Orationes 46

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

ἐσχάτων ὅρων ἑκατέρωθεν, τῆς τε ἀνδρείας λέγω καὶ τῆς ἀνανδρείας, τὸ ἔπος βεβαιοῦται· οἶμαι δʼ οὐ μόνον ξυνὸς Ἐνυάλιος, ἀλλὰ καὶ Ἑρμῆς ἂν κοινὸς ἀκούοι δικαίως. καὶ εἰ μὲν τοῦτο καὶ ἡ παροιμία βούλεται δηλοῦν ἢ περιλαμβάνει γε, ἔστω καὶ αὕτη μαρτυροῦσα· εἰ δʼ ἐπʼ ἄλλῳ τῳ γεγένηται, ἡμεῖς γε τοσοῦτον προσθῶμεν ὅτι καὶ ταύτην δικαίως ἂν ὁ θεὸς τὴν ἐπωνυμίαν φέροιτο, ἐπείπερ ἔστʼ ἐναγώνιος. ἐπεὶ καὶ τὰ τῶν στεφανιτῶν οἶμαι παραπλησίως ἔχει τοῖς τῶν πολέμων· οὐδεὶς κρατεῖ τοσοῦτον ὅσον βούλεται, οὐδʼ ὥστε καὶ προειπεῖν ἔχειν ὅτι νικῶν ἄπεισι. δηλοῖ δʼ ἔτι καὶ νῦν ἡ τῶν Ὀλυμπίων θεωρία, πλεῖστον ἀεὶ τὸ παράδοξον φέρουσα, οἷον ἀμέλει καὶ τὸ τοῦ Πολυδάμαντός ποτέ φασι συμβῆναι. ἐκεῖνος γὰρ τὰ

μὲν ἅρματα ἵστη τρέχοντα, Ὀλυμπίασι δʼ ἡττήθη μικροῦ τινος ἀνταγωνιστοῦ. ἀλλʼ οὔ τί γε τοῖς ὅλοις οἶμαι Πολυδάμας ἐκείνου χείρων, οὐδὲ τῆς πάσης δόξης παρὰ τοῦτο στέροιτʼ ἂν δικαίως. καὶ οὐκ ἐπὶ μὲν τῶν ἀθλητῶν οὕτως συμβαίνει, τὰ δὲ τῆς μουσικῆς ἑστηκυῖαν ἔχει τὴν νίκην τοῖς κρείττοσιν, ἀλλὰ κἀνταῦθα τὸ τοῦ Πινδάρου κρατεῖ. πάνυ γὰρ μετʼ ἀληθείας τοῦτʼ ἐκεῖνος ὕμνησεν· ἐν ἔργμασι δὲ νικᾷ τύχα, οὐ σθένος. Σοφοκλῆς Φιλοκλέους ἡττᾶτο ἐν Ἀθηναίοις τὸν Οἰδίπουν, ὦ Ζεῦ καὶ θεοὶ, πρὸς ὃν οὐδʼ Αἰσχύλος εἶχε λέξαι τι. ἆρʼ οὖν διὰ τοῦτο χείρων Σοφοκλῆς Φιλοκλέους; αἰσχύνη μὲν οὖν αὐτῷ τοσοῦτον ἀκοῦσαι, ὅτι βελτίων Φιλοκλέους. ἄλλα μυρία ἄν τις ἔχοι λέγειν, ἀλλʼ Ὅμηρος πῶς ἐξαγγέλλει τὸν ἀγῶνα τὸν ἐπὶ Πατρόκλῳ γενέσθαι; οὐχ αἱ μὲν ἄρισται τῶν ἵππων αἱ Θετταλαὶ,
τὰς Εὔμηλος ἔλαυνε ποδώκεας, ὄρνιθας ὥς,
ὕσταται πάντων ἐγένοντο ἐν τῷ τότε, καὶ ὁ Εὔμηλος αὐτὸς ἐκπίπτει τοῦ ἅρματος, οὔπω πρόσθεν παθὼν αὐτὸ, ἀλλʼ ἔποχος μένων, καὶ ταῦτά γε ὡς ἐπʼ ὀρνίθων τῶν

ἵππων ὀχούμενος· ὃ μηδενί πω τῶν ἄλλων ἦν ῥᾴδιον. ὥστε καὶ ἰδὼν αὐτὸν Ἀχιλλεὺς ᾤκτειρέ τε καὶ λέγει

λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους.
ἆρʼ οὖν οὐ παράδοξον ἑξῆς οὑτωσὶ θεῖναι παρʼ ἄλληλα καὶ τὸν αὐτὸν λοῖσθόν τε καὶ ἄριστον προσειπεῖν; ἀλλʼ ὅμως τοιαῦτά φησι τἀνθρώπεια—τοῦτο γάρ μοι δοκεῖ τῶν ῥημάτων τὸ βούλημα εἶναι—ὁ αὐτὸς ἄριστός τε ἀνὴρ καὶ ἔσχατος, ὅπερ περὶ τοῦ δακτύλου φασί ποτʼ εἰπεῖν Ὀρόντην τὸν Πέρσην ὡς αὐτὸς ὢν τῇ θέσει ποτὲ μὲν τὰ μύρια σημαίνει, ποτὲ δὲ οὐ πλέον ἢ ἕν. ὥστʼ ἐμοὶ μὲν ἄντικρυς εἰς τὸ Πλάτωνος παράδειγμα ὁ Εὔμηλος τείνειν δοκεῖ κατά τε τἄλλα καὶ ὅτι οὐχ ὅσον τῆς νίκης ἐστερήθη, ἀλλὰ καὶ
ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε
ὑπὸ τῶν ἵππων τῶν ἀρίστων καὶ ὑφʼ ὧν οὐδεπώποτʼ ἐσφάλη, ἄγων δʼ αὐτὰς ὅποι βούλοιτʼ ἀεὶ καὶ παρὰ πάντας ἐθαυμάζετο. ὁ δέ γε Αἴας νὴ Δίʼ ὁ τάχιστος τῶν Ἑλλήνων θεῖν καὶ πλείστους ἐν ταῖς φυγαῖς αἱρῶν, ἐφʼ οὗ τοῦτʼ εἴρητο
    οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν
  1. ἀνδρῶν τρεσσάντων ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ·
καὶ οὗτος τοιαῦθʼ ἕτερα ἀπέλαυσε τοῦ δρόμου, γυμνός τε καὶ πολεμίων καθαρὸς τρέχων, ἀπῆλθε τῆς τε νίκης στερηθεὶς καὶ τῆς ὄνθου προσέτι ἐμπεπλησμένος. βλάψεν
γὰρ Ἀθήνη, φησὶν ὁ ποιητής· τὴν δʼ αὐτὴν ταύτην καὶ τὸν Εὔμηλον ἐκ τοῦ ἅρματος ἐκβαλεῖν. τί τοῦτο λέγων; τὴν τύχην διὰ τῆς Ἀθηνᾶς, ὥς γʼ ἐμοὶ δοκεῖ, δηλῶν, ὅτι τἀνθρώπεια ὅπη βούλεται στρέφει, καὶ οὐ πάντη τῶν προεχόντων τὰ ἆθλα. ὁ δέ γʼ ἕτερος νὴ Δία Αἴας, ὁ τοῦ Τελαμῶνος, τὸ μέγα ἕρκος τῶν Ἀχαιῶν καὶ ὃς ἦν ἀντὶ τείχους τοῖς Ἕλλησιν οὐ μόνον αὐτὸς, ἀλλὰ καὶ ἡ ἀσπὶς αὐτοῦ, οὗτος περὶ μὲν τὸν δίσκον ὡς ἔπραξεν ἔλαττον ἂν ἴσως εἴη λέγειν, καίτοι δόρυ γʼ εἰωθὼς ἔχειν ἐν ταῖν χεροῖν

