Orationes 46
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
εἰ γὰρ καὶ τοῦτʼ ἐστὶ διπλοῦν, τὸ μὲν ἕτερον τούτου κολακεία ἂν εἴη καὶ αἰσχρὰ δημηγορία, τὸ δʼ ἕτερον καλὸν, τὸ παρασκευάζειν ὅπως ὡς βέλτισται ἔσονται τῶν πολιτῶν αἱ ψυχαὶ, καὶ διαμάχεσθαι λέγοντα τὰ βέλτιστα, εἴτε ἡδίω εἴτʼ ἀηδέστερʼ ἐστὶ τοῖς ἀκούουσιν· οὕτω θεὶς καὶ διελόμενος πάλιν πρὸς θάτερον φιλονείκως ἀπέκλινεν ἐπειπὼν ὅτι ἀλλʼ οὐ πώποτε σὺ ταύτην εἶδες τὴν ῥητορικήν· ἢ εἴ τινʼ ἔχεις τῶν ῥητόρων τοιοῦτον εἰπεῖν, τί οὐ καὶ ἐμοὶ αὐτὸν ἔφρασας ὅστις ἐστί; μὴ γὰρ ὅτι οὑτωσὶ λέγει τῷ ῥήματι, οὐ πώποτε εἶδες· μάλιστα μὲν γὰρ τί σοι τοῦτο διαφέρει, εἰ καὶ μὴ εἶδον, ἔχω δʼ εἰπεῖν. ἔπειτʼ οὐδὲ οὓς ἐλέγχει δὴ τούτους, τῶν τότε ὄντας ἐλέγχει ῥητόρων, οὐδʼ οὓς εἶδεν ὁ Καλλικλῆς, ἀλλʼ οὓς ἀκούειν αὐτὸν εἰκὸς εἶναί φησιν. οὐκοῦν ὅτε τούτους ἐλέγχειν πειρᾶται, κατὰ πάντων ἐθέλει λέγειν. οὕτω κατηγορῶν μὲν ὡς ἁπλῶς κακοῦ τῆς ῥητορικῆς ἠναγκάσθη διπλοῦν αὐτὸ θέσθαι, θέμενος δὲ διπλοῦν αὖθις αὖ τοῦτʼ ἀναιρεῖν πειρᾶται τῷ κατὰ πάντων ἐθέλειν λέγειν. δῆλον δὲ καὶ τοῖς ἀμοιβαίοις. ἔχει γὰρ οὑτωσὶ ἀλλὰ μὰ τὸν Δίʼ οὐκ ἔχω σοι εἰπεῖν τῶν νῦν ῥητόρων οὐδένα. τί δαί; τῶν παλαιῶν ἔχεις τινʼ εἰπεῖν; δῆλον ὅτι ὡς οὐδʼ ἐκείνων οὐδενὸς χρηστοῦ γεγενημένου. τί γὰρ ἂν βουλόμενος ἢ τούτους ἔψεγε τῶν παλαιῶν ὄντας, ἢ ʼκεῖνον ὅλως εἴ τινα τῶν πάντων εἰπεῖν ἔχει προὐκαλεῖτο; καίτοι πῶς οὐκ ἐναντίον περιφανῶς λέγειν μὲν ὡς οὔπω ταύτην εἶδε τὴν ῥητορικὴν, ὅπερ αὐτῷ βούλεται μηδένα πω τοιοῦτον γεγενῆσθαι ῥήτορα, πάλιν δʼ ἀποφαίνειν ὡς Ἀριστείδης τοιοῦτος εἴη
γεγονώς; τούτων γὰρ ἀνάγκη δή που θάτερον ψεῦδος εἶναι. καὶ πρὸς τοσοῦτον ἧκε τοῦ διαφωνεῖν αὐτὸς αὑτῷ ὥσθʼ ἅμα μὲν λέγειν ὡς οὐδεὶς Ἀθήνησι πολίτης εἴηἀγαθὸς γεγενημένος, ἅμα δʼ ὡς καὶ ἄλλοθι τοιοῦτοι γεγόνασι μαρτυρεῖν, καὶ προσμαντεύεσθαί γε ὅτι καὶ γενήσονται.
ἴσως δʼ ἄν τις κἀκεῖνο θαυμάσειεν, ὅτι τέτταρας μὲν ἐφεξῆς εἶπε κακῶς, καὶ ταῦτα τῶν Ἑλλήνων οὐ τοὺς φαυλοτάτους, ἑνὸς δὲ πρὸς εὐφημίαν ἐμνήσθη μόνου, καὶ παρῆλθε μὲν, Νικίαν τὸν Νικηράτου, καὶ ταῦτα τῶν ἐφʼ αὑτοῦ ῥητόρων ὄντα, ὅτι μὴ καὶ τούτου πρὸς διαβολὴν μᾶλλον ἐμνημόνευσεν ἐν ᾧ γʼ ἐμνημόνευσε μέρει τοῦ λόγου. οὐ γὰρ τῆς γε πολιτείας αὐτοῦ λόγον οὐδένα ἐποιήσατο. καίτοι Νικίας οὕτως ἦν πόρρω τοῦ πρὸς ἡδονὴν τοῖς πολίταις δημηγορεῖν καὶ τοῦ τὰς ἐπιθυμίας συναύξειν αὐτοῖς, ὥστε κρατοῦντας μὲν τῷ προτέρῳ πολέμῳ Λακεδαιμονίων τοσοῦτον ἔπεισεν εἰρήνην ποιήσασθαι καὶ μηδὲν πλέον ζητεῖν, πάλιν δὲ τινῶν τῶν Σωκράτους μὲν ἀκηκοότων πολλὰ δὴ καὶ πολλάκις περὶ τούτων, πειθομένων δʼ οὐ πάνυ τοῖς ἐκείνου λόγοις, ἐναγόντων Ἀθηναίους πλεῖν εἰς Σικελίαν καὶ πράγμαθʼ αἱρεῖσθαι πρὸς ἅπαντας ἀνθρώπους, ἁπάσας ἠφίει φωνὰς, ἀντιλέγων ὑπὲρ τοῦ βελτίστου καὶ διαμαχόμενος ὡς οἷά τις ἂν τῶν ἐπʼ ἔσχατον ἡκόντων φιλοσοφίας. εἰ δὲ τοὺς μὲν ὡς τῷ δήμῳ προσκειμένους κόλακας προσεροῦμεν, τοῖς δʼ ὡς ὀλιγαρχικοῖς ἐπιτιμήσομεν οὑτωσὶ διʼ ἀπορρήτων, καὶ τὰ μὲν οὐκ ὄντα ἐλέγχειν πειρασόμεθα, διʼ ὧν δʼ ἐλεγχόμεθα ἑκόντες παραλείψομεν, οὐκ ἔστιν ὅπως οὐ λαβήν τινι τῶν ῥητόρων δώσομεν. χρῆν μὲν οὖν ἴσως καὶ Νικίαν εἶναί τι
συγχωρῆσαι, κἂν εἰ μὴ ἐπαινεῖν αὐτὸν ἐβούλετο, οὑτωσὶ μεμνημένον, αἰσχυνθῆναί τε παρʼ αὐτῷ καὶ τὴν πολιτείαν αὐτοῦ νομίσαι τοῖς κατὰ πάντων λόγοις ἐμποδὼν εἶναι. εἴτε γὰρ καὶ τοῦτον ἃ τοὺς ἄλλους ἔψεγεν οὐκ ἀληθῆ λέγων ἂν ἐφαίνετο εἴτʼ οὐδὲν ἔχων τοῦτον αἰτιάσασθαι πάντας ὁμοίως ἔλεγε κακῶς, οὐδʼ οὕτως ἀληθὴς ὁ λόγος. καὶ μὴν ὅτι καὶ τοῦτον κακῶς εἴρηκε δῆλον. ἔστι γὰρ εἷςτῶν ἐπʼ ἐκείνου ῥητόρων, τούτους δʼ ἅπαντας εἴρηκε δή που κακῶς. εἰ δʼ ἄρα καὶ τὸν Νικίαν εὐκαταφρόνητον ἡγεῖτο, ἀλλʼ οὐχ ὅ γε δή που Σόλων ἐλάνθανεν αὐτὸν ὅσου τινὸς ἄξιος γένοιτο ἐπὶ τῶν προτέρων τῇ πόλει. οὐ γὰρ καὶ περὶ ἐκείνου γʼ ἔμελλεν ἐρήσεσθαι τίνα βελτίω τῶν δούλων ἢ τῶν ἐλευθέρων ἐποίησεν, οὐδʼ ὡς ἄνευ τάξεως καὶ κοσμιότητος τὴν πόλιν φόρων καὶ φλυαριῶν ἐνέπλησεν ὀνειδιεῖν. ἀλλʼ εἰ μὴ ἐκεῖνος αὐτοὺς νομίμους καὶ κοσμίους ἐκ τῶν δυνατῶν ἐποίησεν, ἄλλος γέ τις ἂν δόξειεν. ἐκεῖνος μέντοι παρὸν αὐτῷ στασιαζούσης τῆς πόλεως ὁποτέρων βούλοιτο προστάντι τυραννεῖν, ἀπεχθάνεσθαι μᾶλλον ἀμφοτέροις εἵλετο ὑπὲρ τοῦ δικαίου· καὶ τῶν μὲν πλουσίων ὅσον καλῶς εἶχεν ἀφεῖλε, τῷ δήμῳ δʼ οὐκ ἔδωκεν ὅσον ἐβούλετο, ἔστη δʼ ἐν μεθορίῳ πάντων ἀνδρειότατα καὶ δικαιότατα, ὥσπερ τινὰς ὡς ἀληθῶς ἐκ γεωμετρίας περιγραπτοὺς φυλάττων ὅρους· καὶ οὔτε φόβος τῶν ἰσχυροτέρων οὔτε τιμὴ παρὰ τῶν πολλῶν οὔτʼ ἄλλο τοιοῦτον οὐδὲν προηγάγετο αὐτὸν, οὐδʼ ἐξέστησεν, οὐδʼ ἐπῆρε παρʼ ἃ βέλτιστα ἡγεῖτο πρᾶξαί τι. οὕτως οὔτʼ αὐτὸς ᾤετο δεῖν τοῦ ἰδίου ἕνεκα τοῦ αὑτοῦ δημηγορεῖν καὶ τοῦ τοῖς ἄλλοις ἀποπιμπλάναι τὰς ἐπιθυμίας παμπληθὲς ἀπεῖχε. καίτοι τί φησι Πλάτων; εἰς τοὺς ποιητὰς αὐτὸν
