Orationes 48
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ἃ πρώην ἤρου με περὶ τοῦ Νείλου, ἐπειδή σοι διὰ βραχέων καὶ ἐπιπολῆς ἀπεκρινάμην καὶ ἅμα οἱ ἐπεισελθόντες ἀφείλοντο, ἐβουλήθην ἀναλαβὼν διελθεῖν σοι καὶ ὥσπερ ἄλλο τι χρέος ἀποδοῦναι πάντα τὸν λόγον· εἰρήσεται δὲ καὶ ταῦτα ὡς δυνατὸν ἐν βραχυτάτοις. ἐπειδὴ γὰρ καὶ μέχρι τῆς Αἰθιοπικῆς χώρας προελθὼν καὶ αὐτὴν διερευνησάμενος Αἴγυπτον τετράκις τὸ σύμπαν, καὶ παρεὶς οὐδὲν ἀνεξέταστον, οὐ πυραμίδας, οὐ λαβύρινθον, οὐχ ἱερὸν, οὐχὶ διώρυχας, ἀλλʼ ὧν μὲν ἐν ταῖς βίβλοις τὰ μέτρα ὑπῆρχεν ἐκεῖθεν πορισάμενος, ὧν δὲ μὴ ἐξ ἑτοίμου λαβεῖν ἦν ἐκμετρήσας αὐτὸς μετὰ τῶν παρʼ ἑκάστοις ἱερέων καὶ προφητῶν, εἶτʼ οὐκ ἠδυνήθην αὐτά σοι διασώσασθαι, τῶν ὑπομνημάτων διαφθαρέντων ἃ τοῖς παισὶ προσέταξα
ποιεῖσθαι, τοῦτό γʼ ἂν ἔχοιμι τὸ ἕν τε καὶ μικρὸν ἐρώτημα ἀπολῦσαι, τὸ πῶς ὁ Νεῖλος ἀνέρχεται καὶ τίς ἡ πρόφασις τὸ τἀναντία αὐτὸν πεπονθέναι τοῖς ἄλλοις ποταμοῖς περὶ τὰς ὥρας τοῦ ἔτους. μέμνησαι μὲν οὖν ὅτι καὶ τότʼ εὐθὺς ἀπεκρινάμην ὅτι κινδυνεύει περὶ Νείλου σαφὲς οὐδεὶς οὐδὲν ἔχειν λέγειν, ἀλλὰ ληροῦσιν εἰκῆ, οἱ μὲν πρὸς τὸ δοκοῦν αὑτοῖς ἰσχυριζόμενοι, οἱ δʼ οὐδʼ αὐτοὶ πάνυ τι πεπεισμένοι, προσποιούμενοι σχήματος ἕνεκα τοῦ πρὸς τοὺς πολλοὺς, ὅπως τι δοκοῖεν περὶ τῶν ἀδήλων ἐπίστασθαι· δίειμι δέ σοι καὶ νῦν οὕτως οὐ τὴν αἰτίαν ὑφʼ ἧς τοῦτο συμβαίνει, ἀλλʼ ὅτι οὐ διὰ ταῦτα ἃ ἕκαστοι λέγουσιν.ἀνάγκη δʼ ἐνίων μνησθῆναι καὶ ὧν Ἡρόδοτος ἀντιλέγων ἐλέγχει, πρῶτον μὲν ὅτι οὐχ οἱ ἐτησίαι τὸ ῥεῦμα ἀνακόπτοντες ποιοῦσι τὴν ἐπίκλυσιν. εἰ γὰρ ἦν παρὰ τοῖς
ἐτησίαις τὸ αἴτιον, εὔδηλον δή που τοῦθʼ ὅτι μὴ πνευσάντων γε οὐκ ἂν ἐγίγνετο· ὃ πολλοῦ δεῖ συμβαίνειν οὕτως. ἔτι δʼ εἰ οἱ ἐτησίαι πρὸς μεσημβρίαν πνέοντες