κολλητὸν βλήτροισι, δυωκαιεικοσίπηχυ,
καὶ πάντας τοὺς Τρῶας ἐκείνῳ σοβῶν καὶ ἀπείργων ἀπὸ τῶν νεῶν, ἦ που ῥᾳδίως τόν γε δίσκον ἔμελλε μεταχειριεῖσθαι καὶ παῖδας τόν τε δὴ Πολυποίτην καὶ τοὺς ἄλλους ἀποφανεῖν, τοῦ γʼ εἰκότος νικῶντος. ἀλλὰ δῶμεν τοῦτο ἑτέρας τινὸς ἕξεως δεῖσθαι· ἀλλὰ πῶς ἔπραξε περὶ τὴν πάλην; εἰ δὲ καὶ τοῦτʼ ἔλαττον, ἀλλʼ ἀναλαβών γε τὰ ὅπλα, οὗ μέγιστος καὶ κάλλιστος ἦν αὐτὸς αὑτοῦ καὶ ἰσχυρότατος καὶ ῥωμαλεώτατος, πολὺν θόρυβον παρέσχε τοῖς Ἕλλησι. καὶ τὰ μὲν ἄλλα ἐῶ· ἔδεισαν δὲ περὶ ἐκείνου μᾶλλον ἢ τοῦ Διομήδους. οὕτως ἔπραξε κἀνταῦθα. καίτοι ὅ γε κήρυξ
ἀνεῖπεν οὑτωσὶ γιγνομένης ποτὲ τῶν Ἀχαιῶν ἁπάντων ἐξετάσεως
ἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴας.
καὶ οὐχ ἅπαξ γε οὐδὲ τοσοῦτον μόνον εἰπὼν ἀπηλλάγη, ἀλλʼ ὥσπερ ἐξεπίτηδες πανταχοῦ διατελεῖ κηρύττων καὶ διαμαρτυρόμενος,
    Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
  1. τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλείωνα.
καὶ
Αἴας, ὃς πέρι μὲν εἶδος, πέρι δʼ ἔργʼ ἐτέτυκο.
καὶ
ἀνδρὶ δʼ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας,
καὶ ἄλλα τοιαῦτα, ὥσπερ προκαταλαμβάνων ἡμῶν τὰς γνώμας, ὅπως μὴ ἐπὶ τοῦ ἀγῶνος ταραχθείημεν μηδʼ εἴ τινος ἄλλου χεῖρον ἠγωνίσατο, ταύτῃ φαυλότερον αὐτὸν ἡγοίμεθα, μηδὲ χείρω μηδενὸς ἄλλου τῶν Ἀχαιῶν ἀλλʼ ἢ τοῦ Ἀχιλλέως. καὶ μὴν καὶ ὁ ἀδελφὸς μετεῖχεν αὐτῷ τῆς τύχης ἐπιθήκην, ὁ Τεῦκρος, περὶ τὴν τοξικὴν, ὅς γε τῆς μηρίνθου μὲν ἔτυχε, τὴν δὲ περιστερὰν αὐτὴν παρῆκεν ἑτέρῳ λαβεῖν, καὶ οὗτος ἑαυτοῦ χείρονι.

ταῦτα πάντα ἐφεξῆς οὕτως ἔχοντα τί χρὴ νομίζειν εἶναι; ἆρʼ οὐ χρησμούς τινας εἰς ἅπαντα ἡγεῖσθαι

τἀνθρώπεια; ὥστʼ οὔτʼ εἴ τις ῥώμῃ σώματος ἢ μεγέθει προφέρειν δοκεῖ οὔτʼ εἴ τις ἵππους ἀρίστους κέκτηται οὔτʼ εἰ ταχὺς αὐτὸς ἢ καλὸς, οὐδὲν αὐτῷ τούτων κύριον, ἂν

μὴ δοκῇ τοῖς κρείττοσιν. εἰ φίλοις ἰσχύεις, εἰ χρήμασιν, εἰ δόξαν ἔχεις ἐν τῇ πόλει, μηδενὶ τούτων ἐπαρθῇς, μηδὲ μεῖζον φρονήσῃς τῆς ἐξουσίας. εἰ πάντων κρατήσεις, ἡττήσει τῆς τύχης. ταῦτʼ ἐστὶν ὁ ἀγὼν οὗτος, ταῦθʼ Ὅμηρος λέγει. οὐδὲν τῶν ἀνθρωπείων ἀσφαλὲς οὐδʼ ὁμαλὸν οὐδʼ αὔταρκες, ἀλλʼ ἡττήσεται μὲν ὁ ἰσχυρὸς τοῦ ἀσθενοῦς, ὅταν καιρὸς ᾖ τούτου, ἁλώσεται δὲ Βαβυλὼν αὐτοῖς τείχεσι, πάλιν δὲ τοὺς Πέρσας πορθήσουσιν ἕτεροι. πάντα ταῦτʼ ἐναλλὰξ περιέρχεται. οὕτω καὶ τὸ σὸν, ὦ Πλάτων, σώζεται, τὸ ἄνθρωπον εἶναι θεοῦ παίγνιον. ὅταν ἐκπίπτῃ μὲν τοῦ ἅρματος ὁ ἡνίοχος, ἐν ᾧ πρόσθεν εἱστήκει βεβαίως, ἀπορῇ δὲ ὁ κυβερνήτης ὅπως χρὴ σώζειν τὴν ναῦν πολλάκις ἤδη σεσωκὼς, ἰλιγγιᾷ δὲ ὁ κρείττων ὑπὸ τοῦ χείρονος, κιχάνῃ δὲ βραδὺς ὠκὺν, πάντα δʼ ἄνω καὶ κάτω περιχωρῇ, τότʼ ἄν τις ἴδοι τὸν σὸν λόγον, τόθʼ ὡς ἀληθῶς προφήτου τινὸς εἶναι δόξειεν ἂν, ὡς θεὸς μὲν καὶ τύχη πάντʼ ἄγουσι, τὸ δʼ ἡμέτερον πᾶν ἦν ἄρα παιδιά. εἰ δʼ ἔσωζον μὲν οἱ κυβερνῆται πάντες ἅπαντας τοὺς ἐμπλέοντας, ἔσωζον δʼ οἱ ἰατροὶ πάντες ἅπαντας τοὺς κάμνοντας, ἐνίκων δʼ οἱ κρείττονες, ἐνίκων δʼ οἱ μείζονες, τὸ δʼ ἀεὶ τούτοις πᾶσι προσῆν, μηδεὶς δὲ ἐσφάλλετο τῶν ἀρξαμένων κατορθοῦν, εὐχὴ δὲ καὶ δύναμις μηδὲν διέφερεν, ἀθάνατʼ ἂν πάντʼ ἦν τὰ τῶν ἀνθρώπων πράγματα καὶ οὐδὲν ἂν