τιθέναι. νὴ Δία τῶν τριμέτρων ἕνεκα καὶ τῶν ἐλεγείων. ἔστω ταῦτα. σὺ τοίνυν αὐτὸς φῂς ὅτι εἴ τις τῆς ποιήσεως περιέλοι τὸ μέτρον καὶ τὸν ῥυθμὸν, δημηγορία δὴ τὸ λειπόμενόν ἐστιν. ὥστʼ εἰ καὶ μηδεπώποτʼ ἐφθέγξατʼ ἐπὶ τοῦ βήματος, τὰ δὲ ποιήματα ᾖδε μόνα, κατά γε σὲ καὶ τὴν σὴν ψῆφον ἐδημηγόρει. ἢ πρὸς θεῶν ἂν μέν τι δέῃ κακῶς εἰπεῖν ἐκ ποιητικῆς ῥητορικὴν, ἕν τι καὶ ταυτὸν εἶναι φήσομεν, ἢ μικρόν τι διαλλάττειν, ὅταν δʼ ὡς ἀληθῶς οἱ ποιηταὶ ῥητορεύωσι καὶ τὰ βέλτιστα καὶ τὰ χρησιμώτατα ἀκούειν λέγωσιν, ἄλλο τι τοῦτʼ ἤδη φήσομεν εἶναι καὶ διαφέρειν πολλῷ τινι; οὔκουν δίκαιόν γε οὐδʼεἰκός. καίτοι Σόλων τὰ μὲν εἰς Μεγαρέας ἔχοντα ᾆσαι λέγεται, τοὺς δὲ νόμους οὐκ ᾖδε περιιὼν, οὐδὲ τοὺς λόγους τοὺς ὑπὲρ τῶν εὐπόρων πρὸς τὸν δῆμον, οὐδὲ τοὺς ὑπὲρ τῶν πολλῶν πρὸς τοὺς πλουσίους οὐκ ᾖδεν, οὐδʼ ὅσα ἄλλα ἐπολιτεύετο, οὐκ ᾁδων οὐδʼ ἐν μέτροις ἐπολιτεύετο, ἀλλὰ τῷ τῆς ῥητορικῆς τύπῳ καθαρῶς χρώμενος, ἐν οἷς ἅπασι κάλλιστα ἐπέδειξεν ὅτι τῷ γε ὀρθοτάτῳ τῶν λόγων αὐτὸς ἂν εἴη ῥήτωρ καὶ σοφὸς, ἀμφοτέρας γοῦν ἔσχε τὰς ἐπωνυμίας τε καὶ δυνάμεις, καὶ ὅτι γε ἡ ῥητορικὴ καὶ ἡ νομοθετικὴ τῆς αὐτῆς εἰσι φύσεως. ἀλλʼ οὐ μὰ Δίʼ οὐχ ἡ ῥητορικὴ τοσούτῳ χείρων τῆς νομοθετικῆς ὥστε τοῦ δευτέρου καὶ χείρονος εἴδωλον εἶναι κατεψευσμένον. καὶ μὴν εἰ τῶν ἄλλων μηδεὶς μηδένα τῶν ἐφʼ αὑτοῦ βελτίω ποιήσας φαίνεται, Σόλων γε καὶ τοὺς μέλλοντας Ἀθηναίων ἔσεσθαι φαίνεται βελτίους εἰς ὅσον ἐξῆν πεποιηκὼς, καὶ ταῦτά γε ἃ μάλιστα Πλάτων σπουδάζει. νομίμους γὰρ καὶ
δικαίους καὶ τάξιν σώζοντας ἠξίωσε ποιῆσαι τὸ καθʼ αὑτόν. οἶμαι δʼ οὐκ Ἀθηναίους μόνον, ἀλλὰ καὶ πολλοὺς ἄλλους τῶν Ἑλλήνων, οἳ τοῖς ἐκείνου χρῆσθαι νόμοις ἔγνωσαν. εἶτα τούτου μὲν οὐ μέμνηται Πλάτων, ἑτέρους δʼ ἐξετάζει τινάς. καὶ τὸν μὲν Ἀριστείδην ἐπαινέσας, γεγόνασιν, ἔφη, καὶ ἄλλοι, καὶ τοσοῦτον ἀρκεῖν ἡγήσατο προσθεῖναι· ἐπʼ ἐκείνων δʼ οὐ ταυτὸν τοῦτʼ ἐποίησεν, οὐδʼ εἰ μηδʼ οἷός τʼ ἦν κατασχεῖν ἑαυτὸν, ἕνα τινʼ αὐτῶν κακῶς εἰπὼν ἀπηλλάγη, ἀλλὰ πάντων ἐφεξῆς κατέδραμε. καίτοι τί τὸ κωλῦον ἦν ὥσπερ ἐνταῦθα ἑνὸς μνησθεὶς τοὺς ἄλλους παρῆλθεν, οὕτω κἀκεῖ μὴ πάντας κακῶς λέγειν ὀνομαστί; νῦν δʼ ὥσπερ ὡς ἀληθῶς τέταρτον μόριον τῇ πολιτικῇ νέμων παρὰ τὴν κολακείαν ἑνὸς μὲν ἐπʼεὐφημίᾳ, τεττάρων δʼ ἐπὶ τοῖς ἑτέροις ἐμνημόνευσεν. ὅτι τοίνυν οὐδʼ ὃν ἐπῄνεσεν οὐδαμῶς ἐν καιρῷ τοῖς λόγοις ἐπῄνεσε τοῖς ἑαυτοῦ, ἀλλὰ κἀνταῦθα οὗ ἥκιστα αὐτῷ συνέφερεν ἐμνημόνευσεν, ὑπερβολὴ μὲν εἶναι δόξει τις, ὅμως δʼ ἔγωγε καὶ τοῦτο οὐ χαλεπῶς οἴομαι δείξειν. κατηγόρηκε γὰρ τοῦ Μιλτιάδου καὶ Κίμωνος καὶ Θεμιστοκλέους δὴ καὶ Περικλέους, ὅτι τῷ δήμῳ προσέκρουσαν, καὶ μέγιστον τοῦτο σύμβολον πεποίηται τοῦ μηδὲν βελτίους ὑπʼ αὐτῶν Ἀθηναίους γεγονέναι, προσῆκον, εἴπερ γε ἦσαν αὐτοὶ δίκαιοι καὶ δικαίους ἐποίουν. τὸν δὲ Ἀριστείδην ἐπῄνεκεν ὡς καλὸν κἀγαθὸν καὶ δίκαιον. φαίνεται δὲ καὶ οὗτος οὐδὲν πρᾳοτέρων τῶν Ἀθηναίων τυχὼν εἰς αὑτὸν, ἀλλὰ καὶ αὐτὸς ἐξοστρακισθεὶς εὖ καὶ καλῶς, καὶ νὴ Δίʼ, ὡς ἐγᾦμαι, πρότερος μὲν τοῦ Κίμωνος, πρότερος δὲ καὶ τοῦ Θεμιστοκλέους. ἑλοῦ δὴ κἀνταῦθα ὁπότερον βούλει δυοῖν. εἰ μὲν γὰρ ἐκ τῶν συμφορῶν δεῖ τοὺς ἄνδρας θεωρεῖν, κἂν
ὁ δῆμός του καταψηφίσηται, φαῦλον εὐθέως ἡγεῖσθαι, οὐδὲν βελτίων ἐκείνων οὗτος· οὐδὲ γὰρ αὐτὸς ἀθῶος φαίνεται διαφυγὼν, ἀλλὰ ταὐτὰ παθὼν ἐκείνων ἐνίοις· εἰ δʼ αὖ μηδὲν κωλύει τὸν Ἀριστείδην χρηστὸν νομίζεσθαι, μηδʼ εἰ πολλάκις ἐξωστρακίσθη, τί λέγεις κατʼ ἐκείνων ὡς ἰσχυρὸν τὸ προσκροῦσαι; τὸ γὰρ αὐτὸ δίκαιον ἐπʼ ἀμφοῖν, καὶ οὐδʼ αὐτὸς ἐκεῖνος ἄλλως ἂν, εἰ περιῆν, ἔφη, δίκαιός γε ὢν, ὡς σὺ φῄς. ἢ τοίνυν καὶ τοῦτον ψέγειν ἢ μηδʼ ἐκείνους αἰτιᾶσθαι προσῆκον ἐκ τῶν αὐτῶν δείκνυται. ὡς τοίνυν καὶ πάντας ἐπαινεῖ λαμπρῶς καὶ οὐ μόνον ἐξ ὧν τῆς αἰτίας ἀφῆκεν αὐτοὺς ἣν ᾐτιάσατο, οὐδʼ ἐξ ὧν τῷ γε Ἀριστείδῃ τὴν πρέπουσαν εὐφημίαν ἀπέδωκεν, οὐδὲν κύριόν ἐστι τῶν βλασφημιῶν, ἀλλὰ καὶ ἐξ ὧν ἄντικρυς ταὐτὰ ἐμοὶ φθέγγεται, περὶ τούτων βραχὺς ἀρκέσει μοι λόγος. ὁ γὰρ τοὺς Μαραθῶνι προκινδυνεύσαντας ἐπαινῶν εἰς ἀρετὴν καὶ φάσκων πατέρας τῆς ἐλευθερίας τοῖςἝλλησιν εἶναι, καὶ προσέτι γε τῇ ἠπείρῳ πάσῃ, καὶ πάλιν τοὺς τὰ δεύτερα ἐκδεξαμένους ἐγκωμιάζων, τοὺς ἐπʼ Ἀρτεμισίῳ καὶ Σαλαμῖνι ναυμαχήσαντας, καὶ τούς γε εἰς Κύπρον καὶ Παμφυλίαν πλεύσαντας, καὶ βεβαίους τῆς ἐλευθερίας τοῖς Ἕλλησι στήσαντας τοὺς ὅρους, καὶ τοὺς Ἕλληνας αὖ τῆς ἀγνωμοσύνης αἰτιασάμενος τοὺς ἐπὶ τὴν γῆν ἐκείνων στρατεύσαντας, καὶ τοὺς ἑλόντας τοὺς ἡγουμένους αὐτῶν ἐπαινῶν τὰ πρέποντα, καὶ λόγον πανηγυρικὸν διεξιὼν αὐτοκέλευστος ἐπʼ αὐτοῖς, τί ἄλλο οὗτος ἢ τὸν Μιλτιάδην καὶ τὸν Θεμιστοκλέα καὶ τὸν Κίμωνα καὶ τὸν Περικλέα κοσμεῖ τοῖς λόγοις τούτοις; ὅταν γὰρ τὰ πολιτεύματʼ αὐτῶν ἐπαινῇ, πῶς οὐκ αὐτοὺς ἐπαινεῖ; οὐ γὰρ
