Orationes 46
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ἔχω, οὐ μόνον αὐτὸ τοῦτο τοὺς διθυράμβους σκοπῶν ἀνδρειότερον δήπουθεν ἔχοντας καὶ στερεώτερον ἢ ὡς ἐκεῖνόν τῳ δοκεῖν ὑποπίπτειν, ἀλλʼ ὅτι κἀν τοῖς ὕμνοις διεξιὼν περὶ τῶν ἐν ἅπαντι τῷ χρόνῳ συμβαινόντων παθημάτων τοῖς ἀνθρώποις καὶ τῆς μεταβολῆς τὸν Κάδμον φησὶν ἀκοῦσαι τοῦ Ἀπόλλωνος μουσικὰν ὀρθὰν ἐπιδεικνυμένου. οὕτω καὶ Πίνδαρος τῆς ὀρθῆς μουσικῆς ἐραστής ἐστι. τὸ δʼ ἐραστής ἐστι τὴν ὀρθὴν μουσικὴν μεταχειρίζεται. οὐ γὰρ δή που τῷ μὲν Ἀπόλλωνι ταύτην προστίθησιν, αὐτὸς δʼ ἑτέραν διώκει ταύτην ἀφεὶς, καὶ ταῦτʼ ἀεὶ τὸν Ἀπόλλω καὶ τὰς Μούσας καλῶν. εἶτα λέγεις ὅτι πάντες οὗτοι τοῦ πρὸς ἡδονὴν ἐξήρτηνται. πότερον οὖν σε φῶμεν ἔλαττον τοῦ δέοντος λέγειν ἢ πλέον; ὅτι μὲν γὰρ καὶ τοῦ πρὸς ἡδονὴν φροντίζουσιν ὁμολογεῖται. ὥσθʼ ὅσον προσθεῖναι προσῆκε, τοσοῦτον ἀφελὼν ἔλαττον παρὰ τοῦτʼ εἴρηκας. ὅτι δʼ αὐτοῖς κολακείαν ἐπενηνόχεις ἐκ τούτου πῶς οὐκ ἔξω τοῦ δέοντος εἴρηκας, ἢ πῶς οὐ ταύτῃ πλέον αὖ τοῦ δέοντός ἐστιν ἔχων ὁ λόγος; εἶεν. αὐτὸς δὲ σὺ πρὸς Διὸς οὐ πώποθʼ ἡμῖν οὐδὲν πρὸς ἡδονὴν οὔτʼ εἶπας οὔτʼ ἐποίησας, οὐ συνέθηκας, οὐ διέθου λόγον, οὐκ ἀνέπαυσας, οὐκ ἐπεισήγαγες, ἀλλʼ ἁπλῶς οὑτωσὶ τὴν ἀπὸ
Σκυθῶν ἡμῖν διαλέγει; ἐγὼ μὲν οὐκ ἐνέτυχον εἰς τήνδε τὴν ἡμέραν ἡδίονι τούτου καὶ πρὸς αὐτοὺς τοὺς διθυραμβοποιοὺς καὶ τοὺς τραγῳδιοποιοὺς εἶπον ἂν, εἴ τις αὐτῶν ἤρετο. εἶτʼ αὐτὸς ὅμοιον τῷ Νέστορι φθεγγόμενος, εἰ δὴ κἀκεῖνον τοιοῦτόν τι χρὴ φθέγξασθαι δοκεῖν, ἐγὼ μὲν γὰρ καὶ τὰς Σειρῆνας ἂν εἶξαί σοι δοκῶ, τῶν ἄλλων εἴ τι καὶ πρὸς ἡδονὴν λέγουσι κατηγορεῖς; ὅρα μὴ παίζοντα μᾶλλον τιθῇ σέ τις ἢ σπουδάζοντα καὶ φιλονεικοῦντα, ὅς γε καὶ ἐν αὐτοῖς τούτοις τοῖς λόγοις, ἐν οἷς διασύρει ταῦτα τὰ ἔθνη τοσοῦτον χαρίτων καὶ ἡδονῆς εἰσηνέγκατο, ὅσον οἷόν τʼ ἦν πλεῖστον ὡς ἐν ἀηδεῖ λέγω τῷ παντὶ λόγῳ καὶ τραχεῖ.τὸ μὲν οὖν μείζω τῶν ἄλλων Πλάτωνα φρονεῖν οὐ νεμεσῶ, τὸ δὲ τοὺς ἄλλους, εἰ μὴ πικρὸν εἰπεῖν, προπηλακίζειν, κἂν αὐτῷ συνών τε καὶ συμβουλεύων ἀφαιρεῖν οὐκ ἀδικεῖν ἂν ἡγοῦμαι. οἶμαι δὲ καὶ Σωκράτει τὸν Ἀπόλλω τοῦτο κελεύειν, κελεύοντα μουσικὴν ποιεῖν, ἀφελεῖν τὴν φιλαπεχθημοσύνην τὴν περὶ τοὺς λόγους, ὡς ἐκείνου γʼ ἄλλο μὲν οὐ ῥᾴδιον εὑρεῖν ὅ τί τις κατηγορήσει. τοῦτο δʼ ἤδη τινὲς ᾐτιάσαντο, ἀμέλει καὶ πρὸς τὸν ἀγῶνα ὃν ἔφυγε τοῦτο μάλιστʼ αὐτὸν βλάψαι δοκεῖ. καὶ ὅπως μή τίς μοι τῶν σοφιστῶν ὑπολήψεται, ἀλλʼ οὐδέν γʼ ἐβλάβη Σωκράτης, ἐπεὶ κἂν ἄλλος ἔχοι πρὸς τοῦθʼ ὑπολαμβάνειν, ἀλλὰ βλαβῆναί γʼ αἴτιος ἐγένετο τῶν δικαστῶν τοῖς
καταψηφισαμένοις, εἴπερ γε μὴ τὰ δίκαια ἔγνωσαν. χωρὶς δὲ τούτων εἰ μὲν ὅλως ἐπεθύμει θανάτου, πρῶτον μὲν τί τοσοῦτον ἦν αὐτῷ; ἔπειτʼ οὐδʼ ἀπολογεῖσθαι προσῆκε τὴν ἀρχήν. εἰ δʼ οὐκ ἂν ἀηδέστερον ἀπέφυγε, τοῦτʼ ἦν τὸ κωλῦσαν, τὸ πολλοῖς ἐκ τοῦ κακῶς λέγειν προσκροῦσαι. ἔοικε δὲ καὶ Ὅμηρος ἐκ πολλοῦ ταῦτα χρησμῳδεῖν καὶ προλέγειν, ἅτε τοῦ Ἀπόλλωνος θεράπων οἶμαι καὶ πάρεδρος ὤν. ἃ γὰρ ἐν λιταῖς Ὀδυσσεὺς λέγει πρὸς Ἀχιλλέα, Πηλέως τοῦ πατρὸς αὐτοῦ φάσκων παραίνεσιν εἶναι, ταῦθʼ Ὁμήρου παράκλησιν εἶναι πᾶσιν ὡς κοινοῦ πατρὸς ἡγεῖσθαι προσήκει,δεινὴ γὰρ ἡ σφόδρα ἔρις καὶ τὴν ὑπάρχουσαν εὔνοιαν μεταστῆσαι καὶ τοὺς οὐκ ὄντας ἀγῶνας ἐπισπάσασθαι. ἐγὼ μὲν οὖν ὡς μέχρι τῆς ῥητορικῆς κατέθει καὶ τοὺς τυράννους ἤλεγχε καὶ τἄλλα διεξήρχετο, εἱπόμην ὥσπερ εἰκὸς ἦν, εἰδὼς μὲν ὅτι οὐδὲν τούτων ἔλεγχός ἐστι ῥητορικῆς, ἀλλʼ ἔχων τὸν δικαιότατον λόγον ἀντιθεῖναι, ὅμως τῆς γε τόλμης ἠγασάμην καὶ τὴν δεινότητα καὶ τὴν εὐπορίαν ἐθαύμασα, καὶ εἰ χρὴ κατʼ αὐτὸν εἰπεῖν οἷονληγέμεναι δʼ ἔριδος κακομηχάνου, ὄφρα σε μᾶλλον
- τίωσʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.