εὐχῆς ἴσως προσέδει, οὐδʼ ἂν κακτέκλυζεν ἡμᾶς τῶν πίθων ἅτερος ὥσπερ νῦν. νῦν δʼ οἱ ποιηταὶ πολλὰ χρήσιμοι κἀνταῦθα πρόσκεινται καὶ παρακολουθοῦσιν ἡμῖν, ὑπομιμνήσκοντες ἀεὶ τῆς φύσεως, ἐφημέρους τε καλοῦντες καὶ χαμαὶ ἐρχομένους, καὶ πάντα τρόπον τὴν ἀλαζονείαν καθαροῦντες, ὅπως μηδʼ εἴ τις εὖ πράττειν δοκοίη, τούτῳ

θρασύνοιτο, μηδʼ ἑτέρῳ πταίσαντί που προφέροι τὴν τύχην ῥαδίως. καὶ τί δεῖ τἄλλα λέγειν ὡς ἔχει;

ἀλλὰ τὰ τῶν δικῶν πῶς εἶχεν ἐξ ἀρχῆς; ἔλθωμεν γὰρ ἐπʼ αὐτὸ τὸ κυριώτατον ἤδη. ὁ Παλαμήδης σοφώτατος ὢν τῶν Ἀχαιῶν ἑάλω τὴν δίκην τῆς προδοσίας. καὶ οὐκ ἐρεῖς ὡς ἐκείνου γε Ἀθηναῖοι κατεψηφίσαντο. ἀλλὰ πᾶσα μὲν ἡ Ἑλλὰς συνεληλύθει, ἐγένετο δὲ ἡ κρίσις ἐν μέσῳ, καὶ ἀδικεῖν ἔδοξεν, ὅτι δὲ οὐχὶ δικαίως ἔδοξεν αὐτὸς σὺ λέγεις ἐν Σωκράτους ἀπολογίᾳ. καίτοι τίς οὐκ ἂν φήσειεν οὑτωσὶ πολλὴν εἶναι τὴν ἀλογίαν, ὄντα μὲν αὐτὸν κυριώτερον τοῦ Ὀδυσσέως εἰς σοφίας λόγον, ὡς ἔφη Πίνδαρος, εἶθʼ ἡττηθῆναι τοῦ χείρονος, καὶ ταῦτʼ οὐκ εἰς χειρῶν κρίσιν οὐδʼ εἰς ἄλλο τι τοιοῦτον ἐλθόντος τοῦ πράγματος, ἀλλʼ εἰς αὐτὸ τοῦτο ἐν ᾧ κρείττων ἦν; αὖθις δʼ αὖ τοὺς Ἀχαιοὺς οὕτω πολλὰ καὶ μεγάλα ὑπʼ αὐτοῦ πεπονθότας εὖ, διʼ ἃ καὶ φιλεῖν καὶ θαυμάζειν αὐτὸν προσῆκεν, εἶθʼ οὕτως ἀγνώμονα καὶ ἀνόμοιον ἀποδοῦναι τὴν χάριν, ὅς γε καὶ σπουδαίων καὶ τῶν εἰς ψυχαγωγίαν ἡγεμὼν αὐτοῖς ἐγεγόνει σχεδὸν ἁπάντων. ἓν δὲ μέγιστον καὶ τελεώτατον καὶ πλείστης ἄξιον τιμῆς ἐξεῦρε τὰ τακτικὰ, ὑφʼ ὧν ἅμα

σώζεσθαι καὶ τῶν ἐναντίων κρείττοσιν εἶναι περιῆν αὐτοῖς. ὡς μὲν γὰρ ἡ τραγῳδία φησὶν, οὐδὲ τῶν βοσκημάτων οὐδὲν διέφερον πρὶν ἐκείνῳ συγγενέσθαι. οἱ δὲ τοσοῦτον ἀπεῖχον τοῦ σύμπαντας ἂν αὐτοὺς ἀριθμῆσαι, ἢ τὰς ναῦς ὁπόσαι τινὲς ἦσαν ἃς ἦγον, ὥστʼ οὐδʼ ὁπόσοι τινὲς αὐτοῖς εἰσὶν οἱ βασιλεῖς ὅ τε Ἀγαμέμνων καὶ ὁ Μενέλαος ἔμελλον εὑρήσειν, οὐδέ γε, ὡς ἔοικεν, ἐκεῖνοι τοὺς αὑτῶν πόδας ἢ καὶ τὰς χεῖρας ἑκάτερος, μὴ ὅτι τὴν στρατιάν. ἀλλὰ ταῦτα μὲν Πλάτων τε ἡμῖν προσπαίζει τοὺς τραγικοὺς καὶ ἡμεῖς συνεπαίξαμεν. τὸ δʼ οὖν πολλῶν καὶ μεγάλων ὀφείλοντας τῷ Παλαμήδει χάριν καὶ δικαίως ἂν καὶ ἐπὶ