ἐκεῖνό γʼ ἔστιν εἰπεῖν. ὡς ἃ τοῖς πεισθεῖσιν ἀρετῆς ἔχει δείγματα, ταῦτʼ ἐν κακίᾳ χρὴ κατὰ τῶν πεισάντων λαμβάνειν, οὐδʼ ὡς τοὺς μὲν διακονήσαντας ὡς ἀγαθοὺς ἄνδρας ἐπαινεῖν, τοὺς δʼ εἰσηγησαμένους ταῦτα καὶ συμβουλεύσαντας διακόνους πειρᾶσθαι τῷ λόγῳ ποιεῖν· οὐδʼ ὧν αἱ προαιρέσεις τῆς ἐλευθερίας τοῖς Ἕλλησιν ἦρξαν, τούτους ὡς ταῖς τῶν πολιτῶν ἐπιθυμίαις ἐδούλευον λέγειν. εἰ μὲν γὰρ ἄλλως ταῦτʼ ἐστὶ λόγου χάρις τε καὶ ἡδονὴ, τί τῆς ῥητορικῆς ταῦτα κατηγορεῖ; καὶ τί τῶν κολάκων εἷς γίγνεται λέγων τὰ ἡδίω πρὸ τῶν ὄντων, καὶ ταῦτα μηδεμιᾶς ἀνάγκης ἐπούσης; εἰ δʼ ἐφʼ ἅπασι δικαίοις καὶ μετὰ τῆς ἀληθείας εἴρηται, τίνι χρὴ μείζονι λῦσαι τὰς βλασφημίας; ἢ τίνα καλλίω ποιήσασθαι μάρτυρα αὐτοῦ Πλάτωνος, ὅταν ἐνταυθοῖ μὲν καὶ παραχρῆμα ἀφιεὶς φαίνηται τῆς αἰτίας αὐτοὺς, ἑτέρωθι δὲ καὶ καθάπαξ ἐγκωμιάζων καὶ τὸν Στησίχορον μιμούμενος τῇ παλινῳδίᾳ; καὶ μὴν καὶ τοὺς νόμους γε τιθεὶς τῶν Μηδικῶν * * ἄλλα τε δὴ περὶ τῆς πολιτείας τῆς κατʼ ἐκείνους τοὺς ῥήτορας ἥκιστα τοῖς τῆς κολακείας ἐγκλήμασι συμβαίνοντα καὶ ὅτι εἰ μὴ τὸ Ἀθηναίων καὶ Λακεδαιμονίων διανόημα ἔσωσετοὺς Ἕλληνας, τῆς γε ἄλλης Ἑλλάδος οὐδαμῶς ἄν τις εὐσχήμονα κατηγοροίη, δίκαια λέγων καὶ τὰ ὄντα.
οὐκοῦν τοῖς γε Ἀθηναίοις εὐσχημόνως ταῦτα ἐπράττετο· εἰ δὲ εὐσχημόνως, καὶ τεταγμένως· εἰ δὲ τεταγμένως, καὶ κοσμίως. κοσμίως ἄρα ἦγον αὐτοὺς οἱ κεκοσμηκότες καὶ οὔτʼ αὐτοὶ ᾤοντο δεῖν λέγειν εἰκῆ οὔτʼ ἐκείνους
πράττοντας ὅ τι τύχοιεν περιορᾶν. οὐκ ἄρα χωρὶς σωφροσύνης φόρων καὶ συμμάχων καὶ τῶν τοιούτων ἐνέπλησαν τὴν πόλιν, εἴπερ δεῖ τοῖς Πλάτωνος πείθεσθαι λόγοις καὶ νόμοις. ἔτι δʼ αὐτὸ δείξω σαφέστερον καὶ κατὰ ῥῆμα ἐπεξιών· ἔστι γὰρ οὕτως ἔχοντα ἡμῖν γὰρ κατʼ ἐκεῖνον τὸν χρόνον, ὅτε ἡ Περσῶν ἐπίθεσις τοῖς Ἕλλησιν, ἴσως δὲ σχεδὸν ἅπασι τοῖς τὴν Εὐρώπην οἰκοῦσιν ἐγίγνετο, πολιτεία τε ἦν παλαιὰ καὶ ἐκ τιμημάτων ἀρχαί τινες τεττάρων, καὶ δεσπότις ἐνῆν τις αἰδὼς, διʼ ἣν δουλεύοντες τοῖς τότε νόμοις ζῆν ἠθέλομεν. οὐκοῦν ὅταν αἰδουμένους μοι διδῷς αὐτοὺς, ἐπιεικεῖς ἄνδρας εἶναι δίδως. καὶ πρὸς τούτοις δὴ τὸ μέγεθος τοῦ στόλου κατά τε γῆν καὶ κατὰ θάλατταν γενόμενον φόβον ἄπορον ἐμβαλὸν δουλείαν ἔτι μείζονα ἐποίησεν ἡμᾶς τοῖς τε ἄρχουσι καὶ τοῖς νόμοις δουλεῦσαι. εὖ γε, ὦ φίλτατε Ἑλλήνων. τόν τε γὰρ δῆμον οἷς μάλιστα προσήκει δουλεῦσαι λέγεις ἄρχουσι καὶ νόμοις, τούς τε προεστηκότας αὐτῶν ἄρχειν καὶ κρατεῖν, οὐ κολακεύειν οὐδὲ ἄρχεσθαι. καὶ διὰ ταῦτα πάνθʼ ἡμῖν ξυνέπεσε πρὸς ἡμᾶς αὐτοὺς σφοδρὰ φιλία. ταῦτα πάνθʼ ὡς ἀληθῶς εὐφημίας μεστὰ καὶ κατὰ τοῦ δήμου καὶ κατὰ τῶν προεστηκότων. ἔπειτα προελθὼν ἐπὶ δὲ τῆς ἐλπίδος φησὶν ὀχούμενοι ταύτης εὕρισκον καταφυγὴν αὑτοῖς εἰς αὑτοὺς μόνους εἶναι καὶ τοὺς θεούς. οὐκοῦν ἐσωφρόνουν πάντες γε, ὡς ἔγωγε οἶμαι, μᾶλλον. ταῦτʼ οὖν αὐτοῖς πάντα φιλίαν ἀλλήλων ἐποίει, ὁ φόβος ὁ τότε παρὼν ὅ τʼ ἐκ τῶν νόμων τῶν ἔμπροσθεν γεγονὼς, ᾧ δουλεύοντες τοῖς ἔμπροσθεν νόμοις ἐκέκτηντο, ἣν αἰδῶ πολλάκις ἐν τοῖς ἄνω λόγοις εἴπομεν, καὶ ᾗ δουλεύειν ἔφαμενδεῖν τοὺς μέλλοντας ἀγαθοὺς ἔσεσθαι. ἀπήλλαξας ἅπασαν ἀμφισβήτησιν, ἀγαθοὺς προσειπὼν τοὺς ἄνδρας, καὶ ταῦτα οὐ μόνον αὐτοὺς, ἀλλὰ καὶ τοὺς προσέχοντας αὐτοῖς. πῶς οὖν ἢ ʼκείνους ὡς διεφθαρμένους, ἢ τούτους ὡς διεφθαρκότας αἰτιᾷ; ἢ πῶς ἔνεστι μὴ ἀγαθοὺς εἶναι οἷς τὸ δουλεύειν ἀγαθὸν εἶναι τίθης; εἶεν. κοινῇ μὲν δὴ τοὺς ἄνδρας οὕτως ἐπῄνεκεν ἡμῖν λέγων τοὺς τότε προστάντας, πανηγυρίζων τε καὶ νομοθετῶν, ἰδίᾳ δʼ αὖ τὸν Περικλέα ποῦ καὶ πῶς, ὃν ἐνταῦθα προθυμότατα εἴρηκε κακῶς; τὸ μὲν τοίνυν ὅπου τί δεῖ λέγειν; τὸ δὲ ὅπως εἰρήσεται. προσπεσὼν γὰρ, οἶμαι, τοιούτῳ ὄντι Ἀναξαγόρᾳ μετεωρολογίας ἐμπλησθεὶς καὶ ἐπὶ φύσιν νοῦ τε καὶ διανοίας ἀφικόμενος, ὧν γε δὴ πέρι τὸν πολὺν λόγον ἐποιεῖτο Ἀναξαγόρας, ἐντεῦθεν εἵλκυσεν ἐπὶ τὴν τῶν λόγων τέχνην τὸ πρόσφορον αὐτῇ. οὐκοῦν ἐνταυθοῖ δύο μαρτυρεῖ, καὶ τὴν ῥητορικὴν οὐκ ἄτεχνον τριβὴν εἶναι, ἀλλὰ τέχνην περὶ λόγους, καὶ τὸν Περικλέα κράτιστον ἐν αὐτῇ, καὶ τὴν αἰτίαν προστίθησι. τοσοῦτον ἀπέχει τοῦ κολακείαν ἢ διακονίαν ὀνειδίζειν. οὐκοῦν οὐχ ἡ ῥητορικὴ φαῦλον ἐκ τῆς τοῦ Περικλέους πολιτείας φαίνεται, ἀλλʼ ὁ Περικλῆς ἄριστος τὴν ῥητορικὴν ἐν τούτοις τοῖς λόγοις ἐγγέγραπται. φαίνεται τοίνυν αἰτιασάμενος μὲν κοινῇ τοὺς ἄνδρας ὡς διακόνους καὶ κόλακας, πάλιν δὲ τῆς αἰτίας ἀφιεὶς