λέοντος σκιρτῶντος ἔννοιάν τινʼ ἐλάμβανον καὶ μόνον οὐκ ἐθεώμην τὸν ἄνδρα ἐν τοῖς λόγοις. εἰ δὲ δεῖ καὶ τοῦτο προσθεῖναι, καὶ ὁ Μέλης οὐκ ἀηδής μοι καὶ ὁ Κινησίας, ἀλλʼ ἀπέλαυον τοῦ γελοίου καὶ συνεχώρουν ἄχρι τούτου καὶ ὀνομαστὶ κωμῳδῆσαι. πάντως οὐχ οὗτοί μοι τὰ
φίλτατα. ἐπεὶ δὲ καὶ ἐπὶ Μιλτιάδην καὶ Θεμιστοκλέα καὶ τοὺς περὶ τούτους ἀφίκετο καὶ τὸ χαίρειν ἀφεὶς τούτους ἔκρουε τὴν αὐτὴν ἁρμονίαν, καὶ τὸν Θεαρίωνα προσῆπτε, καὶ πάντα ἐμίγνυ καὶ γελοῖα καὶ σπουδαῖα ὑπὲρ τοῦ τοὺς ἄνδρας ἐλέγχειν, καὶ οὐδʼ ὁτιοῦν ὑπεστέλλετο, ἀλλʼ ἀνέδην ἔλεγε κακῶς, ἐνταῦθʼ ἤδη τι προσίστατό μοι καὶ ὡσπερεὶ προδοσία τις ἐφαίνετο τοὺς ἄνδρας προλιπεῖν. τί λέγεις; οὐ περαίνεις αὐτὸν ἐφʼ αὑτοῦ τὸν λόγον, ἀλλʼ ὀνόμαθʼ ἡμῖν εἰς τὸ μέσον φέρεις καὶ τὸ πρᾶγμʼ ἀφεὶς τὸν δεῖνα καὶ τὸν δεῖνα λέγεις κακῶς; καὶ ὁ μὲν τοῦ Σόλωνος νόμος οὐδὲ νόμον ἐπʼ ἀνδρὶ γράφειν ἐᾷ, σὺ δʼ ἐπʼ ἀνδράσι βίβλον ποιεῖς; καὶ Σωκράτης μὲν καὶ Πυθαγόρας οὐδʼ αὐτοὺς τοὺς λόγους ἐν οἷς ἔζων συνέγραψαν, ἀλλʼ ἐφʼ αὑτῶν ἐφιλοσόφουν, σὺ δὲ τῶν Ἑλλήνων κωμῳδεῖς τὰ ἀγάλματʼ ἐν μέσῳ; καὶ κωμῳδίας μὲν ἤδη ποιηταὶ τῶν ὀνομάτων ἀπέσχοντο καὶ ἠδυνήθησαν ἄνευ τοῦ ὀνομαστὶ κωμῳδεῖν τὸ δρᾶμα ἀπεργάσασθαι, σὺ δὲ τῶν Ἑλλήνων τοὺς ἄκρους τὸν Ἀριστοφάνους ἀλλαντοπώλην πεποίηκας, καὶ ταῦτα εἰκῆ καὶ πρὸς οὐδεμίαν χρείαν ἔτι τοῦ λόγου. ἀπειρηκότος γὰρ ἤδη τοῦ Καλλικλέους καὶ συγχωροῦντος τῷ Σωκράτει τί πρᾶγμʼ ἦν ἔτι τούτων μεμνῆσθαι, ὅπου γʼ εἰ καὶ ὁ Καλλικλῆς ἔτυχε περὶ αὐτῶν ὑπολαβὼν, *** ἔστι μὲν οἶμαι γέλως πᾶν τοῦτο. τίς γὰρ οὐκ οἶδεν ὅτι καὶ ὁ Σωκράτης καὶ ὁ Καλλικλῆς καὶ ὁ Γοργίας καὶ ὁ Πῶλος πάντα ταῦτʼ ἐστὶ Πλάτων, πρὸς τὸ δοκοῦν αὑτῷ τρέπων τοὺς λόγους; εἰ δʼ οὖν καὶτῷ ὄντι ἐκεῖθεν ἀφῖκτο ὁ λόγος καὶ ὁ Καλλικλῆς ἐξεπίτηδες ἐμνήσθη περὶ τῶν ἀνδρῶν ἐπʼ ἐλέγχῳ τοῦ Σωκράτους, ἐξῆν ὡδὶ δέχεσθαι καὶ μηδὲν βλάσφημον λέγειν· ἄξιον δʼ εἴπερ τῳ καὶ τούτῳ προσέχειν. οὑτωσὶ γὰρ ἐγίγνετό που τὰ δεύτερα, ὥς γέ μοι φαίνεται, οὐκοῦν εἰ μὲν καὶ τούτους, ὦ φίλε Καλλίκλεις, κόλακάς τινας εἶναι λέγεις καὶ τῶν πρὸς ἡδονὴν δημηγορούντων, τίθει μοι καὶ κατὰ τούτων ταῦτʼ εἰρῆσθαι. οὐδὲν γὰρ βέλτιον ἥ γε δή που κολακεία διὰ Μιλτιάδην καὶ Περικλέα καὶ ὃν ἂν εἴπῃς· πῶς γὰρ ὅ γʼ ἐστὶ φαῦλον φύσει; ὥστε τὸ Εὐριπίδου γίγνεται, σὺ λέγεις ταῦτʼ, οὐκ ἐγὼ, ὡς ἄρα οὐδὲν οὗτοι βελτίους τῶν νῦν. εἰ δὲ τῆς ἑτέρας ἦσαν μερίδος καὶ τὸ βέλτιστον ἀντὶ τοῦ πρὸς ἡδονὴν ᾑροῦντο, καὶ οὗτοι κατηγοροῦσιν, ὡς ἔοικε, φαύλους εἶναι περὶ ὧν διειλέγμεθα, καὶ οὐδὲν βελτίων ἡ ῥητορικὴ διὰ τούτους, ἣν σὺ μέχρι τούτου ἐπῄνεσας καὶ ἣν ἐμοὶ προξενεῖς, ἀλλὰ καὶ παρὰ τούτοις κριταῖς αἰσχρὸν, καὶ φαίνει δὴ τούτοις κατʼ ἐμοῦ μάρτυσι χρώμενος, οἷς ταὐτὰ δοκοῦντα ἅπερ κἀμοὶ φαίνεται.
οὕτως ἐξῆν οἶμαι διαλύειν τὸν λόγον, βλασφημίας δʼ οὐδὲν προσέδει. οὐδὲν γὰρ ἐξωτέρω προὔβαινεν ὁ λόγος, ἀλλʼ ἐπὶ τῶν αὐτῶν εἱστήκει. τί γάρ φησι πρὶν ἐλθεῖν ἐπὶ τοὺς ἄνδρας; ἐξαρκεῖ. εἰ γὰρ καὶ τοῦτʼ ἐστὶ διπλοῦν, τὸ μὲν ἕτερον αὐτοῦ κολακεία ἂν εἴη καὶ αἰσχρὰ
δημηγορία, τὸ δʼ ἕτερον καλόν· περὶ τῆς ῥητορικῆς δή που λέγων. καίτοι ὅτε τοῦτʼ ἐξήρκει, ἐξήρκει καὶ περὶ τούτων σιωπᾶν. οὐδὲν γὰρ ἐκώλυε διπλοῦν εἶναι τὴν ῥητορικὴν τὸ τούτους γε χρηστοὺς εἶναι συγχωρῆσαι, ἀλλὰ καὶ σφόδρʼ ἐκείνῳ τῷ λόγῳ συνέβαινεν. οἱ μὲν γὰρ ἦσαν κόλακες, οἱ δʼ οὔ. εἰ μὲν γὰρ οὐ διπλοῦν ἡ ῥητορικὴ, τί διῃροῦ; εἰ δὲ τοιοῦτον, τί πλέον τούτους ἐλέγχειν; ἀλλὰ μὴν ὅτε καὶ τούτων κατηγορήσας ἄλλον αὖθις ἐπῄνει, οὐδὲν τῷ λόγῳ προσελάμβανεν. ὥστʼ εἶχεν ἂν πάλιν ὁ Καλλικλῆς εἰς τὰς αὐτὰς λαβὰς ἐπανελθεῖν, τί λέγων; ἐξαρκεῖ. εἰ γάρ ἐστι διπλοῦν, καὶ τοὺς μὲν ἐπαινεῖς, τοὺς δὲ ψέγεις, τί σοι προκέκοπται, πλὴν εἰ τούτοις ἄλλωςἀηδῶς εἶχες. φέρε γὰρ πρὸς θεῶν, εἰ ὁ Καλλικλῆς εὐθὺς ἐν ἀρχῇ τὸν Ἀριστείδην προὐτείνατο, ἤτοι μόνον εἰπὼν ἢ καὶ μετʼ ἐκείνων, ἡνίκʼ αὐτὸν ἤρετο Σωκράτης εἴ τινα τῶν παλαιῶν εἰπεῖν ἔχει, πῶς ἂν αὐτὸν ἐδέξατο, ἢ τί τὸ συμβαῖνον ἔμελλεν ἔσεσθαι περὶ τὸν λόγον; εἰ μὲν γὰρ κἀκεῖνον ἂν ὥσπερ καὶ τούτους εἶπε κακῶς, οὕτω καὶ τούτων ἕκαστον, ὡς ἔοικεν, εἴρηκεν. ὥσθʼ ὃν ἐπῄνεσεν, εἶπεν ἂν, εἰ συνέβη, κακῶς. εἰ δʼ οὐχ οἷόν τʼ ἦν αἰτιάσασθαι, τί ταύτης ἔδει τῆς φιλονεικίας, εἴ τινα τῶν παλαιῶν ἔχεις εἰπεῖν; ὁπότε γὰρ μὴ ἐνῆν ἅπαντας ἐλέγχειν, τί χρῆν κατὰ πάντων προκαλεῖσθαι; καὶ μὴν εἴ γε μηδὲν βλάβος ἦν τῷ λόγῳ μὴ ἐλέγξαι τὸν Ἀριστείδην, οὐδὲ τούτους ἐπάναγκες ἦν κακῶς εἰπεῖν. εἰ τοίνυν τὸν μὲν ἐπῄνεσε, τὸν δʼ ἔψεξεν αὐτῶν, τί πλέον προσεγίγνετʼ ἂν αὐτῷ; τὸ γὰρ ἀρχαῖον ἐκεῖνο ἔμενε, τὸ ἐξαρκεῖ καὶ τὸ διπλοῦν