μειζόνων ἐκτίνοντας, μηδʼ εἰς αὐτὴν τὴν σωτηρίαν ἀπομνημονεῦσαι, πῶς οὐ πολλῆς ἄν τις φήσαι τῆς ἀτοπίας εἶναι, καὶ τό γʼ αὐτὸν ἐκεῖνον τὰ μὲν ἄλλα σοφίζεσθαι, τῶν δʼ εἰς τὴν ἀπολογίαν ἀπορῆσαι, καὶ ταῦθʼ οὕτω ῥᾳδίαν οὖσαν καὶ τῶν πραγμάτων αὐτῶν βοηθούντων; ἀλλʼ ὑπὲρ μὲν τῶν ἄλλων σοφὸς ἦν, αὐτὸν δʼ ὠφελεῖν οὐκ εἶχε, καὶ ταῦτα τὸν περὶ τῆς ψυχῆς τρέχων, ὃν χρῆν, εἰ καὶ ἐν τοῖς Τρωσὶν ἐκρίνετο, συλληφθεὶς ὑπὸ τῆς σοφίας ἔχειν ἑαυτὸν ἂν σῶσαι. ὁ δὲ τῶν φίλων καὶ τῶν συμμάχων καὶ ὧν εὐεργέτης ἦν χαλεπωτέρων ἢ τῶν πολεμίων ἀπῄει τυχὼν, καὶ πάσας τὰς ἄλλας εὑρίσκων μηχανὰς μίαν οὐχ

εὗρεν ὅπως σωθήσεται. ἀλλʼ ἐπειδὴ κατεψηφίσαντο ἀδικεῖν αὐτοῦ, οὐ ταυτὸν τοῖς Ἀθηναίοις ἐποίησαν· οὐ γὰρ χρημάτων ἐτίμησαν οὐδὲ φυγῆς οὐδʼ ὅσον δέκα ἔτη μετέστησαν, ἀλλʼ ἄρδην ἀπέκτειναν. οὕτω μέχρι μὲν τοῦ μὴ κατὰ νοῦν ἀγωνίζεσθαι καὶ τοῦ τῶν συκοφαντῶν ἔλαττον ἔχειν κοινωνεῖ τῷ Παλαμήδει τῆς τύχης ἡμῖν ἡ τοῦ Περικλέους φατρία, τὰ δʼ ἐφεξῆς καὶ διαφέρει, καὶ οἵ τε Ἀθηναῖοι συμπάντων τῶν Ἑλλήνων ἡμερώτεροι πολλῷ τινι φαίνονται καὶ οἱ ῥήτορες αὖ τῶν ῥητόρων πρᾳότερον ἐπταικότες, καὶ ταύτῃ γε σοφώτεροι τοῦ Παλαμήδους ὄντες, τοσοῦτον, εἰ μή τι ἄλλο, πεῖσαι δυνηθέντες, ὡς οὐ θανάτου γʼ ἄξιοι τοῖς Ἀθηναίοις εἶεν, οὐχ ὥσπερ ἐκεῖνος οὐδʼ εἰς τὸ τίμημα χρήσιμος οὐδὲν ἦν αὑτῷ. ἀλλʼ οἶμαι καὶ Παλαμήδει καὶ Μιλτιάδῃ καὶ Περικλεῖ καὶ πᾶσιν ἀνθρώποις μέτεστι τῆς κοινῆς ἀπολογίας ἣν αὐτὸς Πλάτων ἐνδίδωσιν, ἧς ἀρτίως ἐμνήσθην, ὡς τύχαι καὶ καιροὶ τὰ τῶν ἀνθρώπων ἄγουσι πράγματα, ἐπεὶ καὶ ὃ προσδιωρθώσατο καὶ προσέθηκε πρὸς τῷ θεῷ καὶ τῇ τύχῃ καὶ τὴν τέχνην τρίτον ὡρίσατο, εὖ φρονῶν. φησὶ γοῦν οὕτως ἡμερώτερον μέντοι τρίτον συγχωρῆσαι τούτοις δεῖν ἕπεσθαι τὴν τέχνην. ἄριστά γε καὶ θειότατα, ὦ Πλάτων, ὡς ἀληθῶς. εἰ τοίνυν καὶ τῇ τάξει καὶ τῇ δυνάμει τρίτον

ἡ τέχνη, πῶς ἀποχρῶν ἂν εἴη καθάπαξ; ἢ πῶς ἄν τις τὸ ἐλάχιστον καὶ τὸ φαυλότατον τῶν πλειόνων καὶ τῶν μειζόνων ἀξιοίη κρατεῖν; οὐκ ἔστιν ὅπως δικαίως. μὴ τοίνυν θαυμάσῃς, εἰ Περικλῆς ἔχων ἐπιστήμην καὶ τέχνην τοῦ θεοῦ καὶ τῆς τύχης ἡττᾶτο, μηδʼ ἀμνημόνει τῶν καιρῶν, οὓς αὐτὸς φῂς οὐκ ὀλίγον δύνασθαι, οἷς οὐ

πρᾳοτάτοις ἐκεῖνος τότε χρησάμενος φαίνεται. πολλὰ καὶ παράδοξα κατʼ ἀνθρώπους καὶ γέγονε καὶ γενήσεται. ὧν ἐστι καὶ τὰ τούτοις τοῖς ἀνδράσι συμβάντα. τίς δʼ οὐκ ἂν φαίη; ἀλλʼ οὔπω ταῦτʼ ἐστὶν ἔλεγχος κατʼ αὐτῶν ὡς οὔτε ἠπίσταντο χρηστὸν οὐδὲν οὔτʼ ἠδύναντο βελτίους ποιεῖν, ἀλλʼ ἐξῆν αὐτοῖς τήν τε τέχνην ἔχειν δήπουθεν καὶ τὸ χρηστοὺς εἶναι, εἰ καὶ τῶν μειζόνων ἐπικουριῶν ἔν γε τῷ τότε ἐστέρηντο· μηδέ γʼ ἐλάττους φῶμεν αὐτοὺς τῶν ἀντιπάλων γενέσθαι, μὴ δῆτα ἡμεῖς γε, ἀλλʼ ὥσπερ ὀλισθεῖν κρείττους ὄντας τοῖς ὅλοις. ἐκράτει Κλέων Περικλέους. ὁ δέ γε αὐτὸς οὗτος καὶ Λακεδαιμονίων ποτὲ, ὡς ᾤετο, καὶ δεδεμένους γε ἤγαγεν ἐν πέδαις Ἀθήναζε, καὶ ὃ τούτου μεῖζον εἶναι δοκεῖ, καὶ χρόνον προειπὼν ἡνίκʼ ἐξῄει, καὶ τοῦτον οὐ πλεῖστον, ἀλλʼ ὅσον εἴκοσιν ἡμερῶν, ἀλλʼ ὅτι γʼ οὐ πάνυ κρείττων ἦν τῶν Λακεδαιμονίων ἔδειξεν Ἀμφίπολις, πρὸς ἣν μαχόμενος οὐ πολὺ τῷ Βρασίδᾳ παρέσχε τὸ ἔργον. ἀλλὰ κἀκείνου τεθνεῶτος ἤρκεσε πελταστὴς Μυρκίνιος φεύγοντα βαλὼν ἀποκτεῖναι, ὥς φησιν ὁ μηνυτής. ὁ δέ γε αὐτὸς οὗτος λέγει καὶ περὶ τῶν ἑκατέρωθεν νεκρῶν ὡς οὐκ ὀλίγον τὸ διάφορον συνέβη γενέσθαι. ἑπτὰ γὰρ οἶμαι πρὸς ἑξακοσίους ἀντιλογίζεται. οὕτω τοίνυν κἀν τῇ δίκῃ οὐ τῶν Περικλέους λόγων οὐδὲ τῆς ἐπιστήμης ἐκράτησεν, οὐδέ γε ὡς ἀνεπιστήμονος περιεγένετο, ἀλλʼ ἀπέλαυσε τοῦ καιροῦ, ὥσπερ κἀν τῇ Πύλῳ τῇ τύχῃ καὶ τῷ καιρῷ προσεχρήσατο· ἐπεὶ Περικλῆς γε καὶ τεθνεὼς ἐκράτει Κλέωνος, εἰ δεῖ τἀληθὲς εἰπεῖν. μέγα δὲ σημεῖον·