αὐτοὺς, τούτου δʼ ἕνεκʼ αἰτιασάμενος, τοῦ μηδένα δόξαι ῥήτορα χρηστὸν Ἀθήνησι γεγονέναι, πάλιν δʼ αὖ τῶν ῥητόρων ἕνα τῶν Ἀθήνησιν ἐπαινῶν, καὶ ταῦτα τοῖς αὐτοῖς ἐνεχόμενον οἷσπερ οὗτοι, τὸν Ἀριστείδην λέγω, καὶ δυοῖν θάτερον, ἢ μὴ προσήκοντα ἐπαινούμενον, ἢ ʼκείνους δεικνύντα ἃ μὴ προσῆκεν ἀκηκοότας, ἔτι δʼ οὐ τοῦτον μόνον, ἀλλὰ καὶ πάντας ἐφεξῆς αὐτοὺς ἐπῃνεκὼς ἑτέρωθι, ἡνίκʼ οὐδεμιᾶς ἐστι φιλονεικίας, καὶ πάλιν γʼ ἰδίᾳ τὸν Περικλέα φάσκων τελεώτατον εἰς τὴν ῥητορικὴν γεγονέναι. πῶςοὖν ἄν τις νεμεσῴη δικαίως ἡμῖν, ὅταν αὐτὸς Πλάτων ὡς ἀληθῆ λέγομεν ἐπιψηφίζῃ; ἃ μὲν γὰρ οὗτος αἰτιᾶται τοὺς ἄνδρας παρʼ ἡμῶν οὐχ ὁμολογεῖται, ἃ δʼ ἡμεῖς ἐπαινοῦμεν, τούτοις ἐστὶν αὐτὸς σύμψηφος. ὥστε τὸ νικᾶν ἡμᾶς παρʼ ἀμφοῖν ὁμολογεῖται, τὸ δʼ ἐκεῖνον οὐδὲ παρʼ αὐτοῦ συμβαίνει. εἰς τοσοῦτον δʼ ἥκει τοῦ τἀναντία τῶν ὄντων λέγειν ὥστε φησὶν ὡς Περικλῆς παραλαβὼν Ἀθηναίους ἡμερωτέρους ἀγριωτέρους καὶ χαλεπωτέρους ἀπέδειξε, καὶ ταῦτα εἰς αὐτὸν ὃν ἥκιστα ἐβούλετο. πῶς, ὦ μακάριε; εἰ γάρ ἐστιν ἀληθὴς ὁ σὸς λόγος ὡς Μιλτιάδην γε μικροῦ εἰς τὸ βάραθρον ἐνέβαλον, πᾶν τοὐναντίον ἤδη φαίνεται, ὁ μὲν Θεμιστοκλῆς ἀγριωτάτους παραλαβὼν ἡμερωτέρους ποιήσας, τὸ γοῦν ἐξοστρακισθῆναι, καὶ πρός γε, εἰ βούλει, φυγῇ ζημιωθῆναι, κέρδος παρʼ ἐκείνην τὴν συμφοράν. πάλιν δʼ ὁ Κίμων ἐξωστρακίσθη μὲν, φυγῇ δὲ οὐ προσεζημιώθη, ἀλλὰ καὶ κατῆλθε πρὸ τοῦ χρόνου. οὕτως ἔτι πρᾳοτέροις οὗτος ἐχρήσατο· ὁ δʼ αὖ Περικλῆς ἔτι τούτου μετριώτερα δυστυχήσας, ὅστις χρήματα ἐζημιώθη μόνον καὶ πάλιν ὁ αὐτὸς ἦν τῇ τάξει καὶ ταῖς τιμαῖς. οὕτως ἐκ τραχυτέρων καὶ χαλεπωτέρων ἀεὶ πρᾳότεροι καὶ ῥᾴους φαίνονται γεγενημένοι, καὶ σχεδὸν πάντων
ἐπιεικεστάτοις αὐτοῖς ὁ Περικλῆς χρησάμενος καὶ ἀποδείξας ἡμερωτέρους ἢ παρέλαβε. πρὸς ταῦτʼ ἔστων οἱ δίκαιοι καὶ ἥμεροι, καὶ Ὅμηρος μαρτυρείτω, προστίθει γὰρ, εἰκότως ἄρα καὶ ζῶντα ἐτίμων αὐτὸν καὶ τεθνεῶτα ἐπόθουν καὶ προαχθέντες μετέγνωσαν· ὃ τοίνυν ἄξιον μετὰ τῶν ἄλλων ἐπισημήνασθαι, οὕτω γὰρ καὶ σαφῶς τὰ δίκαια ἐπαινέσας τὸν Περικλέα διʼ ὧν ἐπεδείξαμεν ἀρτίως πάλιν ἀλλαχοῦ φαυλίζων φαίνεται. αἰτιασάμενος γὰρ τὸν Ἀλκιβιάδην ἀμαθίᾳ συνοικεῖν καὶ φήσας οὐ μόνον αὐτὸντοῦτο πεπονθέναι, ἀλλὰ καὶ τοὺς πολλοὺς τῶν τὰ τῆς πόλεως πραττόντων, κατασκευάσας κἀνταῦθα ὁδόν τινα αὑτῷ κατὰ τοῦ Περικλέους, πειρᾶται κἀκείνῳ τὴν αὐτὴν αἰτίαν περιάπτειν, οὐδὲν προκαλυπτόμενος, ἀλλʼ ὡς τὸ λεγόμενον δὴ τοῦτο, οὔτε γράμματα οὔτε νεῖν εἰδότα ἐλέγχειν ἀξιῶν. καίτοι χωρὶς τοῦ μὴ ὁμολογεῖν ταῦτʼ ἐκείνοις, πότερον κρεῖττον ἦν, εἴπερ καὶ τἀναντία ἔδει λέγειν περὶ τοῦ ἀνδρὸς, πρὸς μὲν τὸν Φαῖδρον τὸν Μυρρινούσιον καὶ μηδὲν προσήκοντα τὰ δυσχερέστατα εἰπεῖν, πρὸς δὲ τὸν Ἀλκιβιάδην ἐκεῖνα τὰ ἐπιεικέστερα, ἢ πρὸς τὸν Φαῖδρον ἐπαινέσαντα κακῶς λέγειν πρὸς ἐκεῖνον; ἐγὼ μὲν ἐκεῖνο οἶμαι. ἐλέγχειν μὲν γὰρ δή που καὶ τοῦτον κἀκεῖνον βούλεται καὶ οὐκ ἔνεστʼ εἰπεῖν ὡς τὸν Ἀλκιβιάδην μὲν, τὸν Φαῖδρον δὲ οὔ. ὥστʼ εἰ πρὸς τοῦτον διὰ τοῦτο κατηγόρηκε τοῦ Περικλέους, εἰκὸς ἦν καὶ πρὸς ἐκεῖνον. τὸ διάφορον δὲ οὐ μικρόν. πρῶτον μὲν γὰρ περὶ συγγενοῦς πρὸς τοῦτον ἐβλασφήμει καὶ ἐπιτρόπου, καίτοι ὥσπερ οὐκ ἦν εἰκὸς τὸν πατέρα αὐτοῦ πρὸς αὐτὸν ψέγειν, οὐδʼ εἰ
φαυλότατος τῶν πολιτῶν ἦν, οὕτως οὐδὲ τὸν θεῖον κακίζειν, οὐδʼ εἰ συνῄδει τι τοιοῦτον, εἰς καιρὸν ἐγίγνετο. οὐ γὰρ ὁμοίως ἐκείνῳ τε κακῶς ἀκούειν καὶ τούτῳ τῶν κατʼ ἐκείνου λόγων ἀκούειν προσῆκεν. ἔπειτα πρὸς ἄνθρωπον ἐγίγνονθʼ οἱ λόγοι μὴ ὅτι Περικλέους ῥᾳδίως ἂν ὑπερφρονήσαντα, ἀλλὰ τοιοῦτον ὥσθʼ ὅ γʼ Αἰσχίνης φησὶ περὶ αὐτοῦ ὅτι κἂν τοῖς δώδεκα θεοῖς ἥδιστα ἐπετίμησε. τοσοῦτον αὐτῷ φρονήματος περιῆν καὶ τοῦ μηδένα μηδενὸς ἄξιον εἶναι νομίζειν. διόπερ καὶ ὅ γʼ ἐκείνου Σωκράτης οὐ τὴν αὐτὴν ἐτράπετο. ἀλλὰ τί φησί; γνοὺς οὖν αὐτὸν ἐγὼ ζηλοτύπως ἔχοντα πρὸς Θεμιστοκλέα ἔπειτʼ ἐστὶν ὁ τοῦ Θεμιστοκλέους ἔπαινος, δυοῖν ἕνεκεν ὀρθῶς ἔχων οἶμαι, τῆς τε ἀληθείας καὶ τοῦ καιρὸν ἔχειν τῷ μειρακίῳ τοὺς λόγους. καὶ οὐ κακῶς λέγει τὸν Θεμιστοκλέα παρόντος ἐκείνου, ὅπως μὴ ἔτι μᾶλλον ἀκούων διαφθείροιτο, οὐδέ γε εἰς παραμυθίας μέρος αὐτῷ κατατίθεται τὸ μὴ μόνον αὐτὸν τῇ ἀμαθίᾳ συνοικεῖν, ἀλλὰ καὶ πάντας εἶναιτοιούτους ὅσοι τὰ τῆς πόλεως πράττουσιν· οὐδαμῶς· ἀλλʼ ἀναγκάζει κλάειν θέντα τὴν κεφαλὴν ἐπὶ τὰ γόνατα ἀθυμήσαντα, ὡς οὐδʼ ἐγγὺς ὄντα τῷ Θεμιστοκλεῖ τὴν παρασκευήν· καὶ προσέτι συμμέτρως ἐπέτεινε τὸν λόγον. εἶπε γάρ που μεταξὺ λέγων ὡς οὐδʼ ἐκείνῳ ἡ ἐπιστήμη τοσαύτη οὖσα ἤρκεσεν, ἀλλʼ ἐνεδέησεν, ὥστε τὴν μὲν βλασφημίαν περιῃρῆσθαι, ὃ δʼ ἦν χρήσιμον εἰς τὸ προτρέψαι, παρʼ ἀμφοῖν ἐνεῖναι, καὶ παρὰ τῆς εὐφημίας καὶ παρὰ τοῦ μηδὲ ταῦτα ἀρκέσαι φῆσαι τῷ γε Θεμιστοκλεῖ.