ἐστιν. οὐ γὰρ δὴ προῄδει γʼ ὁ Σωκράτης ὅτι πάντων μᾶλλον ἢ ʼκείνου μνησθήσοιτο ὁ Καλλικλῆς· καὶ διὰ τοῦτʼ ἠρώτα θαρρῶν, ἀλλʼ ἐξῆν καὶ μόνον εἰπεῖν καὶ μετὰ τῶν ἄλλων κἀκείνου μνησθῆναι, καὶ οὕτως ἐξεχεῖτʼ ἂν ἅπασα ἡ περιβολή. τί δὴ φήσομεν διαφέρειν ἢ μετʼ ἐκείνων ἀναμὶξ αὐτὸν ἐπαινεῖσθαι κακῶς ἀκουόντων καὶ τοῦ Καλλικλέους εἰς μέσον ἐξ ἀρχῆς ἐνεγκόντος, ἢ μετὰ τὴν ἐκείνων κατηγορίαν τοῦτόν γʼ ἐπαινεῖσθαι καὶ τὸν μεμνημένον αὐτοῦ Σωκράτη αὐτὸν εἶναι; ἐγὼ μὲν οὐδὲν φήσαιμʼ ἂν διαφέρειν πρός γε τὸ συγχεῖσθαι τὸν λόγον. καὶ μὴν εἴ γε μόνου τις ἐμνημόνευσεν, οὐκ ἂν εἶχεν οὔτʼ ἐκεῖνον δή που οὔτε τούτους εἰπεῖν κακῶς. οὕτως οὐκ ἀνάγκη τούτους εἰπεῖν κακῶς. ἀλλʼ οἶμαι τοιοῦτόν ἐστιν, ᾧ καὶ μάλιστα δῆλός ἐστι τῶν ἀνδρῶν κατηγορῆσαι προθυμηθεὶς ἤδη Πλάτων καὶ πρῶτον εἰπεῖν τὸν Ἀριστείδην καὶ μόνον, καὶ προεώρα τὸν ἄνδρα ἐξ ἀρχῆς, καὶ οὐδεὶςαὐτὸν Καλλικλῆς παρὼν ἐτάραττεν, οὐδʼ ἐκώλυε τὸ μὴ ὅπως βούλεται περαίνειν τὸν λόγον. εἰ μὲν οὖν, οἶμαι, κατʼ ἀρχὰς εὐθὺς ἐμνήσθη τοῦ Ἀριστείδου, οὐκ ἂν εἶχεν ἀφορμὴν τοῦ κατὰ τούτων λέγειν, ἀλλʼ ἅμα τʼ ἀπώλλυε τοὺς λόγους τούτους καὶ τὸ πρᾶγμα εἰς τοὐναντίον αὐτῷ περιίστατο, πρὸς τὸ μηδʼ ὁτιοῦν ἀνύτειν πλέον. νῦν δʼ ἵνα τούτων κατηγορήσειε, τὸν Ἀριστείδην ὑπεξείλετο. εἶθʼ ὅτε δὴ διεξῆλθεν ἃ ἐβούλετο, ἵνα μὴ δοκῇ παντελῶς φιλονείκως ἔχειν, ὃν οὐχ οἷόν τʼ ἦν ἐν ἀρχῇ κακῶς εἰπεῖν, τοῦτον ἐν τοῖς τελευταίοις ἐπῄνεσεν, ὡς ἐξὸν ἤδη, μάλʼ
ἀρχαίως καὶ ἀφελῶς, ὡς ἄν τῳ δόξαι. καὶ τὸ δὴ στερεώτατον, ὅτε γὰρ διεξῆλθε τὴν ἐκείνων κατηγορίαν, ἐπὶ τελευτῇ πάλιν νεανιευσάμενος καὶ ἐπειπὼν ὅτι ἀληθεῖς ἄρα, ὡς ἔοικεν, οἱ ἔμπροσθεν λόγοι ἦσαν, ὅτι οὐδένα ἡμεῖς ἴσμεν ἄνδρα ἀγαθὸν γεγονότα τὰ πολιτικὰ ἐν τῇδε τῇ πόλει. ταῦτʼ εἰπὼν καὶ προσεπισφραγισάμενος μετὰ πολλοὺς ἔτι τῶν λόγων μέσους τὸν Ἀριστείδην ἐπέθηκεν ἐπαινῶν. τοσοῦτον πλέον ἐστὶ τὸν Σωκράτη, ἀλλὰ μὴ τὸν Καλλικλέα τὸν εἰρηκότʼ εἶναι περὶ αὐτοῦ. οὐκοῦν οὔτʼ ἐξ ἀνάγκης ἦν αὐτῷ κακῶς λέγειν τοὺς ἄνδρας οὔθʼ ὅ τι ἄν τις φήσειεν ἐκ περιουσίας εἶναι σώσας φαίνεται, τὸ μηδʼ ἀγαθὸν τῶν παλαιῶν γεγενῆσθαι μηδένα. ἀλλὰ μὴν ὅτε καὶ αὐτὸν τὸν Καλλικλέα, πρὸς ὃν ἦσαν οἱ λόγοι, τοῦ μηδενὸς ἄξιον ὄντα ἤλεγξε τὰ πολιτικὰ, ἀνερωτῶν ἅπαντα ἐκεῖνα ἃ ἤρετο, ὅτε ταῦτʼ ἐλήλεγκτο, τί τῶν παλαιῶν προσέδει κατηγορίας; εἰς γὰρ τὸ κάλλιστον δή που καὶ ὃ μάλιστα προσῆκεν ὁ λόγος ἐτελεύτα, τὸ τὸν ἀντιλέγοντα καὶ τὸν προτρέποντα εἰς τὴν πολιτείαν ἢ διακονίαν ἀποφῆναι φαῦλον ὄντα καὶ μὴ γιγνώσκοντα ὑπὲρ ὧν λέγει· καὶ τοῦτο δʼ αὐτὸ δή που σὺ φῂς ἐξαρκεῖν αὐτὸν πρὸς ὃν ἂν ποιῇ τοὺς λόγους ὁμολογοῦντα παρέχεσθαι. ἐκεῖνος τοίνυν, ὡς ἔοικεν, οὐ μόνον συνεχώρει τῷ λόγῳ, ἀλλὰ καὶ ἐκ τῶν ἑαυτῷ προσόντων ἠναγκάζετο· ὥστʼ εἶχε τελευτὴν προσήκουσαν ὁ λόγος, καὶ οὐκ ἦν ἴσον Καλλικλέα ταῦτʼἀκούειν καὶ Περικλέα ἢ Θεμιστοκλέα. πόθεν; ὁ δὲ καὶ τοῦτʼ ἐσπούδασεν ἐξ ἴσου τοῦτον ἐκείνοις καταστῆσαι. ἔστι δʼ οὐ ταυτὸν, ὦ τᾶν, Ἰφικλῆς τε καὶ Ἡρακλῆς. ἔτι μὴν
πλέον οἶμαι τὸ μέσον Καλλικλέους τε καὶ τούτων· ὥστʼ εἰκὸς ἦν τούτων γε φείσασθαι. καὶ γὰρ εἰ μὲν ζώντων ἐγίγνονθʼ οἱ λόγοι, τάχʼ ἄν τις ἔφησε νουθεσίας ἕνεκʼ αὐτοὺς λέγεσθαι· τεθνεῶσι δʼ ἐπιτιμᾶν τίς ὁ καιρός; ὅπου γὰρ εἰ καὶ ζῶντας ἐλέγχειν ἐβούλετο, οὐκ ἀπόντων γε κατηγορεῖν εἰκὸς ἦν, οὐδὲ πρὸς ἄλλους τινὰς, ἀλλὰ πρὸς αὐτοὺς λέγειν, ἦ που τό γε παντελῶς οὕτως ἐρήμην ἀγωνίσασθαι ἀωρία. ὁπότε γὰρ καὶ τοὺς οἰκείους τοὺς ἐκείνων αἰδεῖσθαι προσῆκε διʼ ἐκείνους, πῶς γε οὐ καὐτοὺς εἰκὸς ἦν;ἐνθυμηθῶμεν δὴ καὶ τὸν τοῦ Σόλωνος νόμον ὡς ἥμερος, μὴ λέγειν κακῶς τὸν τελευτήσαντα, μηδʼ ἂν αὐτὸς ἀκούσῃ ὑπὸ τῶν αὐτοῦ παίδων. οὐκοῦν τό γε μήθʼ ὑπὸ παίδων, φαίη τις ἂν, μήθʼ ὑπʼ ἄλλου του τῶν ἐκείνοις προσηκόντων προακούσαντα τοσαύτην σπουδὴν ποιήσασθαι κακοὺς ἀποφῆναι πολὺ τοῦ νόμου τούτου κεχώρισται. καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ εἰκὸς ἐναντίον μὲν ἂν τῶν παίδων ὀκνεῖν αὐτοὺς λοιδορεῖν, ἐν ἅπασι δὲ καὶ ἐκγόνοις καὶ πολίταις καὶ ξένοις τοιαῦτα ψέγειν, καὶ τῶν μὲν ἐν Σικελίᾳ τετελευτηκότων τοὺς παῖδας αἰδεῖσθαι καὶ περὶ δωρεῶν αὐτοῖς πολιτεύεσθαι, τῶν δʼ εἰς τὰ μέγιστα τῇ πόλει καὶ τοῖς Ἕλλησιν ὑπαρξάντων μηδὲ τῶν ὀνομάτων φείσασθαι, καὶ εἰ μὲν εἰκόνας αὐτῶν τοῦ δήμου στήσαντος ἐκίνει, πᾶς ἄν τις ἔφη νεμεσητὸν εἶναι, ἐπεὶ δʼ ὃ τοῦ πλέονος ἄξιον ἦν αὐτοῖς, τὴν δόξαν τὴν ἀγαθὴν ἀναιρεῖ, τί χρὴ φῆσαι; καὶ ζωγράφος μὲν ἂν ὢν ἐπὶ τὰ αἰσχίω καὶ γελοιότερʼ αὐτοὺς μιμούμενος οὐ καλῶς ἂν ἐδόκει τὴν τέχνην δεικνύναι· ἐπεὶ δʼ ἐν τοῖς λόγοις ἐπὶ τὰ