τὸν μὲν γὰρ οὐδεὶς ἦν ὅστις οὐκ ἂν εὔξαιτο ἀναστῆναι, ὥστε κἀν τοῖς δράμασιν ὡς ἀνεστῶτα ὁρῶντες εὐφραίνοντο,

τὸν δʼ οὐκ ἔστιν ὅστις οὐκ ἂν ἐβούλετο ἀντʼ ἐκείνου κεῖσθαι. τοσούτῳ κρείττων ἦν τεθνεὼς Περικλῆς ἐκείνου ζῶντος.

πάρες οὖν τοῖς συκοφάνταις ταῦτα, αὐτὸς δὲ πάλιν σαυτοῦ τι μνημόνευσον. ὅτι γὰρ οὐδὲν οὔτε τῶν ἀδυνάτων οὔτε τῶν ἀπεικότων καὶ τὰ βέλτιστα λέγοντας ὑπὲρ τοῦ δήμου τῷ δήμῳ προσκροῦσαι, ἀλλὰ καὶ τοῦτʼ αὐτὸ τῶν συμφορῶν ἐπιεικῶς αἴτιον γίγνεται, τὸ μὴ βούλεσθαι τῆς ὀρθοτάτης ἀφεῖσθαι γνώμης, οὐ τῶν μάντεων ἀκούσαντα δεῖ γνῶναι, ἀλλʼ ὁ πολλῶν δήμων καὶ πόλεων ἀντάξιος Πλάτων ὁ τοῦ Ἀρίστωνος διαμαρτύρεται διαρρήδην οὑτωσὶ λέγων, καὶ ταῦτʼ ἐν αὐτοῖς οἷς Σωκράτης ἐκινδύνευσεν οὐχὶ δικαίως αὐτῷ. τίνα οὖν ἐστι τὰ ῥήματα; οὐ γὰρ ἔστιν ὅστις ἀνθρώπων σωθήσεται οὔθʼ ὑμῖν οὔτʼ ἄλλῳ τινὶ πλήθει οὐδενὶ γνησίως ἐναντιούμενος καὶ διακωλύων πόλλʼ ἄδικα καὶ παράνομα ἐν τῇ πόλει γενέσθαι, ἀλλʼ ἀναγκαῖόν ἐστι τὸν τῷ ὄντι μαχούμενον ὑπὲρ τοῦ δικαίου, καὶ εἰ μέλλει ὀλίγον χρόνον σωθήσεσθαι, ἰδιωτεύειν, ἀλλὰ μὴ δημοσιεύειν. εἶεν, ὦ φιλότης. εἶτα ἔτι θαυμάζεις εἰ Μιλτιάδης καὶ Θεμιστοκλῆς καὶ Περικλῆς καὶ Κίμων προσέκρουσαν Ἀθηναίοις, τὰ βέλτιστα λέγοντες αὐτοῖς καὶ φεύγοντες τὰ πρὸς ἡδονήν; ἀλλὰ μὴν αὐτός γʼ ἔφης ἐντεῦθεν ὡρμῆσθαι τοὺς κινδύνους, καὶ οὐδʼ ὀλίγον χρόνον ἐγχωρεῖν διαφεύγειν. πότερον οὖν εἰ προσέκρουσαν θαύμαστόν ἐστι καὶ τοῦτʼ ἄξιον αὐτῶν κατηγορεῖν, ἢ ʼκεῖνο πολλῷ μᾶλλον ἄξιον αὐτῶν θαυμάσαι, ὅτι τόν γε τοσοῦτον χρόνον διεγένοντο, καὶ μήτε θᾶττον τοῦτʼ ἔπαθον μήθʼ ὅτε καὶ προσέκρουσαν θανάτῳ γʼ ἐζημιώθησαν, ἀλλὰ μέσην τινὰ ὁ δῆμος

ἐχώρησε, καὶ τῇ μὲν ὡς εὖ καὶ καλῶς ὑπʼ αὐτῶν ἀχθεὶς ᾐσχύνθη καί τινα πρᾳότητος τύπον διεσώσατο, τῇ δὲ οὐκ ἠδυνήθη τὴν τοῦ πράγματος φύσιν διαφυγεῖν, ἀλλʼ ὧν δήμῳ προσῆκεν ἁμαρτεῖν, μέρος γοῦν τι μετέσχεν; ἡδέως

δʼ ἂν ἐροίμην, ὅστις βούλεται δέξασθαι τὸ ἐρώτημα ὑπὲρ Πλάτωνος, αὐτὸς δὲ δὴ τί μαθὼν ἡμῖν ὁ Πλάτων οὐκ ἐπολιτεύσατο; ἆρʼ ἄλλο τι φήσειεν ἂν ὁστισοῦν ἢ τὸ αὐτὸ τοῦτο ὅπερ καὶ Σωκράτης λέγων ἐκείνῳ φαίνεται; τί μὴν ἕτερον; εἶθʼ ἃ φοβηθεὶς μὴ πάθῃς οὐκ ἐδημηγόρεις, ταῦτʼ εἴ τις ἐκείνων πέπονθεν, ὡς οὐ τὰ βέλτιστα συνεβούλευεν ἰσχυρίζει; καὶ μὴν εἰ μὲν οὐδεὶς ἐπῆν κίνδυνος, τοῦ χάριν οὐδὲν ὤνησας τὴν πατρίδα; εἰ δʼ ἕτοιμον ἦν ἀπολωλέναι, τί θαυμάζεις εἴ τις ἐκείνων ἐχρήσατο συμφορᾷ καὶ τῷ τὰ βέλτιστα λέγειν τιθεὶς αὐτὸς ἕπεσθαι τὸ κινδυνεύειν, ἐκείνους ἐξ ὧν ἠτύχησαν ἀποστερεῖς τὸ λέγειν τὰ βέλτιστα; φέρε δὴ κἀκεῖνο σκεψώμεθα· ὁπότʼ ἦν ἐν τῷ τὰ δίκαια πράττειν προαιρεῖσθαι τοιοῦτόν τι λαβεῖν παρʼ αὐτῶν, πότεροι πρὸς θεῶν πῶς ἂν εὐπρεπῶς εἴποιμι κοινότεροι τὴν γνώμην, καὶ εἰ μὴ τὸ ὅλον βελτίους, τῇ γε πόλει χρησιμώτεροι, πότερʼ οἵτινες προορώμενοι τὸν προσόντα κίνδυνον εἶτʼ ἐκποδὼν ἔστησαν, ἢ οἵτινες εἰδότες οὐκ ἀπώκνησαν; ἐμοὶ μὲν γὰρ δοκεῖ τὸ μὲν μηδὲν εἰπεῖν αἰσχρὸν κοινὸν ἀμφοῖν εἶναι, τὸ δʼ ἐγχειρῆσαι τὰ βέλτιστα εἰπεῖν τοῦ μηδʼ ὅλως εἰπεῖν οὐ τῶν φαυλοτέρων