οὕτω καίτοι τοῖς ἄλλοις Αἰσχίνης λειπόμενος Πλάτωνος, τοῦτό γε ἄμεινόν πως διεχείρισεν. ἀλλὰ γὰρ ὡς μὲν
οὐκ ἄριστος τῶν Ἑλλήνων Πλάτων κάκιστος ἂν εἴη καὶ βαρβάρων ὅστις οὐκ ἐθέλει λέγειν. ἔοικε δέ τι καὶ τῆς φύσεως ἀπολαύειν, ὥσπερ οἱ βασιλεῖς τῆς ἐξουσίας, οἷον καὶ περὶ αὐτὴν τὴν λέξιν ἔστιν οὗ φανήσεται ποιῶν, ἀδείᾳ λόγων πλείονι χρώμενος, καὶ περί γε αὐτὰς τὰς ὑποθέσεις, οἷόν ἐστιν ἐν τῷ λόγῳ οὗ μικρῷ πρόσθεν ἐμεμνήμεθα. ὑπόκειται μὲν γὰρ αὐτῷ δή που Σωκράτης τὸν ἐπιτάφιον διεξιὼν, μέμνηται δὲ τῶν ἐν Κορίνθῳ τετελευτηκότων καὶ τῶν ἐν Λεχαίῳ καὶ τῆς εἰρήνης τῆς ἐπὶ Ἀνταλκίδου κληθείσης. καίτοι ἐτελεύτησε μὲν Σωκράτης ἐπὶ Λάχητος ἄρχοντος, τῆς δʼ ἐν Κορίνθῳ μάχης καὶ τῆς ἐν Λεχαίῳ μέσος ἄρχων Εὐβουλίδης. ἀπὸ δὲ Λάχητος εἰς Εὐβουλίδην ἕβδομος ἄρχων Εὐβουλίδης αὐτὸς, ἀπὸ δὲ Εὐβουλίδου πάλιν ἄρχων ὄγδοος Θεόδοτος, ἐφʼ οὗ ἡ εἰρήνη ἐγένετο. ὁμοῦ τετταρεσκαίδεκα οἱ σύμπαντες ἄρχοντες εἰς τὴν εἰρήνην ἀπὸ Λάχητος ἄρχοντος. ὥστε οὐ μόνον Σωκράτης οὐδὲν ἑοράκει τούτων, ἀλλʼ οὐδʼ ἠπίστατο δήπουθεν εἰ γενήσεται· οὐδʼ ἂν τὸ δαιμόνιον προὔλεγεν αὐτῷ περὶ τῶν τοσοῦτον μετʼ αὐτόν. ἕτερον τοίνυν. ἐν γὰρ τῷ Συμποσίῳ συνάγει μὲν εἰς ταυτὸν Ἀριστοφάνη καὶ Σωκράτη καὶ Ἀγάθωνα, ἔτι μειράκιον ὄντα, ὥςφησι. προάγει δὲ εἰς τοσοῦτον τοὺς χρόνους, ὥστε λέγων ὁ Ἀριστοφάνης, ἐπειδὴ τῆς λυγγὸς ἐπαύσατο, τὸν προβληθέντα λόγον μέμνηται καὶ οὗτος αὖ πάλιν Ἀρκάδων ὑπὸ Λακεδαιμονίων διῳκισμένων. διῳκίσθησαν δὲ Μαντινεῖς ὑπὸ Λακεδαιμονίων ἤδη τῆς εἰρήνης ὀμωμοσμένης. οὕτως ἐστὶ ταῦτʼ ἐκείνων ἔτι νεώτερα. πῶς οὖν ἢ Ἀριστοφάνης ἂν εἴη λέγων ταῦτα, ἢ Σωκράτης ἀκούων ἢ Ἀγάθων ἔτι μειράκιον περὶ τούτους τοὺς χρόνους; πῶς δʼ ἂν καὶ Ἀλκιβιάδης κωμάζοι παρʼ αὐτοὺς, καὶ οὗτος νέος τε ὢν ἔτι καὶ καλὸς, ὃς πρότερος τοῦ Σωκράτους ἐτεθνήκει, βιοὺς τόσα καὶ τόσα ἔτη τὰ σύμπαντα; εἰ μὴ ἄρα ἐν τῷ Ἠλυσίῳ πεδίῳ τὸ συμπόσιον συνεκροτεῖτο. τίς δὲ καὶ ἡ λὺγξ ἡ τοῦ Ἀριστοφάνους; καὶ ποῦ σὺ τοῦτʼ ἐτήρησας; ἀλλʼ οἶμαι λύζειν αὐτὸν ἔδει, ἵνα εἰς ἀπληστίαν σκωφθῇ. εἰ δέ τις τῇ Πλάτωνος δόξῃ περὶ πάντων ἰσχυρίζοιτο, καὶ φάσκοι μὲν ζῆν Σωκράτη, ὅτε ὁ τῶν ἐν Κορίνθῳ καὶ Λεχαίῳ
τετελευτηκότων ἐλέγετο ἐπιτάφιος, πίνειν δʼ ἐν Ἀγάθωνος μετὰ τὴν εἰρήνην, λύζειν δʼ Ἀριστοφάνη ἐν τῷ συμποσίῳ, κωμάζειν δὲ Ἀλκιβιάδην, μειράκια δʼ εἶναι τηνικαῦτα Ἀγάθωνα καὶ Ἀλκιβιάδην, ὁμοῦ δʼ εἶναι πάντα χρήματα, πῶς οὐχὶ ληρήσει μὴ προσεξετάζων, εἴ τι καὶ κατʼ ἐξουσίαν ἁνὴρ λέγοι, ἀλλʼ ὥσπερ παῖς ἔμβραχυ τοῦτʼ ἀρκεῖν ὑπολαμβάνων ὅ τι φαίη Πλάτων; ἢ εἴ τις αὖ πείθοιτο τὸν Αἰγύπτιον δαίμονα τὸν Θεῦθ, οὕτω γὰρ αὐτὸς εἴρηκε τοὔνομα αὐτοῦ, τοῦτον περὶ Ναύκρατιν τῆς Αἰγύπτου γενέσθαι, καὶ μὴ ἐθέλοι συγχωρεῖν ὅτι ἐστὶ μὲν Ἑλλήνων Ἑρμῆς φωνὴ, ἀπὸ δὲ Ναυκράτιδος εἰς τὴν ἐπώνυμον πόλιν αὐτοῦ καὶ οὗ πάντες αὐτὸν ὁμολογοῦσιν Αἰγύπτιοι γενέσθαι ἀνάπλους ἡμερῶν ἐστιν οὐκ ὀλίγων; οὐ τοίνυν εἰ Πλάτων πολὺ πρῶτος τῶν Ἑλλήνων, ταυτόν ἐστι Ναύκρατίς τε καὶ Ἑρμοῦ πόλις, οὐδʼ αὖ περὶ Ναύκρατιν,ἀλλʼ οὐκ ἐν τῇ ἑαυτοῦ πόλει δεῖ δὴ τὸν Ἑρμῆν γεγενῆσθαι δοκεῖν· οὐδέ γε Εὐριπίδου φήσομεν οἶμαι τὸ ἰαμβεῖον εἶναι τὸ
οὐδʼ εἴ τις οὕτω τῶν σοφῶν εἴρηκεν· ἔστι γὰρ ἐξ Αἴαντος Σοφοκλέους, Αἴαντος τοῦ Λοκροῦ. ἀλλʼ ἐστὶ ταῦτα ἀπὸ τῆς τῶν διαλόγων ἐξουσίας καὶ συνηθείας ὡρμημένα. τῷ γὰρ ἅπαντας αὐτοὺς ἐπιεικῶς εἶναι πλάσματα καὶ πλέκειν ἐξεῖναι διʼ ὧν ἄν τις βούληται, ἔνεστί τι κἀν τοῖς λόγοις αὐτοῖς οὐ σφόδρα τηροῦν τὴν ἀλήθειαν. καὶ ἅμα μοι δοκεῖν ἐφέλκεταί τι τῆς ἐλευθερίας καὶ τῆς μεγαλοπρεπείας, καὶ οὐ παντάπασιν ἀκριβολογεῖται, ἀλλʼ, ὥσπερ ἔφην, συγχωρεῖ τῇ φύσει. ἔπειτα ταῦθʼ ἡμεῖς ἁπλῶς οὕτως παραδεξόμεθα; οὐκ ἄρʼ εἰδέναι τἀκείνου δόξομεν. οὐδέ γε τῶν Πλάτωνος