φαυλότατʼ ἐξηγεῖται καὶ τὰς ἀληθεῖς εἰκόνας αὐτῶν τῆς διανοίας διαφθείρει καὶ τοῖς μηδὲν προσήκουσιν ὁμοιοῖ, πῶς εἰκός ἐστι συνήδεσθαι; καὶ εἰ μὲν ἐπʼ εἰκόνων ἢμνημάτων αὐτοῖς ἐπόντα ἐπιγράμματα ἐξεκόλαπτεν ἢ μετεποίει βλάσφημʼ ἀντʼ εὐφημιῶν, ὅτι τούτους ὁ δῆμος κολακείας ἕνεκα καὶ κακίας ἐκβάλλει, πολλὴν ἄν τις ἔφη τὴν ὕβριν καὶ τὴν ἀτιμίαν εἶναι· εἰς σύγγραμμα δʼ οὕτω σπουδαῖον τοιαῦτʼ ὀνείδη κατακλείσας, καὶ ταῦτʼ ἀντὶ τῆς πρόσθεν ὑπαρχούσης εὐφημίας αὐτοῖς ἀντιγραψάμενος, καὶ παραδοὺς ἅπασιν ἀκούειν, μή τῳ δοκεῖ σφόδρα τῆς αὑτοῦ μουσικῆς εἰργάσθαι; καὶ Θεμιστοκλῆς μὲν Ἄρθμιον ἐστηλίτευσεν, ὅτι τὸν ἐκ Μήδων χρυσὸν εἰς Πελοπόννησον ἤνεγκε, Πλάτων δὲ Θεμιστοκλέα καὶ Μιλτιάδην καὶ οὓς μετʼ αὐτῶν ἠξίωσε καταλέξαι στηλίτας οὑτωσὶ πεποίηκε. καίτοι τὴν μὲν κατʼ ἐκείνου στήλην τοῖς προσοικοῦσι μόνοις ὁρᾶν ἦν καὶ τοῖς εἰσαφικνουμένοις, σὺ δʼ εἰς ἅπαντας ἀνθρώπους καὶ πανταχοῦ γῆς καὶ θαλάττης τὰς κατὰ τούτων βλασφημίας ἐκδέδωκας. καὶ τῶν μὲν οἰκετῶν οὐδένα πώποτʼ ἔστιξας τῶν σαυτοῦ, τῶν δʼ Ἑλλήνων τοὺς ἐντιμοτάτους καὶ τοὺς ὑπὲρ τῆς κοινῆς
ἐλευθερίας ἀγωνιζομένους ἴσα καὶ στίξας γεγένησαι, καὶ Γοργίου μὲν ἐφείσω, καὶ λέγει που Σωκράτης ὀκνῶ Γοργίου ἕνεκα λέγειν, ἵνα μή με ὑπολάβῃ διακωμῳδεῖν αὐτοῦ τὴν τέχνην, Περικλέους δὲ οὐκ ἐφείσω τεθνηκότος καὶ ταῦτα· ἀλλὰ τῷ μὲν Γοργίᾳ νέμεις αἰδῶ παρὰ τὸν Καλλικλέα, τῷ δὲ Θεμιστοκλεῖ καὶ τοῖς ἄλλοις οὐ νέμεις, ἀλλʼ ἐξ ἴσου πάντας αὐτοὺς ποιεῖς, μᾶλλον δὲ καὶ πλείω κακὰ τούτους ἢ ʼκεῖνον εἴρηκας, καὶ ταῦτʼ εἰδὼς ὅτι ἅπας μὲν λόγος, ἐπειδὰν ἅπαξ γραφῇ, κυλινδεῖται, μεταχειρίζεται δʼ αὐτὸν ὁ βουλόμενος ὁμοίως ἐπαΐων καὶ μὴ, ἂν δέ τις μὴ καλῶς ἀκούειν ἐπίστηται, δέος ἐστὶ διαφθαρῆναι· οἷον καὶ περὶ τούτους ἄν τις συνίδοι τοὺς λόγους ὄν. εἰ γὰρ καὶ τὰ μάλιστα Πλάτων αὐτοῖς ἐπὶ πᾶσι δικαίοις κέχρηται, ὃ πολλοῦ δεῖν εἴποι τις ἂν οὕτως ἔχειν, ἀλλʼ οὖν ἀνάγκη γʼ ἀπʼ αὐτῶν θρασυτέρους καὶ τραχυτέρουςγίγνεσθαι καὶ ἰταμωτέρους καὶ τοιούτους, οἵους ῥᾳδίως ἐπιπηδᾶν καὶ ἄρχουσι καὶ πρεσβυτέροις καὶ οἷστισι δεῖ συγκεχωρῆσθαι. εὖ γὰρ ὁ τῶν Λακεδαιμονίων ἔχει νόμος καὶ λυσιτελῶς [ἀμαθῶς] εἰσάπαξ ὑποχωρεῖν τοῖς πρεσβυτέροις, οὐχ ὡς πάντως δή που βελτίους καὶ δικαιοτέρους τοὺς πρεσβυτέρους ὄντας ἅπαντας, ἀλλὰ τῆς μελέτης ἕνεκα καὶ ὅπως ἡ τάξις μὴ συγχέοιτο. κἀν τοῖς λόγοις καλὸν τὸ φείδεσθαι τῶν προηκόντων ἐπιεικῶς εἰς ὅσον ἔξεστιν, ὅπως μή τις εὐχέρεια τοῖς πολλοῖς ἐνδύηται καὶ συνήθεια τοῦ προπηλακίζειν οὓς αὐτοῖς προσήκει τιμᾶν. ὅταν γὰρ οἱ
μέγιστοι καὶ σεμνότατοι ῥᾳδίως κακῶς ἀκούωσι, καὶ ταῦθʼ ὑπὸ τῶν σοφωτάτων εἶναι δοκούντων, ὀλιγωρία τοῦ νόμου τοῖς φαύλοις ἐγγίγνεται, ὥστʼ οὐδὲν ὠφελοῦνται τοσοῦτον ὄσον βλάπτονται. καὶ μὴν σύ γʼ ἐλαύνεις Ὅμηρον οὐχ ὡς πάντα δή που λέγοντα κακῶς οὐδʼ ὡς τοῖς ὅλοις ἁμαρτάνοντα, ἀλλʼ ὡς οὐκ ἀσφαλῶς ἐχόντων τοῖς νέοις γʼ ἐνίων ἀκούειν, οὐδʼ ἂν κατʼ ἄλλο τι δεξιῶς ἔχῃ τὰ λεγόμενα· ἡμεῖς δʼ ἐλαύνειν μέν σε πολλοῦ τινος δέομεν, ὅτι μὴ κἂν εἰς τὸν θρόνον ἐγκαθίζοιμεν, εἰ βούλει, τοὺς δὲ τοιούτους τῶν λόγων ὑπεξαιρούμεθα· οὐδὲ γὰρ τούτους ὡς ἐξαλείψομεν φήσομεν, οὐχ οὕτως ἡμεῖς εὐχερεῖς.καὶ μὴν οὐδʼ ἐκεῖνό γε οὔτε Πλάτωνα λαθεῖν εἰκὸς ἦν οὔτε τῶν ἄλλων οὐδεὶς ἀγνοεῖ δή που ὅτι ἡ τῶν λαμπρῶν καὶ μεγάλων ἀνδρῶν εὐδοξία καὶ μνήμη χωρὶς τῆς εἰς τὸ παρὸν φιλοτιμίας καὶ πρὸς τὰς ὕστερον τύχας ἀποθήκην ἔχει ταῖς πόλεσι, καί τινες ἤδη διὰ τὸν δεῖνα καὶ τὸν δεῖνα τῶν παλαιῶν ἐπιείκειάν τινʼ εὕροντο ἐν ταῖς συμφοραῖς, ὅπερ καὶ τοῖς Ἀθηναίοις αὐτοῖς ὑπάρξαι δοκεῖ πολλάκις. ὁ δὲ καὶ τούτου φαίνεται τὸ καθʼ αὑτὸν ἀποστερῶν τὴν πόλιν. εἰ γὰρ ἑκάστῳ τοῦτʼ ἐν τῇ ψυχῇ παρασταίη καὶ τοῦτο πάντες πεισθεῖεν, μὴ ὅτι Μιλτιάδης καὶ Θεμιστοκλῆς καὶ Περικλῆς καὶ Κίμων καίπερ κεφάλαιον τῶν
Ἀθηναίων, οὐδὲν τῶν ὀψοποιῶν οὐδὲ τῶν σιτοποιῶν ἄρα βελτίους ἦσαν, ἀλλὰ κἀγώ τινας ἐν τοῖς οἰκέταις κέκτημαι