ὂν ἐκείνοις ὑπάρχειν. εἰ γάρ τι καὶ διήμαρτον, οἷς γε προείλοντο φήσει τις αὐτοὺς νικᾶν. εἰ τοίνυν μὴ μόνον προείλοντο, ἀλλὰ καὶ κατώρθωσαν πολλὰ καὶ καλὰ καὶ δίκαια καὶ κοινῇ συμφέροντα, μὴ πρὸς ἐλαττώματος αὐτοῖς γένηται. τοῦτο γὰρ ἔξεστι δήπουθεν αὐτοῖς εἰπεῖν. εἰ δὲ καὶ τοῦτʼ ἔξεστιν ἐρωτῆσαι, πότεροι τῷ Σωκράτους αὐτοῦ καὶ Πλάτωνος λόγῳ μᾶλλον συμβαίνοντα καὶ βεβούλευνται καὶ πεποιήκασι; τῷ ποίῳ δὴ λέγω τούτῳ λόγῳ; ὅσπερ ἐστὶν ἁπάντων λόγων οἶμαι κάλλιστος. τίς οὗτος; οὐ καλῶς φησὶ λέγεις, ὦ ἄνθρωπε, εἰ οἴει δεῖν κίνδυνον ὑπολογίζεσθαι τοῦ ζῆν ἢ τεθνάναι ἄνδρα ὅτου τι καὶ σμικρὸν ὄφελός ἐστιν, ἀλλʼ οὐκ ἐκεῖνο μόνον σκοπεῖν, ὅταν πράττῃ, πότερον δίκαια ἢ ἄδικα πράττει καὶ ἀνδρὸς ἀγαθοῦ ἔργα ἢ κακοῦ. οὐκοῦν ὅτʼ ἐκεῖνοι φαίνονται μηδὲν

τῶν μελλόντων αὐτοῖς ἔσεσθαι δυσχερῶν ὑπολογισάμενοι πρὸς τὸ δίκαιον, ἀλλʼ ἀφειδῶς καὶ ἁπλῶς δόντες αὑτοὺς ὑπὲρ τοῦ κοινῇ βελτίστου τῷ Σωκράτους κέχρηνται λόγῳ. ὥστʼ ἢ δεικτέον ἐστὶν ὡς οὔτε δίκαια οὔτε ἀγαθῶν ἀνδρῶν ἦν ἔργα ἃ προείλοντο καὶ οἷς ἐνεχείρησαν, ἢ συγχωρητέον χρηστοὺς εἶναι τοὺς ἄνδρας, εἰ καὶ ὁτιοῦν ἀπήντησε, καὶ τοσούτῳ μᾶλλον καὶ μειζόνως, ὅσῳ τὴν δυσκολίαν τοῦ πράγματος οὐκ ἔδεισαν. φαῦλοι γὰρ ἂν τῷ γε σῷ λόγῳ εἶεν—λέγω δὲ ἤδη τὰ Πλάτωνος αὐτοῦ— τῶν ἡμιθέων ὅσοι ἐν Τροίᾳ τετελευτήκασιν, οἵ τε ἄλλοι καὶ ὁ τῆς Θέτιδος υἱὸς, ὃς τοσοῦτον τοῦ κινδύνου κατεφρόνησε παρὰ τὸ μὴ αἰσχρόν τι ὑπομεῖναι ὥστʼ ἐπειδὴ εἶπεν ἡ μήτηρ αὐτῷ, καὶ πάντα δὴ λέγω τἀπὶ τούτοις. οὐ γὰρ δή που τοὺς μὲν εἰς Τροίαν τῶν Ἑλλήνων

ἐλθόντας ἐπαινεσόμεθα, ὅτι εἵλοντο καλῶς ἀποθανεῖν, τοὺς δʼ εἴ τι πείσονται δυσχερὲς ἐκ τῆς πολιτείας οὐ προτιμήσαντας οὐδὲ παρέντας τῷ φόβῳ τὸ βέλτιστον, τούτους ἀπὸ τῶν συμβάντων κρινοῦμεν· οὐδὲ τοὺς μὲν ὑπὲρ μιᾶς γυναικὸς ὑβρισθείσης ἀγανακτήσαντας ἀνδρῶν ἀγαθῶν λογισμῷ χρῆσθαι φήσομεν, τοὺς δʼ ἁπάσης τῆς Ἑλλάδος προστάντας, ἡνίχʼ ὑπὲρ παίδων ὁμοῦ καὶ γυναικῶν καὶ ἱερῶν καὶ τάφων καὶ πάντων τῶν ὄντων ἐκινδύνευον, τούτους μετὰ τῶν ὀψοποιῶν καταλέξομεν, πρὸς τοὺς ἡμιθέους ἀφέντες κρίνειν· οὐδʼ εἰ μέν τις φίλῳ τιμωρῶν ὑπέμεινε τελευτᾶν, εἰς μακάρων νήσους πέμψομεν, εἰ δέ τινες τῇ τε πόλει πάσῃ καὶ τοῖς τῶν Ἑλλήνων πράγμασιν ἀντὶ πάντων τῶν ἄλλων κατέστησαν, τούτοις εἴ τί ποθʼ ὕστερον συνέβη, τὸ κακῶς ἀκούειν προσθήσομεν. οὐχ ἕως γʼ ἂν τοὺς περὶ τῶν δικαίων λόγους φυλάττωμεν. ἀφαιρεῖν γὰρ τοῖς χρηστοῖς τῶν συμφορῶν εἰκὸς ἦν, εἴ πως ἐνῆν, μᾶλλον ἢ τοῦτο οὐκ ἔχοντας ἐπεμβαίνειν, ὃ δὴ λέγεται, κειμένοις.

