῶσιν οἱ σοφισταὶ, ἐξίησι—καὶ τοῦτʼ ὀφθαλμοῖς, οὐχὶ λόγῳ κρίνεται—καὶ οὐκ ἐπὶ βραχύ γε οὑτωσὶ οὐδʼ ἐφʼ ὅσον τὰ τῶν ἄλλων καὶ πολλῶν ποταμῶν, ἀλλʼ εἰς ὅσον εἰκὸς τοῦ μεγίστου τῶν ποταμῶν ἐξικνεῖσθαι, καὶ ἐπὶ πολύ γʼ αὖ πλέον τοῦ θέρους ἢ τοῦ χειμῶνος. ἔγωγʼ

οὖν ἤκουσα τοῦτο δὴ τὸ τοῦ Δημοσθένους, ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι, Δίωνος ἑταίρου ἡμετέρου καὶ πραγμάτων καὶ λόγων ἐμπείρου, ὃς ἔφη πλεῖν ἐπʼ Αἰγύπτου θέρους ὥρᾳ, καὶ γῆν οὔπω φαίνεσθαι, ἀλλʼ ἀπέχειν ὅσον μηδὲ τεκμήρασθαι, τοὺς δὲ ναύτας ἀρύσασθαι, εἴτʼ οὖν ἐπεῖξαν εἴτε καὶ ἄλλως βουλομένους ἐπιδεῖξαι τοῖς ἐμπλέουσιν ὕδωρ καθαρὸν καὶ πότιμον ἐκ πολλοῦ κάτωθεν· ἐπὶ τοσοῦτον ἐπιρρεῖν τὸν Νεῖλον τῆς τε γῆς ἔξω καὶ αὐτῆς θαλάττης ἄνω. καίτοι εἰ τὰ στόματα ἵστατο ὑπὸ τῶν ἐτησίων αὐτοῦ, πῶς εἰκὸς ἦν τοὺς τοῖς ἐτησίαις μέσοις καταίροντας ἐν μέσῃ θαλάττῃ τὸ τοῦ Νείλου ὕδωρ λαμβάνειν; καὶ μὴν καὶ αἱ λίμναι γε, ὅταν ἀρκούντως ἡ γῆ βρεχθῇ, μεθίενται πάλιν εἰς τὴν θάλατταν ὑπὸ τῶν Αἰγυπτίων. πῶς οὖν ἂν ἐξέρρεον, εἴπερ ἐκώλυον οἱ

ἐτησίαι; ὡς ἐκεῖνό γε ἀμήχανον, κατὰ μὲν στόμα καὶ ᾗ πέφυκε ῥεῖν ὁ ποταμὸς καὶ βιαιότατός ἐστιν αὐτὸς αὑτοῦ τοὺς ἀνέμους ἀνθισταμένους εἴργειν, οὗ δʼ εἰς τὰς λίμνας χυθεὶς ἡσυχάζει, μηδαμοῦ τὰ πνεύματα ἀποκωλύειν, ὅταν δεήσῃ τῆς ἐκροῆς.

ἀλλὰ τοῦτον μὲν τὸν λόγον ὥσπερ ἐν ταῖς παραγραφαῖς ** καὶ ἀνίσχυρον ἐκκρούει τὸ παντὶ ὁρᾶν εἶναι ῥέοντα τὸν ποταμὸν καὶ ὃ λέγω πολὺ ἐρρωμενέστερον τοῦ θέρους ὡς ἂν ἐκ πλήθους ἢ τοῦ χειμῶνος. εἰ γὰρ ἐξεπίτηδες ἔδει τοὐναντίον τοῦ συμβαίνοντος εἰπεῖν, οὐκ ἦν ἄμεινον εὑρεῖν. ἕτερον δʼ ἐξεταστέον ἄνδρα τε καὶ λόγον, ὅς φησι

    Νείλου μὲν αἳδε καλλιπάρθενοι ῥοαὶ,
  1. ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον
  2. λευκῆς τακείσης χιόνος ἀρδεύει γύας.
πῶς οὖν, ὦ σοφώτατε Εὐριπίδη, λευκῆς τακείσης χιόνος ἀρδεύει Νεῖλος Αἰγύπτου γύας; τῆς ποῦ τακείσης; πότερον τῆς ἐν Σκυθίᾳ; καὶ τί τοῦτο πρὸς τὸν Νεῖλον; ἀλλὰ τῆς ἐν Αἰθιοπίᾳ, ἢ ἔτι προσωτέρω; ἀλλὰ τοῦτʼ ἐκείνου γελοιότερον. ὁρμᾶται μὲν γὰρ ἐκ τῶν θερμοτάτων τῆς οἰκουμένης ὁ Νεῖλος δή που καὶ προϊὼν εἰς ἧττον ἀεὶ θερμὴν ** ὧν γοῦν ἴσμεν ὡς εἰπεῖν ἔτι θερμοτάτην Αἴγυπτον, ἐν δὴ ταύτῃ γνώριμος ἡμῖν ἤδη γίγνεται. πῶς οὖν δυνατὴ πίπτειν χιών ἐστιν ἐν τοιαύτῃ φύσει χώρας, ἄλλως τε καὶ τοσαύτη, ὅση τὸν Νεῖλον ἐγεῖραι; ὅπου γὰρ