τοιούτους τὴν φύσιν, οἳ τὸν αὐτὸν τρόπον θεραπεύουσιν ἐμὲ ὅνπερ ἐκεῖνοι τὸν δῆμον τῶν Ἀθηναίων ἐθεράπευον, τοσοῦτον τούτων διαφέροντες, ὅτι πολλοὺς ἀνθʼ ἑνὸς δεσπότας ἐκέκτηντο, εἰ ταύτην ἔχοιεν κατʼ ἐκείνων τὴν δόξαν καὶ μὴ λογίσαιντο ὅτι λόγος ἄλλως ταῦτʼ ἦν καὶ πρὸς τὸ παρὸν φιλονεικία τις καὶ ὑπερβολὴ, σχολῇ γʼ ἂν ἄλλους τινὰς αἰδεσθεῖεν, ἢ τιμῆς τινος ἀξιώσαιεν δημοσίᾳ διὰ τούτους, οἷς αὐτοῖς οὐδʼ ὁτιοῦν αἰδοῦς ὠφείλετο ὡς ἐκ τοῦ λόγου. οὐκοῦν ἀλγεινὸν εἰ Λακεδαιμόνιοι μὲν ᾐσχύνθησαν τὸν Μιλτιάδην καὶ τὸν Θεμιστοκλέα καὶ τῆς πόλεως κρατήσαντες ἐφείσαντο τῆς ἐκείνων πολιτείας μνησθέντες, σὺ δὲ ταῦτα πάντʼ ἀναιρεῖς τοῖς λόγοις. καὶ μὴν εἰ μηδὲ τείχη μηδὲ νεώρια μηδὲ συμμάχους αὐτοῖς ἐξεπόρισας, τὸ δοκεῖν διακονεῖν αἰσχυνθεὶς, ἀλλʼ ὑπερεῖδες πάντων ὡς ἐλαττόνων σαυτοῦ, τοῦτό γε δή που προσῆκεν ἀφεῖναι τῇ πατρίδι ἀφορμὴν τοῦ μέλλοντος χρόνου, καὶ τὸ δοκεῖν ἐπιεικείας τινὸς ἀξίαν εἶναι. ἢ παρὼν μὲν ἂν αὐτοῖς ἀτυχήσασί που καὶ μέλλουσι διαφθαρήσεσθαι, εἰ κύριος ἦσθα, παραιτήσασθαι οὐκ ἂν ὤκνησας, ἀλλὰ καὶ πρὸς τῶν ἱερῶν καὶ πρὸς τῶν τάφων καὶ πρὸς αὐτοῦ τοῦ ἐδάφους συνέπραττες ἂν ὅ τι οἷός τʼ ἦσθα, κἂν εἴ τι κατηγορεῖν εἶχες, τὴν δὲ τῶν ἐπιτηδειοτάτων παραιτήσασθαι δόξαν καθαιρῶν, τοῦτʼ ἐκεῖνο ὃ σπουδάζεις τῇ πολιτικῇ τί προσῆκον πράττειν δοκεῖς; εἶεν. ἄνευ δὲ τῆς τοιαύτης χρείας εἰς τὴν συνεχῆ παρὰ πάντων εὐμένειαν καὶ τὸ ταῖς γνώμαις συγκεκρᾶσθαι τῇ πόλει, πόσον τι δοκεῖν χρὴ συντελεῖν τὴν τῶν ἀνδρῶν τούτων μνήμην φυλαττομένην ἐφʼ οἷσπερ καὶ παρεδόθη τὸ ἐξ ἀρχῆς; οὐκοῦν τοῦτό γε παντὶ προσῆκε φάσκοντί γʼ εἶναι χρηστῷ, ἐάν τʼ ἰδιωτεύῃ ἐάν τε δημοσιεύῃ λέγω, παρασκευάζειν ὡς δυνατὸν πλείστην εὔνοιαν παρὰ πάντων τῇ πατρίδι· εἰ δὲ μὴ, τήν γʼ ὑπάρχουσανμὴ διαφθείρειν. οὐ γάρ πω καὶ τούτῳ διακονία τις πρόσεστιν ἀγεννὴς οὐδʼ ἀνελεύθερος. θαυμάζω δὲ Πλάτωνος εἰ χοὰς μὲν ἀποστερῆσαι τοὺς ἄνδρας οὐκ ἄν ποτʼ ἠξίωσεν ἑκὼν εἶναι, τὴν δὲ μνήμην καὶ τὴν ὑπὸ πάντων εὐφημίαν συγκεχωρημένην αὐτοῖς ἀφανίζων ἑαυτοῦ τὸ ἕρμαιον ἡγήσατο. καὶ μὴν εἰ τὸ συμμέτρους τὰς τιμωρίας ποιεῖσθαι πολιτικὸν, ἥ γʼ ἀτιμία τοῖς ἀνδράσιν αὐτὴ τὸ σύμμετρον παρελήλυθεν. οἶμαι γὰρ, εἴ τις ἐστὶν αἴσθησις τοῖς τελευτήσασι, μὴ ὅτι τῶν νομιζομένων, ἀλλὰ μηδʼ αὐτῶν τῶν μνημάτων ἀποστερηθέντας ἂν αὐτοὺς μηδʼ εἰς τοὺς ἐκγόνους τὰ ἔσχατα πάντων ἀτυχήσαντας τοσαύτην ἂν ποιήσασθαι τὴν συμφορὰν, ὅσην περ εἰ κολακείαν αὐτῶν οἱ Ἕλληνες καταγνοῖεν, καὶ ἃ ζῶντες ἔφυγον καὶ ὑπὲρ ὧν ὅπως αὐτοῖς μὴ ἔνοχοι γένοιντο πάντα καὶ λέγειν καὶ πράττειν ὑπέστησαν, ταῦτα τεθνηκότες καὶ ἐπʼ ἐξειργασμένοις οἷς διενοήθησαν φέροιντο τὰ τῆς δουλείας ὀνείδη, ὁ δὲ ταῦτα πείθων εἴη Πλάτων, ὁ μόνος κοσμῆσαι τὰς ἐκείνων ἀρετὰς κατʼ ἀξίαν δυνάμενος, καὶ μέντοι καὶ κεκοσμηκώς. ἀλλὰ μὴν εἴ γε τοῦθʼ ἕπεται φύσει τοῖς ἀγαθοῖς ἀνδράσι, τὴν ἀγαθὴν δόξαν διώκειν, πῶς οὐκ ἀδικεῖσθαι φαίη τις ἂν αὐτοὺς, εἰ κινδυνεύειν μὲν καὶ πάσχειν ὁτιοῦν ᾤοντο δεῖν ἐπὶ τῷ καλλίονι τῶν λόγων, εἰ δὲ μὴ, μέρος γέ τι καὶ διὰ τοῦτο, ἐχόντων δὲ πέρας καὶ τῶν λόγων καὶ τῶν ἔργων αὐτοῖς καὶ προσέτι καὶ τοῦ βίου, τὴν ἐναντίαν δόξαν οἴσονται, καὶ πῶς ἂν μᾶλλον ἀποστεροίημεν τὸν μισθὸν αὐτοὺς, ὃς μόνος τοῖς ἐπιεικέσι παρὰ τῆς φύσεως ὑπάρχει, καὶ ταῦτα συμφάσκοντες εἶναι δεῖν τοῖς ἀγαθοῖς καὶ ζῶσι καὶ τελευτήσασιν. ἐξῆν γὰρ, ὦ γενναῖε, καὶ τοὺς νέους δικαίους εἶναι προτρέπειν καὶ τοῖς
πρεσβυτέροις τὰ πρέποντʼ ἀποδοῦναι. καὶ γὰρ εἰ μηδὲν εἴχομεν ἐπαινεῖν αὐτοὺς, ἀλλʼ ἐξῆν γε δή που παρελθεῖν σιωπῇ, καὶ οὐκ ἔμελλες ὀφλήσειν ἀλογίου. ἀλλὰ γὰρ οὐκ εἰ Πλάτων ὁ τῶν Ἑλλήνων τοσοῦτον ὑπερφέρων καὶδικαίως μέγιστον ἐφʼ ἑαυτῷ φρονῶν κατηγορῆσαι τινῶν ἠξίωσε μεγέθει τινὶ καὶ ἐξουσίᾳ φύσεως, τοῦτο καὶ μάλιστʼ ἄν τις ἀγανακτήσειεν, ἀλλʼ ὅτι καὶ τῶν κομιδῆ τινὲς οὐδενὸς ἀξίων ἀφορμῇ ταύτῃ χρώμενοι μελέτην ἤδη
τὸ πρᾶγμα πεποίηνται καὶ τολμῶσι καὶ περὶ Δημοσθένους, ὃν ἐγὼ φαίην ἂν Ἑρμοῦ τινος λογίου τύπον εἰς ἀνθρώπους κατελθεῖν, ὅ τι ἂν τύχωσι βλασφημεῖν. καίτοι τίς ἂν εἰς ζῶντας τελῶν τούτων ἀνάσχοιτο, οἳ πλείω μὲν σολοικίζουσιν ἢ φθέγγονται, ὑπερορῶσι δὲ τῶν ἄλλων ὅσον αὐτοῖς ὑπερορᾶσθαι προσήκει, καὶ τοὺς μὲν ἄλλους ἐξετάζουσιν, αὑτοὺς δὲ οὐδεπώποτʼ ἠξίωσαν, καὶ σεμνύνουσι μὲν τὴν ἀρετὴν, ἀσκοῦσι δʼ οὐ πάνυ, περιέρχονται δὲ ἄλλως βροτῶν εἴδωλα καμόντων, Ἡσιόδου κηφῆνες, Ἀρχιλόχου πίθηκοι, δύο μορφὰς ἔχοντες ἀντὶ τριῶν, τῆς τραγικῆς βοὸς τῶν ἱματίων τῶν ἠπημένων οὐδὲν διαφέροντες, τὰ μὲν ἔξω σεμνοὶ, τὰ δʼ ἔνδον ἄλλος ἂν εἰδείη τις, οὐδὲ μεθʼ ἡμέραν σώφρονες, ὡς Δημοσθένης φησὶν, ἀλλʼ αὐτοῖς καὶ ἡμέρα καὶ νὺξ ταυτόν ἐστι δυνηθεῖσιν· οἳ τοῦ μὲν Διὸς οὐδὲν χείρους φασὶν εἶναι, τοῦ δʼ ὀβολοῦ τοσοῦτον ἡττῶνται· ὀνειδίζουσι δὲ τοῖς ἄλλοις, οὐ τῶν πραγμάτων κατεγνωκότες, ἀλλὰ φθονοῦντες ὅτι αὐτοὶ ταῦτα πράττειν οὐ δύνανται. εἰ δέ τις αὐτῶν περὶ τῆς ἐγκρατείας διαλεγομένων ἀπαντικρὺ σταίη ἔχων ἔνθρυπτα καὶ στρεπτοὺς, ἐκβάλλουσι τὴν γλῶτταν ὥσπερ ὁ Μενέλεως τὸ ξίφος. αὐτὴν μὲν γὰρ ἐὰν ἴδωσι τὴν Ἑλένην, Ἑλένην λέγω; θεράπαιναν μὲν οὖν ὁποίαν ἐποίησε Μένανδρος τὴν Φρυγίαν, τῷ ὄντι παιδιὰν ἀποφαίνουσι τοὺς Σατύρους τοῦ Σοφοκλέους.ἀλλὰ μὴν τήν γʼ ἀπιστίαν καὶ πλεονεξίαν αὐτῶν