βούλομαι τοίνυν καὶ Δημοσθένους τοῦ Παιανιέως μνησθῆναι βραχύ τι, οὐδὲν γὰρ ἦν χεῖρον, ἄλλως τε καὶ περὶ ῥητόρων ὄντος τοῦ λόγου. μνησθήσομαι δʼ ὅσον εἰς τούτους ἀνήκει. πῶς οὖν ἐκεῖνος περὶ τῶν αὐτῶν τούτων

διείλεκται, κατηγορηκότος μὲν Αἰσχίνου ὡς ἀνάξιος εἴη τοῦ στεφάνου, παρεξετάσαντος δὲ αὐτὸν πρὸς τοὺς πρότερον καὶ μόνον οὐκ ἀνάγκην προσθέντος ὥστʼ ἐξαχθῆναι καὶ παρὰ γνώμην εἰπεῖν, καὶ φιλονεικῆσαι πρὸς τοὺς ἄνδρας ἕνεκα τῆς ἐκείνου βλασφημίας; ὁ δέ πως μάλα πρᾴως καὶ σωφρόνως καὶ ἀξίως ἑαυτοῦ τὴν μὲν δεινότητα εἰς τὸν Αἰσχίνην ἔτρεψε, τοῖς δʼ ἀνδράσι τὴν εὐφημίαν

ἐτήρησε. λέγει γὰρ, ὡς ἐγᾦμαι, ταυτὶ εἶτα τῶν πρότερον γεγενημένων ἀνδρῶν ἀγαθῶν μέμνησαι· καὶ καλῶς ποιεῖς. πρῶτον μὲν δὴ τοῦτο τὸ μικρὸν τὸ τῆς προσθήκης πῶς οὐ φιλάνθρωπον ἅμα καὶ γενναῖον, τὸ καὶ καλῶς ποιεῖς; οὐχ ὥσπερ Πλάτων φησὶν ὅτι οὐ καλῶς ποιεῖς, Καλλίκλεις, μεμνημένος τῶν ἀνδρῶν τούτων ὡς ἀγαθῶν· οὐ γὰρ ἦσαν τοιοῦτοι. ἔπειτα τοσούτου ἐδέησε τῆς ὑπαρχούσης ἐκείνοις δόξης ἀφελεῖν ἐπιχειρεῖν, ἵνα δὴ μείζων αὐτὸς φανείη, ὥστε τὴν αὑτοῦ πολιτείαν εἰς τὴν ἐκείνων ἀνενήνοχε, φάσκων ταὐτὰ βουλομένην εἶναι. λέγει γὰρ οὕτως, ὅσον ἐγὼ μέμνημαι καὶ μὴν εἰ καὶ τοῦτʼ ἄρα εἰπεῖν δεῖ, ἡ μὲν ἐμὴ πολιτεία καὶ προαίρεσις, ἐάν τις ὀρθῶς σκοπῇ, ταῖς τῶν τότε ἐπαινουμένων ἀνδρῶν ὁμοία καὶ ταὐτὰ βουλομένη φανήσεται, ἡ δὲ σὴ ταῖς τῶν τότε τοὺς τοιούτους συκοφαντούντων. καίτοι τρία γʼ εἰς ὑπερβολὴν ὑπῆρχεν εἰπεῖν αὐτῷ τὰ μέγισθʼ ὑπὲρ τῆς αὑτοῦ πολιτείας· πρῶτον μὲν ὅτι οὐχ ὁμοίως εἶχε τὰ τῶν καιρῶν οὔτε τοῖς Ἀθηναίοις οὔτε τοῖς ἄλλοις Ἕλλησι τότε καὶ καθʼ αὑτὸν, ἀλλʼ οἱ μὲν ἐν εὐθενοῦσι τοῖς πράγμασι τὴν αὑτῶν ἀρετὴν ἔδειξαν, οὗτος δὲ νοσούντων καὶ μόνον οὐκ ἀπολωλότων ἤδη πάντων ἐπὶ τὴν προστασίαν τῶν κοινῶν παρῆλθεν. ἔπειθʼ ὅτι οὐδὲ τὰ τῶν ἀντιπάλων παραπλήσια, ἀλλὰ πρὸς ἄνδρας ὀξεῖς καὶ δεινοὺς καὶ συγκεκροτημένους καὶ τούτους ὁμόρους καὶ προσοικοῦντας, καὶ ἅμα τῷ κηρυκείῳ καὶ τῷ σιδήρῳ χρωμένους, καὶ τὰ πλεῖστα τῶν

πραγμάτων ἐξ ἀφανοῦς ἀφαιρουμένους, αὐτός θʼ ἑαυτὸν ἔταξεν ἀγωνίζεσθαι καὶ τὴν πόλιν ἠξίου καὶ ἃ μηδὲ τοῖς μάντεσιν ἦν προϊδέσθαι μηδὲ προειπεῖν, ταῦθʼ ὁμοῦ προλέγειν καὶ διακωλύειν ἠναγκάζετο. τρίτον δʼ ἐπὶ τούτοις ὅτι καὶ μόνος ὡς ἔπος εἰπεῖν ἀντετάξατο τῇ κατὰ τῶν Ἑλλήνων τύχῃ, τῶν μὲν ταὐτὰ προῃρημένων καὶ συνεργούντων πολλῆς τινος ἐνδείας οὔσης, τῶν δʼ ὑπὲρ τῶν ἐναντίων λεγόντων καὶ πραττόντων ἀφθονίας θαυμαστῆς, ὧν κρατῆσαι πολὺ μεῖζον ἦν ἢ τῶν ἔξω καὶ φανερῶν πολεμίων. ἀλλʼ ὅμως ἐκ τοσούτων καὶ τοιούτων ἐλαττωμάτων κατάλογόν τινα ποιεῖται συμμάχων καὶ πόρων καὶ δυνάμεων, ὧν συνήγαγεν αὐτοῖς ἐκ τοῦ δικαιοτάτου, ἰδίᾳ που τοῦ λόγου λέγων ταῦτα καὶ πρὶν τῶν ἀνδρῶν τούτων μνησθῆναι. μνησθεὶς δὲ τούτων οὐδὲν ἔτι τοιοῦτον, ἀλλʼ ἔχων ἃς εἶπον ὑπερβολὰς οὐκ ἐλύπησεν, ἀλλʼ ἀποχρῆν ἡγήσατο ὁμοίαν τὴν ἑαυτοῦ πολιτείαν τῇ ἐκείνων προσειπεῖν· καὶ πρός γʼ ἔτι τὴν ὑπερβολὴν ἐκείνοις ἀπέδωκεν εἰπὼν οὑτωσὶ κἀκεῖνο λογίζου καὶ σκόπει. πότερον κάλλιον καὶ ἄμεινον τῇ πόλει διὰ τὰς τῶν προτέρων εὐεργεσίας οὔσας ὑπερμεγέθεις, οὐ μὲν οὖν εἴποι τις ἂν ἡλίκας, τὰς ἐπὶ τὸν παρόντα βίον γιγνομένας εἰς ἀχαριστίαν καὶ προπηλακισμὸν ἄγειν, ἢ πᾶσιν ὅσοι τι μετʼ εὐνοίας πράττουσι τῆς παρὰ τούτων τιμῆς καὶ φιλανθρωπίας μετεῖναι; κἀνταῦθα μὲν οὕτως· ἑτέρωθι δʼ αὖ πολλοῖς πρότερον χρόνοις δημηγορῶν ἐν τοῖς Ἀθηναίοις καὶ παρρησιαζόμενος, πείθων αὐτοὺς τὰ βέλτιστʼ ἀντὶ τῶν ἡδέων αἱρεῖσθαι, ἐξὸν αὐτῷ καὶ χωρὶς τοῦ μνησθῆναι τῶν ἄνω ῥητόρων περαίνειν τὰ τῆς ὑποθέσεως, ὥσπερ ἐπεισόδιον χρηστὸν ἐπεισήγαγε, καὶ τοῦ τε Περικλέους αὐτοὺς ὑπεμίμνησκε καὶ ἄλλων ὡδὶ λέγων ἀλλὰ δικαίου πολίτου κρίνω τὴν