σύγγραμμά ἐστι Πλάτωνος οὐδὲν οὐδὲ ἔσται· πόθεν; ἀλλὰ ταῦτʼ ἐστὶ Σωκράτους νέου καὶ καλοῦ γεγονότος, εἶθʼ ὁ μὲν γράψας οὐ γέγραφε ** λοιπὸν οὖν αὐτῷ καὶ τοὔνομα ἐξαρνουμένῳ πείθειν οὐχ ἡμᾶς γε, ἐὰν σωφρονῶμεν, ἀλλʼ εἰσόμεθα αὐτοῦ τὰς παιδιὰς—εἰρήσθω γὰρ ὃ κἂν αὐτὸς εἶπε περὶ αὑτοῦ—οἷα κἀν τούτοις ἀμέλει τοῖς λόγοις, ἵνα μὴ τὰ πόρρω λέγωμεν, ἢ περὶ γυμναστικῆς καὶ ἰατρικῆς ἔνεστι θέσις, ὡς ῥᾳδίως καὶ ἁπλῶς ἔχουσα, τῷ παντὶ βελτίω γυμναστικὴν ἰατρικῆς εἶναι. καίτοι γε ἤδη ἔγωγέ τινος ἤκουσα λέγοντος τῶν ἰατρῶν ὅτι ἡ μὲν γυμναστικὴ τοῖς ἀθληταῖς ἐπίπαν διαλέγεται καὶ περὶ τοῦτό ἐστιν, ἡ δʼ ἰατρικὴ συλλήβδην ἅπασιν ἐπιστατεῖ, καὶ πολὺ τοὐμμέσῳ. ὅπου γὰρ οὐδʼ αὐτοῖς τοῖς ἀθληταῖς οἷόν τε τῇ ῥώμῃ χρήσασθαι, μὴ τοῦ ὑγιαίνειν ὑπάρχοντος, πῶς οἷόν τε ἡττᾶσθαι τὴν ἅπασι τοῦτο παρασκευάζουσαν τέχνην τῆς τοῖς ὀλίγοις ἐκεῖνο ὃ μηδέποτʼ ἔστι χωρὶς τούτου λαβεῖν; τό τε σύμπαν οὐ συνεχώρει τοσοῦτον εἶναι τὴν ἰατρικὴν, ὅσον τοὺς κάμνοντας ἐπισκοπεῖν, ἀλλʼ εἶναι διττόν. δεῖν γὰρ τὸν ἰατρὸν τὴν μὲν ὑπάρχουσαν ὑγίειαν διασώζειν, τὴν δʼ οὔπω παροῦσαν ἐμποιεῖν,
- σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ,
ὥσπερ τὸν γυμναστὴν τὴν μὲν ὑπάρχουσαν ῥώμην διασώζειν, τὴν δʼ οὔπω παροῦσαν ἐμποιεῖν. οὐ γὰρ ἄλλου μέν ἐστι τοὺς ὄντας ἀθλητὰς δή που γυμνάσαι, ἑτέρου δὲ τοὺς μέλλοντας ἔσεσθαι παρασκευάσαι, ἀλλʼ ἑνὸς ἀνδρὸς καὶ τῆς αὐτῆς τέχνης. εἰ δὲ τοῦθʼ οὕτως ἔχει, ῥᾴδιον ἤδη καταμαθεῖν ὅτι δευτέρα τῆς ἰατρικῆς ἡ γυμναστικὴ καὶ παντελῶς ὑπʼ αὐτὴν γίγνεται. καὶ γὰρ αὐτὸ τὸ γνῶναι τίνι δεῖ γυμνασίων καὶ πότε καὶ πόσων καὶ ποίων τινῶν ἑκάστῳ λέγω τῶν ἰδιωτῶν τῆς τοῦ ἰατροῦ σοφίας ἤδη γίγνεται, καὶ οὗτός ἐστιν ὁ πέμπων παρὰ τὸν γυμναστὴν, ἂν δέῃ. παραλαβὼν δὲ ἐκεῖνος τὸ τοῦ διακόνου πράξει, καὶ οὐ φιλοτιμήσεται πρὸς τὸν ἰατρὸν, ἀλλʼ ἐν τῇ τοῦ ἡνιόχου τάξει μενεῖ. καὶ γὰρ ἐκεῖνος παραλαβὼν παρὰ τοῦ ἰατροῦ τὸν μέλλοντα αἰωρήσεσθαι παρέχει τὴν διακονίαν καὶ γυμνάζει τὸν αὑτοῦ τρόπον. εἰ δʼ αἰωρεῖσθαι βέλτιον ἢ μὴ, τὸν ἰατρὸν ἤδη δεῖ τοῦτο ἐσκέφθαι. καὶ νὴ Δίʼ ὁ μὲν ναύτης εἰς τὸ πλοῖον ἐνθέμενος κομιεῖ παρὰ τὰς ἀκτὰς ἢ καὶ μέσον πόρον, εἰ βούλοιτο, καὶ κινήσει διὰ τῆς εἰρεσίας ἄνω καὶ κάτω περιάγων, ἢ καὶ τοῖς ἱστίοις προσχρώμενος, καὶ
καθεδεῖται, καθάπερ τις αὐτοκράτωρ ποιῶν ὅ τι βούλεται. εἰ δʼ ἄμεινόν τῳ πλεῦσαι τὸ παράπαν καὶ ὑγιεινότερον αὐτὸν τοῦτο ποιήσει, τῆς ἰατρικῆς τοῦτο τέχνης ἴδιον ἦν, ἀλλʼ οὐ τῆς ναυτικῆς. καὶ μὴν ὅτι καὶ πολλοὺς ἤδη καὶ τὰ τοιαῦτα ὤνησε καὶ οὐδὲν ἔλαττον ἢ τὰ ἐν ταῖς παλαίστραις γυμνάσια πάντες ὡς ἔπος εἰπεῖν σύνισμεν, ἀλλʼ οὐ διὰ τοῦτο οἱ ἡνίοχοι τοῖς ἰατροῖς ἀμφισβητοῦσιν, οὐδὲ οἱ ναῦται λέγουσιν ὡς αὐτοὶ μὲν φύλακες τῆς ὑγιείας θαυμαστοί τινες εἶεν καὶ γυμνάζοιεν ἅπαντας τοὺς βουλομένους, ἐκεῖνοι δʼ οὐδὲν ἄρα εἰδεῖεν πλὴν καθείρξαντες ἀπολλύναι. καίτοι εἰ βελτίων ἡ γυμναστικὴ τῆς ἰατρικῆς, τί κωλύει καὶ τούτους ἐκ τῶν αὐτῶν ἀμείνους εἶναι τῶν ἰατρῶν, ἐπειδή γε καὶ αὐτοῖς μέτεστιν ἀμηγέπη τῆς γυμναστικῆς; ἢ κατὰ πασῶν τούτων τῶν τεχνῶν ἓν τοῦτʼ ἰσχυρὸν τῆς ἰατρικῆς, καὶ τὸ τῆς Αἰσώπου κυνὸς ἑξῆς ὑπάρξει λέγειν, ὅτι εἰ μὴ αὕτη ἦν, οὐδʼ ἂν τούτων οὐδεμία ἦνχρησίμη, ἀλλὰ αὐτὸ τὸ τούτων τινὶ χρήσασθαι καὶ πάλιν μὴ δεῖν ἐπʼ αὐτὴν ἔρχεται; ὥσπερ οἶμαι κἀν τοῖς σιτίοις· κρίνει μὲν τὰ δέοντα ὁ ἰατρὸς, παρασκευάζει δὲ ὁ μάγειρος, ἀλλʼ οὐκ ἀμφισβητήσει γε τῷ ἰατρῷ τῆς ἡγεμονίας, οὐ μᾶλλόν γε ἢ καὶ τῷ δεσπότῃ. τοιοῦτόν τι καὶ τὸ τῆς γυμναστικῆς φαίη τις ἂν εἶναι πρὸς τὴν ἰατρικὴν, δεύτερον καὶ ὑπακοῦον καὶ πάντα μᾶλλον ὡς ἔπος εἰπεῖν ἢ κρεῖττον. ἀλλʼ ὑπὲρ μὲν τούτων τοῖς ἰατροῖς ὑπέρ τε σφῶν αὐτῶν ὅ τι γιγνώσκουσί τε καὶ βούλονται παρείσθω λέγειν.