οὐδὲν δεῖ γνῶναι παρακαταθέμενον, αὐτοὶ γὰρ λαμβάνουσιν ὅ τι ἂν δυνηθῶσιν· οἳ τῷ μὲν ἀποστερεῖν κοινωνεῖν ὄνομα τέθεινται, τῷ δὲ φθονεῖν φιλοσοφεῖν, τῷ δʼ
ἀπορεῖν ὑπερορᾶν χρημάτων. ἐπαγγελλόμενοι δὲ φιλανθρωπίαν ὤνησαν μὲν οὐδένα πώποτε, ἐπηρεάζουσι δὲ τοῖς χρωμένοις. καὶ τοὺς μὲν ἄλλους οὐδʼ ἀπαντῶντας ὁρῶσι, τῶν δὲ πλουσίων ἕνεκα εἰς τὴν ὑπερορίαν ἀπαίρουσιν, ὥσπερ οἱ Φρύγες τῶν ἐλαῶν ἕνεκα τῆς συλλογῆς, καὶ προσιόντων εὐθὺς ὤσφροντο καὶ παραλαβόντες ἄγουσι, καὶ τὴν ἀρετὴν παραδώσειν ὑπισχνοῦνται. καὶ τοὺς μὲν ἄλλους οὐδὲ προσειπόντας ἀντιπροσείποιεν ἂν εὐμενῶς, τοὺς δὲ τῶν πλουσίων ὀψοποιοὺς καὶ σιτοποιοὺς καὶ τοὺς ἐν ταῖς ἄλλαις τάξεσι πόρρωθεν εὐθὺς ἀσπάζονται, πρὶν εὖ καὶ καλῶς ὀφθῆναι, ὥσπερ τούτου χάριν ἐξ εὐνῆς ἀναστάντες· κἀν τοῖς προθύροις καλινδοῦνται, πλείω τοῖς θυρωροῖς συνόντες ἢ τοῖς δεσπόταις αὐτῶν, ἀναιδείᾳ τὴν κολακείαν ἐπανορθούμενοι, ἐν τοῦτο σύμβολον κεκτημένοι τοῦ μὴ πρὸς χάριν τοῖς ἀνθρώποις ὁμιλεῖν, ὅτι πάντʼ ἀποκναίουσιν ἀηδίᾳ λιπαροῦντες, ὁρώμενοι πρῶτον ῥᾷον αἰτοῦντες τὰ μὴ προσήκοντα ἢ ἕτεροι τὰ γιγνόμενʼ αὑτοῖς ἀπαιτοῦντες. οὗτοι γάρ εἰσιν οἱ τὴν μὲν ἀναισχυντίαν ἐλευθερίαν νομίζοντες, τὸ δʼ ἀπεχθάνεσθαι παρρησιάζεσθαι, τὸ δὲ λαμβάνειν φιλανθρωπεύεσθαι. εἰς τοῦθʼ ἥκουσι τῆς σοφίας ὥστʼ ἀργύριον μὲν οὐ πράττονται, ἀργυρίου δʼ ἀξίως λαμβάνειν ἐπίστανται· κἂν μέν γε τύχῃ τις ἔλαττον πέμψας, ἐνέμειναν τῷ δόγματι, ἂν δὲ ἁδρότερον τὸ σακκίον αὐτοῖς φανῇ, Γοργόνα Περσεὺς ἐχειρώσατο. καὶ ἡ πρόφασις πάνσοφος· τὰ γὰρ παιδία καὶ ἡ γυνή. ὦ δυστυχέστατε τῆς οἰκίας. εἶτα καπηλεύεις τούτων ἕνεκα; τί οὖν οὐ καὶ τῇ γυναικὶ συγχωρεῖς λαμβάνειν ὅθεν ἂν δύνηται ῥᾷόν γε θρέψεσθαι; καινότατον δέ μοι δοκοῦσι τρόποντὴν μεγαλοψυχίαν ὁρίζεσθαι, οὐκ εἰ μεγάλα δώσουσιν, ἀλλʼ εἰ μὴ μικρὰ λήψονται [ἤδη]. οὐ γὰρ τῷ μεγάλα δωρεῖσθαι δεικνύουσιν αὐτὴν, ἀλλὰ τῷ μεγάλα ἀξιοῦν λαμβάνειν. ἤδη δέ τινες καὶ τοῦθʼ, ὡς ἀκούω, δόγμα πεποίηνται, προσίεσθαι μὲν τὸ διδόμενον, λαμβάνοντες δὲ λοιδορεῖν. μόνους δὲ τούτους οὔτʼ ἐν κόλαξιν οὔτʼ ἐν ἐλευθέροις ἄξιον θεῖναι. ἐξαπατῶσι μὲν γὰρ ὡς κόλακες, προπηλακίζουσι δʼ ὡς κρείττονες, δύο τοῖς ἐσχάτοις καὶ τοῖς ἐναντιωτάτοις ἔνοχοι κακοῖς ὄντες, ταπεινότητι καὶ αὐθαδείᾳ, τοῖς ἐν τῇ Παλαιστίνῃ δυσσεβέσι παραπλήσιοι τοὺς τρόπους. καὶ γὰρ ἐκείνοις τοῦτʼ ἐστὶ σύμβολον τῆς
δυσσεβείας, ὅτι τοὺς κρείττους οὐ νομίζουσι, καὶ οὗτοι τρόπον τινὰ ἀφεστᾶσι τῶν Ἑλλήνων, μᾶλλον δὲ καὶ πάντων τῶν κρειττόνων, τὰ μὲν ἄλλʼ ἀφωνότεροι τῆς σκιᾶς τῆς ἑαυτῶν, ἐπειδὰν δὲ κακῶς τινας εἰπεῖν δέῃ καὶ διαβαλεῖν, τῷ Δωδωναίῳ μὲν οὐκ ἂν εἰκάσαις αὐτοὺς χαλκείῳ, μὴ γὰρ ὦ Ζεῦ, ταῖς δʼ ἐμπίσι ταῖς ἐν τῷ σκότῳ βομβούσαις· συγκαταπρᾶξαι μέν τι τῶν δεόντων ἁπάντων ἀχρηστότατοι, διορύξαι δʼ οἰκίαν καὶ ταράξαι καὶ συγκροῦσαι τοὺς ἔνδον πρὸς ἀλλήλους καὶ φῆσαι πάντʼ αὐτοὺς διοικήσειν πάντων δεινότατοι· οἳ λόγον μὲν ἔγκαρπον οὐδένα πώποτʼ οὔτʼ εἶπον οὔθʼ εὗρον οὔτʼ ἐποίησαν, οὐ πανηγύρεις ἐκόσμησαν, οὐ θεοὺς ἐτίμησαν, οὐ πόλεσι συνεβούλευσαν, οὐ λυπουμένους παρεμυθήσαντο, οὐ στασιάζοντας διήλλαξαν, οὐ προὔτρεψαν νέους, οὐκ ἄλλους οὐδένας, οὐ κόσμου τοῖς λόγοις προὐνοήσαντο· καταδύντες δὲ εἰς τοὺς χηραμοὺς ἐκεῖ τὰ θαυμαστὰ σοφίζονται, σκιᾷ τινι λόγους ἀνασπῶντες, ἔφης ὦ Σοφόκλεις, τὸν ἀνθέρικον θερίζοντες, τὸ ἐκ τῆς ψάμμου σχοινίον πλέκοντες, οὐκ οἶδʼ ὅντινʼ ἱστὸν ἀναλύοντες· ὅσον γὰρ ἂν προκόψωσι τῆς σοφίας, τοσοῦτον ἀνταφαιροῦσι μεγάλα φρονοῦντεςἐὰν ῥητορικὴν εἴπωσι κακῶς, ὥσπερ οὐ καὶ τοὺς δούλους τοῖς δεσπόταις ὑπʼ ὀδόντα πολλάκις καταρωμένους, καὶ μάλιστα δὴ τοὺς μαστιγίας αὐτῶν. ἤδη δέ τις καὶ Σάτυρος τῶν ἐπὶ σκηνῆς κατηράσατο τῷ Ἡρακλεῖ, εἶτά γʼ ἔκυψε προσιόντος κάτω. εἰκότως δέ μοι δοκοῦσι κακῶς ἅπαντας λέγειν, πολὺ γὰρ τοῦ πράγματος αὐτοῖς περίεστιν,