ἀνέστελλον τὸν τοῦ Νείλου ῥοῦν, χρῆν δή που καὶ τοὺς πρὸς ἄρκτον πνέοντας ἀνέμους τὸ αὐτὸ τοῦτο ποιεῖν περὶ τοὺς ἐπέκεινα ποταμοὺς, Τάναϊν λέγω καὶ Φᾶσιν καὶ ὅσοι τούτοις ἑξῆς εἰσι. πολλοὶ δὲ πολλάκις ἤδη καὶ νότοι καὶ οἱ παρʼ αὐτοὺς ἀπὸ Λιβύης ἐκπνέοντες παρέτειναν, καὶ θέρους ὥρᾳ καὶ χειμῶνος, καὶ οὐδεὶς τούτων τῶν ποταμῶν τοῦτο ἔπαθεν, οὐκοῦν οὐ τῶν γε ἐπιφανῶν. εἰ γὰρ αὖ φήσουσιν ὅτι ἡ συνέχεια τῶν ἐτησίων ἀπωθεῖ τὸν Νεῖλον, ὅτι μὲν καὶ οὓς εἶπον ἄνεμοι μυριάκις διήρκεσαν οὐκ εἰς ἔλαττον χρόνου παραλείπω, ἀλλʼ ὅ γε Νεῖλος οὐ μεσούντων ἐτησίων οὐδʼ ἡνίκʼ ἂν ὦσι πρὸς τῷ λήγειν, τότε πληροῦται, ἵνα τῷ χρόνῳ δῶμεν τὴν ὑπερβολὴν, ἀλλὰ καὶ ἀρχομένων καὶ πρὶν ἄρξασθαι πολλάκις. ὥστʼ οὐκ ἂν τὸ συνεχὲς τῶν πνευμάτων αἴτιον εἴη, ἃ πρὶν εἶναι κεκίνηται. ἀλλὰ μὴν οὐδʼ οἱ ἐτησίαι κατὰ στόμα παντάπασιν ἐκφυσῶσι τοῦ Νείλου, ἀλλʼ εἰς τὴν ὄχθην τὴν ἑῴαν· οἱ γοῦν πλείους αὐτῶν εἰσι δή που ζέφυροι. οὗτοι δʼ ἀπὸ ἑσπέρας πρὸς ἥλιον ἀνίσχοντα ἀποτείνουσιν. οὔτʼ οὖν διὰ τοὺς ἐτησίας ἀνακόπτεσθαι δυνατὸς, εἴ τε διὰ τούτους, τί δή ποτʼ οὐ καὶ πάντες αὐτὸ πάσχουσιν ὅσοι τῷ Νείλῳ τὴν αὐτὴν ῥέουσι; πρὸς δὲ καὶ γέλως ἤδη γίγνεται τὸ τῶν ἐτησίων παντελῶς. εἰ γὰρ παραδεξόμεθα τοῦτον τὸν λόγον, κἀκεῖνο ἤδη χρὴ προσπιστεύειν, ὅτι ἀπηλιῶται μὲν πνέοντες τὸν Ἠριδανὸν ἱστᾶσι καὶ ὅσοι τῷ Ἰονίῳ κατὰ ταὐτὸ ὁμιλοῦσι· ζεφύρων δὲ πνεόντων ὁ Ῥῆνος εἴσω ῥεῖ καὶ οὐ διεξέρχεται πρὸς τὴν ἔξω θάλατταν· τῶν δὲ περὶ βορέαν οἱ πρὸς μεσημβρίαν πληθύουσι, νότων δὲ οἱ πρὸς ἄρκτῳ κατὰ τὰ αὐτά· καὶ οὕτως οὗ τὴν αἰτίαν ζητοῦμεν, τί δή ποτε ἐφʼ ἑνὸς μόνου συμβαίνει, τοῦθʼ ἅπασι προσθήσομεν ἐν κύκλῳ. καὶ πῶς οὐχ ὑπερφυὲς, μᾶλλον δʼ ὅλως ἐπιλῆσμον, ζητεῖν μὲν διὰ τί ὁ Νεῖλος ἐκ πάντων, πάντας δʼ ἀποφαίνειν τὸ αὐτὸ πάσχοντας ἐκ τῶν αὐτῶν; καὶ μὴν εἰ μὲν οὐδεὶς ἄλλος