ἀξιοῖ δὲ καὶ τῆς δικαιοσύνης κρεῖττον εἶναι τὴν νομοθετικήν. καίτοι πότερον κρεῖττον ἡ νομοθετικὴ τῆς
δικαιοσύνης, ἢ μέρος; ἐγὼ γὰρ οἶμαι πάντας ἂν ὡς ἔπος εἰπεῖν συμφῆσαι ὅτι καὶ νόμους θεῖναι καὶ ψήφους ἐνεγκεῖν καὶ συνειπεῖν τὰ δίκαια καὶ συμβουλεῦσαι καὶ χειροτονῆσαι, καὶ νὴ Δία περὶ αὐτοὺς τοὺς θεοὺς ἃ χρὴ πράττειν καὶ πάντα τὰ τοιαῦτα εἰς ἓν κεφάλαιον κοινὸν τὴν δικαιοσύνην ἀναφέρει. ὁ δὲ τοῦ μείζονος τοὔλαττον καὶ τοῦ παντὸς τὸ μέρος πρότερον καὶ κρεῖττον εἶναί φησι. καὶ εἰ μέν γε τὴν εὐσέβειαν τῆς δικαιοσύνης ἔφασκεν εἶναι κρεῖττον, ἐξῆν ἂν ἐπαινεῖν, ὡς δυοῖν μὲν τῆς δικαιοσύνης μερῶν ὄντων τῶν ἀνωτάτω, πρεσβυτέρου δὲ καὶ κρείττονος τοῦ περὶ τοὺς θεούς· νῦν δʼ οὐ τοιοῦτόν ἐστιν, ἀλλʼ ἁπλῶς καὶ καθάπερ νόμον ὡς ἀληθῶς τιθεὶς ἀνεξέταστον γνώμην ἀποφαίνεται. ἔπειτα τίθησι δύο μὲν τὰς τοῦ σώματος εἶναι θεραπείας, τὴν γυμναστικὴν καὶ τὴν ἰατρικὴν, δύο δʼ αὖ τὰς ἐπὶ τῆς ψυχῆς, τήν τε νομοθετικὴν καὶ τὴν δικαιοσύνην. αὐτὴ δʼ ἡ φρόνησις ἡμῖν ποῦ πρὸς θεῶν; ποῦ δʼ ἡ σωφροσύνη; ποῦ δʼ ἡ ἀνδρεία; ταυτὶ γὰρ δή που τέτταρα μέρη τῆς ἀρετῆς ἔστιν ἀκούειν ἀεὶ θρυλούντων, τὴν φρόνησιν, τὴν σωφροσύνην, τὴν δικαιοσύνην, τὴν ἀνδρείαν· ὧν ἓν μὲν τίθησι διπλοῦν, τὴν δικαιοσύνην, μέρος αὐτοῦ προσλαβὼν τὴν νομοθετικὴν, τὰ δὲ λοιπὰ πάντα παρῆκε. πῶς οὖν ὀρθῶς ἢ δικαίως ταῦτα ὑπόκειται κατʼ αὐτὸν τὸν περὶ τῆς δικαιοσύνης λόγον; εἶτα καὶ ποῦπαραπλήσιον; ἡ μὲν γὰρ γυμναστικὴ καὶ ἰατρικὴ οὐκ ἀρεταὶ δή που τοῦ σώματός εἰσιν, ἀλλʼ ἐπιστῆμαι περὶ τὴν τοῦ
σώματος χρείαν, ἡ δὲ δικαιοσύνη τῆς περὶ τὴν ψυχὴν ἀρετῆς ἄντικρυς μόριόν ἐστιν. οὐδὲν οὖν ἄλλο ἢ σοφίζεται κατʼ ἐπωνυμίαν ὥσπερ παῖδα Σωκράτης τὸν Πῶλον. καὶ οὔπω ταῦτʼ ἐστὶ τὰ κάλλιστα, ἀλλʼ ὅτι καὶ τὴν σοφιστικὴν τῆς ῥητορικῆς ἀμείνονα λέγει, ὥσπερ τὴν γυμναστικὴν τῆς ἰατρικῆς καὶ τὴν νομοθετικὴν τῆς δικαιοσύνης, φυλάττων μὲν οἶμαι τὸν αὐτὸν ἐφʼ ἅπασι λόγον, τὸ δʼ αὐτὸ πταίων περὶ ἅπαντα, ὥσπερ οἱ τὸ πρῶτον σφαλέντες ἐν τοῖς διαγράμμασι, χρῶμαι δʼ αὐτοῦ Πλάτωνος τῷ παραδείγματι· καὶ τοτὲ μέν γέ φησι ταυτόν ἐστιν, ὦ μακάριε, ῥήτωρ καὶ σοφιστὴς, τοτὲ δʼ αὖ τὴν σοφιστικὴν κρεῖττον εἶναι τῆς ῥητορικῆς καὶ διαφέρειν.ἀλλʼ ἵνα μὴ πάντα ἀκριβολογεῖσθαι δοκῶ, συγχωρήσωμεν τὸ αὐτὸ λέγειν αὐτὸν ἀεὶ, κρεῖττον τὴν σοφιστικὴν εἶναι. σκεψώμεθα δὴ πρὸς τί ποθʼ ἡμᾶς οὗτος ὁ λόγος προάγει. φανήσεται γὰρ ἐνταῦθα δὴ καὶ καθαρῶς πᾶσα ἡ ὕβρις, εἰ οἷόν τε εἰπεῖν. οὐκοῦν σοφισταὶ μὲν Πρωταγόρας καὶ Ἱππίας καὶ Πρόδικος καὶ οἱ περὶ τούτους, ῥήτορες δʼ αὖ Μιλτιάδης καὶ Κίμων καὶ Περικλῆς καὶ Θεμιστοκλῆς. φαίνεται δʼ αὖ τοὺς σοφιστὰς κατὰ τοὺς ἐν Ἅιδου κολαζομένους τιθεὶς καὶ καταλέγων, Καὶ μὴν Τάνταλον εἰσεῖδον καὶ τὸν δὲ μετʼ εἰσενόησα τοῖς ἐκ Νεκυίας αὐτοὺς κόσμοις τιμῶν, Πρόδικον μὲν ὡς Τάνταλον ὄντα, Ἱππίαν δὲ ὡς τὸ εἴδωλον τοῦ Ἡρακλέους. Πρωταγόρας δʼ αὖ μετὰ τούτων διαιτᾶται, μέρος τι τῆς οἰκίας κατειληφὼς καὶ τούτοις ἐνδείκνυσθαι βούλεται, καὶ ἔστι
θαυμαστὸς καὶ οὗτος τὴν φρόνησιν. ἐρωτᾷ δὲ Σωκράτης Ἀπολλόδωρον εἰ οὐκ αἰσχύνοιτο σοφιστὴν ἐθέλων παρέχειν ἑαυτὸν εἰς τοὺς Ἕλληνας. καὶ τί ἄν τις ἀγωνίζοιτο; ῥᾴδιον γὰρ καὶ τῷ τυχόντι γνῶναι τοῦτό γε, ὁπόσον τι Πλάτων ἀεὶ τῶν σοφιστῶν καταγελᾷ καὶ ὁπόσου τινὸς ἀξίους αὐτοὺς ἡγεῖται. ὅτε τοίνυν κρείττων μὲν ἡ σοφιστικὴ τῆς ῥητορικῆς, σοφισταὶ δὲ οὓς εἶπον οὗτοί εἰσικατὰ τὸν Τάνταλον, καὶ τὸ γενέσθαι τούτων ἕνα καὶ τὸ λαβεῖν τὴν τούτων προσηγορίαν αἰσχύνη σαφὴς, ποῖ ποτε ἐκπίπτει τῆς ῥητορικῆς τὰ πράγματα, ἢ τί τῷ Μιλτιάδῃ καὶ τῷ Κίμωνι καὶ τῷ Περικλεῖ καὶ τῷ Θεμιστοκλεῖ καταλείπεται; ἆρα ἄλλο τι ἢ τῷ ὄντι ὥσπερ εἴδωλον ἔλαττον φέρεσθαι, καὶ τίς ταῦτα ἀνέξεται; καίτοι ὅταν οἱ μὲν σοφισταὶ μηδὲν τῶν ἐν Ἅιδου κολαζομένων διαφέρωσιν, οἱ δὲ ῥήτορες χείρους ἔτι τούτων ὦσι, καὶ μηδὲν αὖ τῶν μαγείρων οὗτοι σεμνότεροι, κωμῳδίαν δὲ καὶ τραγῳδίαν μὴ οὐδὲ διδάσκειν δέῃ τὸ παράπαν, ἀλλʼ ἐκκηρύττειν ἐκ τῆς ἀγαθῆς πόλεως, ὁ δὲ διθύραμβος κολακεία τις ᾖ, φαῦλον δʼ οἱ χοροὶ, κἂν παιᾶνας ᾁδωσιν, Ὅμηρον δὲ εἰσαλείψαντες ἐκπέμπωμεν ὡς οὐκ ἐπιτήδειον συνεῖναι τοῖς νέοις, ἀλλὰ ὄντα γόητα καὶ τοῦ πρὸς ἡδονὴν θηρευτὴν, πάντες δʼ ὦσι τοῦ μηδενὸς ἄξιοι, οὐ φροῦδα τὰ τῶν Ἑλλήνων πράγματα; ἢ πῶς οὐκ εἰς πονηρὸν κάτεισι τοῖς Ἕλλησι τὰ πράγματα; ἢ τοῦ ποτε λοιπὸν ἡμῖν ὁ Σωκράτης ἔσται βελτίων, εἰ πάντας ἐφεξῆς οὑτωσὶ διαγράψομεν καὶ ξενηλασίαν τοσαύτην τῶν Ἑλλήνων ποιησόμεθα, ὅσην οὐδʼ ἐν Λακεδαίμονί πω συμβᾶσαν ἀκούομεν; οὐ
οὐ πρὸς ἡμέρων ταῦτα καὶ δικαίων, ὥς φασιν οἱ πρῶτοι τῶν Ἑλλήνων Ὅμηρος καὶ Πλάτων. καὶ ταῦτʼ οὐχὶ Πλάτωνος λέγω καθαπτόμενος. πόθεν; μὴ μὲν οὖν ἔμοιγε κατʼ Αἰσχύλον μήτε παρασπιστὴς μήτʼ ἐγγὺς εἴη ὅστις μὴ φίλος τῷ ἀνδρὶ τούτῳ μηδὲ τιμᾷ τὰ πρέποντα· ἀλλʼ ὥσπερ ἔφη Λυσίας κοινὸν ἑαυτὸν εἶναι φίλον τῆς πόλεως, οὕτως καὶ περὶ ἡμῶν χρὴ διανοεῖσθαι κοινούς τινας εἶναι τοῖς Ἕλλησι φίλους, καὶ νῦν ὑπὲρ τῶν κοινῶν δικαίων ἀγωνίζεσθαι. οὔτοι φιλαθηναίου γέ ἐστι τὴν Ἀκαδημίαν μόνην ἀσπάζεσθαι τῆς Ἀττικῆς, τὴν δʼ ἄλλην ἅπασαν ὥσπερ ἐχθρὰν κρίνειν καὶ πολεμίαν· οὐδὲ γὰρ καταγελάστους ἀποφήναντα τοὺς ἄλλους ἅπαντας οὕτω καὶ τότε χρὴ Πλάτωνα θαυμάζειν ἀναμεῖναι. τοῦτο γὰρ οὐ Πλάτωνος ἂν εἴη τιμὴ, ἀλλʼ ἀτιμία τῶν ἄλλων μᾶλλον, σχεδὸν δέ τι καὶ αὐτοῦ Πλάτωνος. τὸ γὰρ ἡγεῖσθαι χρηστοῦ τινοςἄλλου κριθέντος μὴ εἶναι τούτῳ πλείονος ἀξίῳ δόξαι πῶς οὐ τοιοῦτόν ἐστιν; ἀλλʼ ὥσπερ Ὅμηρος ἐπαινεῖ λέγων
πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγʼ ἀμείνων·καὶ πάλιν
καὶ ἑτέρωθιἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴας,
- ὄφρʼ Ἀχιλεὺς μήνιεν· ὁ γὰρ πολὺ φέρτερος ἦεν.