οἵ γε κἂν μηδενὸς ἀνθρώπων μέμνωνται, λέγουσιν ἃ λέγουσι κακῶς· ὥστʼ ἀφʼ ὧν ἔχουσι χαρίζονται. καὶ τολμῶσιν ἤδη τῶν ἀρίστων ἐν τοῖς Ἕλλησι μνημονεύειν, ὥσπερ ἐξὸν αὐτοῖς· ὧν εἴ τις ἐξέλοι τὴν ψευδολογίαν καὶ τὴν κακοήθειαν, ὡσπερεὶ τὰ ἰσχύρʼ ἀφῄρηκε τοῦ βίου. εἶτα τὸ κάλλιστον τῶν ὀνομάτων αὑτοῖς τέθεινται φιλοσοφίαν, ὥσπερ θέαν προκατειληφότες καὶ τοὺς ἄλλους εὐθὺς συγχωρεῖν δέον, ἢ τῇ μεταθέσει τῶν ὀνομάτων τὰ τοιαῦτα κρινόμενʼ, ἀλλʼ οὐ τοῖς πράγμασιν, ὥσπερ ἂν εἰ ὁ Φρυνώνδας ἐκεῖνος Αἰακὸν αὑτὸν μετέθετο, ὡς δὴ δίδυμος εὐθὺς εἶναι δόξων καὶ κρείττων ἁπάσης αἰτίας. ἐπιτρεπτικὸν τοῦτο κακουργημάτων, ὥσπερ ἂν εἰ καὶ ὁ κλέπτης ἡγεῖτο κλέψας τὰ βλεπόμενα Ῥαδάμανθυς εἶναι, ἢ ὁ Θερσίτης προσεῖπεν ἑαυτὸν Ὑάκινθον ἢ Νάρκισσον, ἢ ὁ Λυκάων Ἕκτορα, ἢ ὁ Κόροιβος Παλαμήδην, ἢ ὁ Μαργίτης Νέστορα, ἢ Βάττος Στέντορα, ὁ περὶ τῆς φωνῆς εἰς Δελφοὺς ἀφικόμενος. εἶδον δʼ ἔγωγε καὶ ἐν ψαλμῳδίᾳ θεράποντας ἀλιτηρίους τοῖς τῶν θεῶν ὀνόμασι κοσμοῦντας ἑαυτοὺς, ὧν ἀπώναντο τὸ σῶμα ξαινόμενοι, καὶ ἀξίως γʼ ἐγίγνοντο μᾶλλον θεοῖς ἐχθροί. οὐκ ἤρκεσε τῷ Βοσκυπταίχμῳ μεταθέσθαι τοὔνομα, ἀλλʼ ὅτʼ εὖ καὶ καλῶς εὐτυχῆ προσεῖπεν ἑαυτὸν, ἔτι κρεῖττον ἐδυστύχει. καὶ οὗτοι τὴν τῆς φιλοσοφίας εὐφημίαν προκαλυψάμενοι διὰ ταύτης κλέψειν οἴονται τἄνδοθεν. ἔπειτά γε ἀλώπηξἀντὶ λέοντος ὑπέστη κερδαλῆ. ἀρχὴν δὲ οὐδʼ εἰδέναι μοι δοκοῦσιν οὐδʼ αὐτὸ τοὔνομα τῆς φιλοσοφίας ὅπως εἶχε τοῖς Ἕλλησι καὶ ὅτι ἠδύνατο οὐδʼ ὅλως τῶν περὶ ταῦτʼ οὐδέν. οὐχ Ἡρόδοτος Σόλωνα σοφιστὴν κέκληκεν, οὐ Πυθαγόραν πάλιν, οὐκ Ἀνδροτίων τοὺς ἑπτὰ σοφιστὰς προσείρηκε, λέγων δὴ τοὺς σοφοὺς, καὶ πάλιν αὖ Σωκράτη σοφιστὴν τοῦτον τὸν πάνυ; αὖθις δʼ Ἰσοκράτης σοφιστὰς μὲν τοὺς περὶ τὴν ἔριν καὶ τοὺς, ὡς ἂν αὐτοὶ φαῖεν, διαλεκτικοὺς, φιλόσοφον δʼ ἑαυτὸν καὶ τοὺς ῥήτορας καὶ τοὺς περὶ τὴν πολιτικὴν ἕξιν φιλοσόφους; ὡσαύτως δὲ καὶ τῶν τούτῳ συγγενομένων ὀνομάζουσί τινες. οὐ Λυσίας Πλάτωνα σοφιστὴν καλεῖ καὶ πάλιν Αἰσχίνην; κατηγορῶν οὗτός γε, φαίη τις ἄν. ἀλλʼ οὐχ οἵ γε ἄλλοι κατηγοροῦντες ἐκείνων τῶν ἄλλων ὅμως ταυτὸν τοῦτο προσειρήκασιν αὐτούς. ἔτι δʼ εἰ καὶ Πλάτωνος ἐξῆν κατηγοροῦντα σοφιστὴν προσειπεῖν, τί τούτους γʼ ἂν εἴποι τις; ἀλλʼ οἶμαι
καὶ σοφιστὴς ἐπιεικῶς κοινὸν ἦν ὄνομα καὶ ἡ φιλοσοφία τοῦτʼ ἠδύνατο, φιλοκαλία τις εἶναι καὶ διατριβὴ περὶ λόγους, καὶ οὐχ ὁ νῦν τρόπος οὗτος, ἀλλὰ παιδεία κοινῶς. τεκμηριοῖ δὲ καὶ Δημοσθένης καὶ ἕτεροι μυρίοι. καὶ οὐ μόνον ἐν τοῖς καταλογάδην οὕτω ταῦτʼ ἔχοντʼ ἐστὶν, ἀλλὰ κἀν τοῖς ποιήμασιν. ἤδη μέντοι καὶ τοὺς κακοτεχνοῦντας ἐπισκώπτοντες καὶ τούτους ἔλεγον φιλοσοφεῖν, τὸν αὐτὸν τρόπον ὅνπερ καὶ τὸν σοφιστὴν ἐπὶ τὸ φαυλότερον ἤνεγκαν. αὐτὸς τοίνυν Πλάτων ὁ μάλιστʼ ἀνθαψάμενος τούτου τοῦ προσρήματος καὶ φιλοσοφίαν τοῦτʼ εἰπὼν, τό θʼ αὑτοῦ καὶ Σωκράτους καὶ πρᾶγμα καὶ γράμμα, ὅμως κατʼ ἀμφότερα πεποίηται τοὺς τρόπους αὐτῶν, τούς τε γὰρ φιλοκάλους καὶ φιλομαθεῖς ἐπιεικῶς εὕροι τις ἂν αὐτὸν φιλοσόφους ὀνομάζοντα, ἐγγύς τι τῆς τῶν πολλῶν κλήσεως, καὶ πάλιν που διαιρούμενος τούτους ἰδίᾳ προσείρηκε φιλοσόφους, τοὺς περὶ τὰς ἰδέας πραγματευομένους καὶ τῶν σωμάτων ὑπερορῶντας. οὕτως οὔτε τοὺς ἄλλουςἀφαιρεῖται τοὔνομα, ἀλλὰ δίδωσι κἀκείνοις φιλοσοφεῖν, οἷς τʼ ἰδίᾳ ταύτην ἀπέδωκε τὴν ἐπωνυμίαν οὐχ ἅπαντές εἰσιν οἱ φάσκοντες οὗτοι φιλοσοφεῖν, ἀλλʼ οἱ νῦν τῶν Πυθαγόρου καὶ Πλάτωνος σχεδὸν ὄντες λόγων· ἐπεὶ τούς γε ἄλλους φιλοσωμάτους, ἀλλʼ οὐ φιλοσόφους καλοίη τις ἂν ἐν τῇ Πλάτωνος φωνῇ. ἐπεὶ καὶ τὸν σοφιστὴν δοκεῖ μέν πως κακίζειν ἀεὶ, καὶ ὅ γε δὴ μάλιστα ἐπαναστὰς τῷ ὀνόματι Πλάτων εἶναί μοι δοκεῖ. αἴτιον δὲ τούτου καὶ τῶν πολλῶν αὐτὸν καὶ τῶν κατʼ αὐτὸν ὑπερφρονῆσαι. φαίνεται
δὲ καὶ ταύτῃ εἰς ἅπασαν εὐφημίαν τῇ προσηγορίᾳ κεχρημένος. ὃν γοῦν ἀξιοῖ σοφώτατον εἶναι θεὸν καὶ παρʼ ᾧ πᾶν εἶναι τἀληθὲς, τοῦτον δή που τέλεον σοφιστὴν κέκληκεν.ἀλλʼ ἐῶ τὸν σοφιστήν· ἀλλʼ οὗ χάριν ἐξέβην ἐπὶ ταῦτα, κατʼ οὐδετέραν γὰρ τῶν προσηγοριῶν εἰς τούτους γένοιτʼ ἂν ἡ φιλοσοφία φωνὴν, οὔτε, ὥσπερ ἔφην, κατὰ τὴν κοινὴν τῶν Ἑλλήνων· οὐ γὰρ ἀφώριστο τοῦτʼ εἶναι τὸ φιλοσοφεῖν, ἀλλὰ παιδεία τις ἦν, ἧς τούτοις οὐδʼ ὁτιοῦν μέτεστιν, ἀπʼ αὐτῶν τῶν ὀνομάτων ἀρξαμένοις, οὔτʼ αὖ κατὰ τὴν Πλάτωνος, ἣν ἰδίᾳ τισὶν ἀξιοῖ σώζεσθαι. οὐ γὰρ ἅπασι μετέδωκε τῆς προσηγορίας τοῖς ἐπὶ τοῦ προσχήματος, ἀλλʼ οἷς εἶπον μόνοις. ἀλλʼ ὅμως πρὶν καὶ περὶ αὐτῆς τῆς ἐπωνυμίας ἔχειν εἰπεῖν τι, σεμνύνονται καὶ φασὶ φιλοσοφεῖν καὶ μόνοι τά τε ὄντα καὶ τὰ ἐσόμενα γιγνώσκειν, καὶ πάσας ὑφʼ αὑτοῖς καὶ πρὸς αὐτοὺς εἶναι τὰς τέχνας· οὓς οὐδὲν δεῖ κατʼ ὄνομα ἐξετάζειν, ἀλλὰ φορμηδὸν ἐφʼ ἁμαξῶν ἐκφέρειν, ὥσπερ τοὺς Κερκυραίων νεκρούς. τί γὰρ οὗτοι χρήσιμοι τῷ τῶν ἀνθρώπων γένει, οἷς οὐδὲ φαρμακοῖς, τὸ τοῦ κωμῳδιοποιοῦ,