οὕτως καὶ ἡμᾶς εἰκός ἐστιν ἔχειν πρὸς τοὺς ἐπαίνους, πρεσβεύειν μὲν ὃν ἂν βουλώμεθα καὶ ὃν ἂν ᾖ δίκαιον, μὴ διασύρειν δὲ οὓς οὐκ ἄξιον, μηδὲ νομίζειν τὴν πρὸς τοὺς ἑτέρους ἀπέχθειαν ἀφορμὴν τῆς πρὸς τοὺς ἑτέρους πίστεως εἶναι, ἀλλʼ ἡγεῖσθαι παραπλήσιον νῦν ἡμᾶς ποιεῖν, ὥσπερ ἂν εἴ τις ἐν συμποσίῳ φίλων κοινῶν μαχομένων συστασιάζειν μὲν μηδετέροις ἀξιοίη, μηδʼ οὓς ἀδικεῖσθαι νομίζοι, πραΰνειν δʼ ἐπιχειροίη τοὺς ὑπάρξαντας καὶ διαλλάττειν εἰς τὸ δυνατόν. εἰ γὰρ τοῦ Πλάτωνα κακόν τι λέγειν ἀφέμενοι τοῖς ἀνδράσι τὰ πρέποντα ἀπεδώκαμεν, οὐκ ἀδικοῦμεν οἶμαι. ταῦτα γὰρ καὶ πολιτικὰ καὶ ἀνθρώπινα καὶ θεοῖς ἀρέσκοντα ἐκ τοῦ παντὸς χρόνου. δεῖ γὰρ καὶ τραγῳδίαν, ὦ Πλάτων, ἐπίστασθαι ἐπαινέσαι καὶ κωμῳδίαν γε ἃ προσήκει καὶ διθύραμβον καὶ χοροὺς, οὐδʼ ἂν ὅ γε Ἀπόλλων ἱστάναι χοροὺς προσέταττεν, εἰ πάντη φαῦλον ἦν, οὐδέ γε, ὃ τούτου μεῖζόν ἐστι, τὸν ἀποκτείναντα Ἀρχίλοχον, ὃς τὸ πάντων ἔξοχον καὶ δυσχερέστερον εἶδος τῆς ποιήσεως μετεχειρίζετο, τοὺς ἰάμβους, ἐξεῖργεν ἂν τοῦ νεὼ, φάσκων οὐκ εἶναι καθαρὸν, καὶ ταῦτʼ ἐν πολέμῳ τοῦ φόνου συμβάντος. ἀλλʼ ὅμως ἐτίμησε τὸν Ἀρχίλοχον καὶ Μουσάων γε θεράποντα προσεῖπεν, ἀλλʼ οὐκ ἀνθρώπων διάκονον οὐδενός. οὐ τοίνυν οὐδʼ Ἀρχίλοχος περὶ τὰς βλασφημίας οὕτω διατρίβων τοὺς ἀρίστους τῶν Ἑλλήνων καὶ τοὺς ἐνδοξοτάτους ἔλεγε κακῶς, ἀλλὰΚάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο,
- θηρσὶν ὀρεσκῴοισι, καὶ ἐκπάγλως ἀπόλεσσαν·
Λυκάμβην καὶ Χειδὸν καὶ τὸν δεῖνα τὸν μάντιν, καὶ τὸν Περικλέα τὸν καθʼ αὑτὸν, οὐ τὸν πάνυ, καὶ τοιούτους ἀνθρώπους ἔλεγε κακῶς. μὴ τοίνυν ἡμεῖς ἐκεῖνον ὑπερβαλώμεθα, μηδὲ Τιμοκρέοντος τοῦ σχετλίου πρᾶγμα ποιῶμεν, ἀλλʼ εἰδῶμεν εὐφημεῖν τὰ γιγνόμενα, καὶ ταῦτα παντὸς μᾶλλον δυνάμενοι, καὶ τὸ τοῦ Ὁμήρου νομίζωμεν εὖ ἔχειν
οὐ μὲν γὰρ τιμή γε μίʼ ἔσσεται οὐδʼ ἠβαιόν.ἀλλὰ κἂν ἄλλο τι τοιοῦτον εἴη. διὸ τῆς ἐπιβαλλούσης μερίδος δικαίως ἂν μεταλαμβάνοι. εἰ δʼ ἄρʼ ἐπαινεῖν μὴ ἔχοιμεν, ἀλλὰ σιωπᾶν γε δήπουθεν ἔξεστιν. εἰ δʼ οὖν καὶ τἄλλα πάντα ἀτιμάζομεν, ἀλλʼ οὐ πρὸς ῥητορικὴν εἰκὸς ἦν οὕτω φιλονείκως οὐδὲ πικρῶς ἔχειν· εἰ δέ τοι καὶ πρὸς τοὺς ἄλλους ῥήτορας, ἀλλʼ οὐ πρός γε τοὺς ἀρίστους τῶν Ἑλλήνων, οὐδʼ οἷς μέγιστα ἀντὶ μεγίστων ὀφείλεται, καὶ οὐ μόνον παρὰ τῶν κατʼ ἐκείνους ἢ μετʼ ἐκείνους εὐθὺς γενομένων, ἀλλὰ καὶ παρὰ τῶν ὕστερον ὡς εἰπεῖν ἁπάντων.
ἔπειτα τῆς μὲν κωμῳδίας κατηγορεῖς, αὐτὸς δὲ κωμῳδεῖς Ἱππίαν, Πρόδικον, Πρωταγόραν, Γοργίαν, Εὐθύδημον, Διονυσόδωρον, Ἀγάθωνα, Κινησίαν, πάντας ἀνθρώπους. καὶ τὸ μὲν τοὺς ἄλλους ἔλαττον· ἀλλʼ αὐτὸν τὸν Ἀριστοφάνη τίς ἔσθʼ ὁ κωμῳδῶν; ὅτῳ πολὺ τῆς κωμῳδίας, φαίη τις ἂν, περίεστι. καὶ τὴν μέν γε τραγῳδίαν λοιδορεῖς, πάλιν δʼ ἐπαινῶν τι τῶν συγγραμμάτων τῶν σαυτοῦ, τοὺς Νόμους οἶμαι, τραγῳδίαν προσείρηκας, καὶ ἀρίστην τῶν τραγῳδιῶν ἐτίθεις, καὶ αὐτὸς ὁμολογεῖς τραγῳδίας εἶναι ποιητής· ἀληθῆ λέγων, ὡς ἐγὼ φαίην ἄν. ἀλλʼ εἴ τι φαῦλόν γε ἡ τραγῳδία καὶ φαύλων ἀνθρώπων, πῶς σε φῶμεν τραγῳδίαν ποιεῖν; οὐ γὰρ τό γε ὅλως αἰσχρὸν οὐδαμῶς ἔνι δή που ποιῆσαι καλόν. καὶ λέγεις μὲν ὡς οὐ χρὴ μιμεῖσθαι τοὺς φαύλους οὐδʼ ἀφομοιοῦν
αὑτὸν τοῖς χείροσιν, αὐτὸς δʼ οὐ πάνυ χρῇ τούτῳ διὰ τέλους, ἀλλὰ μιμεῖ σοφιστὰς, μιμεῖ συκοφάντας, μιμεῖ Θρασύμαχον τὸν οὐδεπώποτε ἐρυθριάσαντα, θυρωροὺς, παιδία, μυρίους. ἀλλʼ οἶμαι τὸ τῆς φύσεως Ἑλληνικὸν
καὶ εὔκολον καὶ εὔχαρι καὶ ποικίλον καὶ θεῖον ἐφʼ ἅπαντα ταῦτʼ ἄγον σε ποιεῖ μαρτυρεῖν ὅτι καὶ τούτων ἑκάστου χρῆσίς ἐστι καιρὸν ἔχουσα καὶ χάριν ἐμμελῆ. ὁρῶ δʼ ὅτι κἀν τῇ σεμνοτάτῃ τῶν πολιτειῶν μνησθείς τι καὶ περὶ τούτου Ἑλληνίδα τὴν πόλιν ἀξιοῖς εἶναι. δεῖν γὰρ αὐτὴν φῂς ὥς τι διάφορον δηλονότι. οὐκοῦν ταῦτά γε τῶν Ἑλλήνων ἐπιχώρια. καίτοι πῶς εἰκὸς ὑπὲρ μὲν τῶν ἀδήλων τὴν Πυθίαν κελεύειν ἐπερωτᾶν, ἃ δʼ ἡ Πυθία πολλάκις ἤδη καὶ πολλοῖς ἀνεῖλεν ὑπερβαίνειν ἑκόντα καὶ μὴ ἐθέλειν λογίζεσθαι; τί οὖν ἀνεῖλεν ἐκείνη πολλάκις ἤδη καὶ πολλοῖς; νόμῳ πόλεως πράττοντας ὀρθῶς ἂν πράττειν. μὴ τοίνυν ἡμεῖς κινῶμεν τὰ περὶ ταῦτα νόμιμα, ἄλλως τε καὶ αὐτοὶ πολλάκις αὐτοῖς χρώμενοι καί τινʼ εὐδοκιμοῦντες τρόπον καὶ τούτων ἕνεκα· ἐπεὶ καὶ τὸν διθύραμβον δόξειε μὲν ἄν τῳ ψέγειν, φαίνεται δʼ οὕτω τιμῶν ὥστε καὶ χρῆσθαι, καὶ ὅ γʼ ἔτι τούτου κάλλιόν ἐστιν, ὅτι καὶ αὐτὸς ὁμολογεῖ. φησὶ γάρ που λέγων οὐ πόρρω διθυράμβων φθέγγεσθαι. καίτοι εἰ καθάπαξ αἰσχρὸν ὁ διθύραμβος καὶ ἀγεννὲς καὶ ἀνελεύθερον, τί σὺ ποιεῖς διθυράμβους, εἰ δὲ μὴ, μιμεῖ γε, καὶ ταῦτʼ εἰς τοὺς πεζοὺς τελεῖν ταχθείς; ἢ τί σοι βούλεται τὸ μὴ πόρρω διθυράμβων φθέγγεσθαι; οὐ γὰρ δὴ τοῦτο λέγεις, μὴ πόρρω τῶν κολάκων καὶ τῶν διακόνων φθέγγεσθαι, οὔτε σὺ φαίης ἂν τοῦτό γε οὔθʼ ἡμεῖς κατὰ σοῦ πιστεύσομεν, ἢ κομιδῆ πάντʼ ἄνω καὶ κάτω γίγνοιτʼ ἄν. ἡγοῦμαι μὲν τοίνυν καὶ διθυράμβων εἶναι Πλάτωνα ποιητὴν ἄριστον· πῶς γὰρ οὔ; οὐ μὴν οὐδὲ τῶν Πινδάρου διθυράμβων ὅτι χρὴ καταγνῶναι τοιοῦτον οἷον Πλάτων ἐπῃτιάσατο ἔγωγʼ