χρήσαιτʼ ἄν τις ῥᾳδίως; ἀλλʼ ὅμως ἡμεῖς τούτου γʼ αὐτοῖς μεταδῶμεν καὶ μὴ φθονῶμεν, πρὸς ἓν τοῦτο ἔστων χρήσιμοι ταῖς πόλεσι, θρέψαντας ἐκρῖψαι. ὡς οὐκ εἶναί γέ τις ἂν φαίη πραγμάτων καὶ κακῶν αὐτοῖς ἀπαλλαγὴν καλλίω καὶ καθαρωτέραν ἢ εἰ τῶν θηρίων τούτων ἀπολυθεῖεν. εἰ δὲ μὴ τῇ κακίᾳ τῆς φύσεως αὐτῶν καὶ τοῖςπονηρεύμασιν ἀσθένειαν καὶ ἀνανδρείαν ὁ θεὸς προσῆψεν, ἅπαντʼ ἂν ἀοίκηθʼ ὑπʼ αὐτῶν ἦν, ὥσπερ Ἡρόδοτος περὶ τῶν ὄφεων ἔφη. νῦν δὲ κἂν ἶβις τούτων κρατήσειε. καὶ ταῦτα μηδεὶς οἰέσθω βλασφημίαν εἰς φιλοσοφίαν ἔχειν μηδʼ ἀηδίᾳ μηδεμιᾷ λέγεσθαι, ἀλλὰ πολλῷ μᾶλλον ὑπὲρ φιλοσοφίας εἶναι καὶ πρὸς τοὺς ὑβρίζοντας ταύτην
εἰρῆσθαι. καὶ συνηγορῶν τῇ φιλοσοφίᾳ νῦν αὐτῶν ἀναστὰς κατηγορῶ, εἴπερ τι δεῖ χρηστὸν αὐτοῖς εἶναι δοκεῖν. ἀναμνησθῶ καὶ τοῦ φαλακροῦ χαλκέως τοῦ τῇ δεσποίνῃ συνοικοῦντος. τοῦτον οὐκ ἀτιμάζων δή που φιλοσοφίαν ἐποίησε Πλάτων, ἀλλά τινας ὑπὲρ αὐτῆς κάλλιστʼ ἀνθρώπων εἰκάζων ἐνισταμένους, καὶ ῥᾳδίως αὐτοὺς ἀξιοῦντας τῶν μειζόνων ἢ κατʼ αὐτούς. ἐπεὶ καὶ τοῦτο ἔμοιγε θαυμαστὸν καὶ θεῖον φαίνεται τῆς ἐκείνου φιλοσοφίας, τὸ μὴ πᾶσιν εἰκῆ συγχωρεῖν ἐπικεκινδυνευκὸς, ἀλλʼ ἔκκρισιν εἶναι τῶν ἀνδρῶν καὶ τὰς φύσεις ἐξετάζεσθαι. οὐδὲ γὰρ τοὺς Ἠλείους αὐτοὺς ἔγωγε νομίζω καταλύειν τὸ τῶν Ὀλυμπίων οὐδὲ ἀτιμάζειν, ὅτι οὐ πάντας ῥᾳδίως προσίενται τοὺς τοιούτους ἀγωνιστὰς, ἀλλὰ πρόκρισιν ** ἐστὶν οὐ ταυτὸν, ἀλλά μοι καὶ μειζόνως αὔξειν δοκοῦσι καὶ κοσμεῖν τὸν θεσμὸν τῷ τοσοῦτον ἅπασι παριστάναι τὸν φόβον καὶ τῷ τὰ πάντα ἀξιοῦν εἶναι τὰ παρὰ σφίσι κηρυκεύεσθαι τὰ μὲν ἀποδύντα τὴν ἀρχὴν ὀφθῆναι. οὕτω τοίνυν καὶ ἡμεῖς οὐ φιλοσοφίαν ἀτιμάζομεν, ἀλλʼ ὑπὲρ φιλοσοφίας ἀμυνόμεθα, ὡς εἰκὸς ἦν. οἶμαι γὰρ ἔγωγε καὶ Πλάτωνα καὶ Πυθαγόραν αὐτοὺς ἀναστάντας καὶ λαβόντας σοφιστὴν πόρρω που οὕτω δὲ ἂν κελεύειν τούτους καθέζεσθαι καὶ νομίζεσθαι κάλλιστʼ ἂν οὕτως αὐτοῖς ὑπὲρ φιλοσοφίας εἶναι δεδογμένον ὂν καὶ τοὺς κωμάζοντας ἐπʼ αὐτὴν ἀποκρίναιεν, ὥσπερ οἱ τοὺς τῷ ὄντι κωμάζοντας ἐπʼ αὐτὴν ἀποκρίνοντες, καὶ ἡμεῖς οὐχ ἅπαντας δή που λέγομεν κακῶς, οὐδʼ εἰρήκαμεν, ἀλλʼ οἷς τοῦτο προσήκει τῶν σκηπτούχων καὶ οἵτινες ἂν γνωρίζωσι τὰ λεγόμενα, οὔθʼὅστις αὐτῶν πρῶτος αἰτιάσεται, πρὸς τοῦτον εἴρηται. ἐπὶ φιλοσοφίᾳ γέ μοι καὶ αἰσχρὸν καὶ μετῆν ὥσπερ ἂν ἄλλῳ τῳ τοιούτῳ. οἶμαι δὲ κἀγὼ συγγενέσθαι τῶν ἐπʼ ἐμαυτοῦ φιλοσοφησάντων τοῖς ἀρίστοις καὶ τελεωτάτοις, καὶ οὐ πολλῶν ἡττᾶσθαι ταύτῃ θνητῶν, καὶ ἐν τροφέων μοίρᾳ γεγόνασί μοι. ὥστε τοῖς οἴκοι πολεμοίην ἂν μᾶλλον ἢ τοῖς φιλοσόφοις. ἀλλὰ μὴ τοῦτο τοιοῦτον ᾖ, ἀλλʼ ἔχει τινὰ καὶ χάριν ἡμῖν ἡ φιλοσοφία· ἐπεὶ καὶ ῥητορικῇ χαίρειν ἂν φαίην εἴπερ τις ἀνθρώπων ** καὶ ἐμοί τι μέτεστιν ἴσως τοῦ πολέμου. ἀλλʼ οὐ διὰ τοῦτο τοὺς ὑβρίζοντας εἰς αὐτὴν ἐπαινεῖν οἴομαι δεῖν, ἀρχὴν δὲ οὐδὲ καλῶ ῥήτορας· ἀλλʼ ὅσῳ μᾶλλον οὐδὲ τὴν ῥητορικὴν θαυμάζω τε καὶ ἀσπάζομαι, τοσούτῳ μᾶλλον τοῖς ἀναξίως αὐτῆς ταύτης καταψευδομένοις ἄχθομαι, καὶ ὑπὲρ αὐτῆς τῆς ῥητορικῆς ἥδιστʼ ἂν ἀμυνοίμην καὶ πειρῴμην εἰς ὅσον οἷός τʼ εἴην δεικνύναι πάντα μᾶλλον ἀκούειν δικαίους ἢ τοῦτο. ἀλλʼ οὐ πρὸς Μιλτιάδην γε καὶ Θεμιστοκλέα καὶ Περικλέα καὶ Κίμωνα ταύτην ἔχω τὴν γνώμην. πρὸς γὰρ σὲ, ὦ Πλάτων, ἤδη περιαχθέντας δεῖ τούτους χαίρειν ἐᾶσαι,
εἰ δή τι μέτεστιν αὐτοῖς τούτου, οἶμαι δὲ οὐδὲν ** ταῦτα μικρόν. ἡμεῖς δὲ γνωρίζωμεν ἡμᾶς αὐτοὺς καὶ μὴ φυρώμεθα ὥσπερ ἐν ἡμερομαχίᾳ, μηδὲ τοῦτό γε ἓν, κακὸν Ἑλληνικὸν μιμώμεθα, στασιάζοντες περὶ τῆς ἡγεμονίας, ἀλλʼ ἐπιχωρήσαντες τῷ θεῷ τὴν κρίσιν παρέχωμεν ἡμᾶς αὐτοὺς ἐν τῷ τεταγμένῳ καὶ γιγνώμεθα τοιοῦτοι περὶ τοὺς πρότερον οἵουσπερ ἂν αὖ τοὺς ὕστερον εἶναι περὶ ἡμᾶς βουλοίμεθα. αἰσχρὸν γὰρ, ὥς γʼ ἔφη Δημοσθένης, οὓς οὐδʼ ἂν τῶν ἐχθρῶν καὶ τῶν πολεμίων οὐδεὶς ἂν ἀποστερήσειε τῶν εὐφημιῶν, τούτους ὑφʼ ἡμῶν, ὅτι προσήκομεν αὐτοῖς, μὴ τῆς γιγνομένης αἰδοῦς καὶ φιλανθρωπίαςτυγχάνειν. ἐγὼ μὲν οὖν καὶ Πλάτωνι τὴν προσήκουσαν τιμὴν ἀπένειμα καὶ τοῖς ἀνδράσι τὰ πρέποντα ἐβοήθησα, καὶ οὐχὶ προηκάμην. εἰ δέ τις ἀντειπεῖν ἔχει τούτοις, φυλάττων ἐμοὶ τὴν ἴσην εὐφημίαν ὅσηνπερ ἐγὼ Πλάτωνι, τοῦτον ἐγὼ καὶ νῦν καὶ ὕστερον φίλον, οὐκ ἐχθρὸν κρίνω.