τῶν πραγμάτων σωτηρίαν ἀντὶ τῆς ἐν τῷ λέγειν χάριτος αἱρεῖσθαι. καὶ γὰρ τοὺς ἐπὶ τῶν προγόνων ἡμῶν λέγοντας ἀκούω, ὥσπερ ἴσως καὶ ὑμεῖς, οὓς ἐπαινοῦσι μὲν οἱ παριόντες ἅπαντες, μιμοῦνται δʼ οὐ πάνυ, τούτῳ τῷ ἔθει καὶ τῷ τρόπῳ τῆς πολιτείας χρῆσθαι, τὸν Ἀριστείδην ἐκεῖνον, τὸν Νικίαν, τὸν ὁμώνυμον τὸν ἐμαυτοῦ, τὸν Περικλέα. δύο τοίνυν ταῦτʼ ἄν τις τῶν λόγων τούτων

ἐπισημαίνοιτο· ἓν μὲν ὅτι οὐ κατʼ ἀνάγκην, ἀλλʼ ἐκ περιουσίας καὶ γνώμης ἐπιεικείᾳ τὴν μνήμην τῶν ἀνδρῶν καὶ τὸν ἔπαινον τούτων ἐποιήσατο, ἕτερον δὲ ὅτι καὶ αὐτὰ τὰ ἐναντιώτατα αὐτοῖς ἀπέδωκεν ὧν κατηγόρηκεν ὁ Πλάτων. ὁ μὲν γὰρ κολακείας καὶ δουλείας καὶ τῆς ἡδονῆς θεραπευτὰς, καὶ μηδὲν πλέον τούτου σκοπεῖν αὐτοὺς, ὁ δʼ ὡς παρρησίᾳ τῇ δικαιοτάτῃ χρωμένους καὶ τὸ χαρίζεσθαι μηδαμοῦ τιθέντας πρὸς τὸ βέλτιστον, οὕτως ἐπαινῶν φαίνεται, τὴν αὐτὴν τῷ Θουκυδίδῃ φωνὴν ἀφιεὶς, ἐπεὶ κἀκεῖνος, ὥσπερ ἐν τοῖς ἄνω λόγοις ἐπεδείκνυμεν, θαυμαστὸν ὅσον φησὶ περιεῖναι τῷ Περικλεῖ τῆς ἐλευθερίας καὶ παρρησίας, οὐ γὰρ ἄγεσθαι μᾶλλον ἢ ἄγειν τὸν δῆμον, καὶ μὴ τί λέγων χαριεῖται σκοπεῖν, ἀλλʼ ὅ τι βέλτιστον αὐτοῖς ἡγοῖτο, τοῦτο συμβουλεύειν. ἐπαινεῖ δέ που καὶ τὸν Νικίαν διὰ τὸ πᾶσαν ἀρετὴν ἐπιτηδεύειν. οὕτω καὶ ἔντιμα καὶ ὁμολογούμενα ὑπὲρ τῶν ἀνδρῶν εἴρηκεν ὁ Δημοσθένης.

φέρε δὴ σκεψώμεθα τἀπὶ τούτοις μετὰ πάσης εὐμενείας, ὥσπερ ἐν κοινῷ τινι τῶν Ἑλλήνων συλλόγῳ. πάντως δὲ ἄκρω μὲν ἀμφοτέρω τὼ ἄνδρε, ὑπὲρ μεγάλων δὲ καὶ οἱ λόγοι. ἀλλὰ μὴν τό γε τοῦ λέγοντος αὐτοῦ ὅπως τις βούλεται τιθέναι, οὕτως ἐχέτω τὰ νῦν. ἀλλʼ ὅ γʼ ἐβουλόμην εἰπεῖν, πότερος καὶ τὴν ὅλην γνώμην φιλανθρωπότερος καὶ περὶ αὐτοὺς τοὺς λόγους δεξιώτερος κατὰ τοῦτο

τὸ μέρος, πότερʼ ὅστις αὐτῷ μηδεμιᾶς ἀνάγκης ὑπαρχούσης κακῶς λέγειν εἵλετο τοὺς ἄνδρας, ἢ ὅστις ὄντος μὲν τοῦ παροξύνοντος οὐ προήχθη οὐδʼ ἠξίωσεν αὑτὸν σεμνύνειν, ἐν οἷς ἑτέρους ἔμελλε κακῶς ἐρεῖν, πάλιν δὲ μηδεμιᾶς ἀνάγκης ὑπαρχούσης ἐπὶ τοῖς βελτίστοις αὐτῶν ἐμνημόνευσεν ἐξεπίτηδες; εἰ μή τῳ φαυλοτέρα τῆς διαλεκτικῆς ἡ ῥητορικὴ φαίνεται. καίτοι ἔγωγʼ ᾤμην οὐ πάνυ ταῦτʼ ἀλλήλων κεχωρίσθαι, ἀλλʼ εἶναι τὴν διαλεκτικὴν μέρος τι τῆς ῥητορικῆς, ὥσπερ τὴν ἐρώτησιν τοῦ παντὸς λόγου, καὶ τὸν αὐτὸν τρόπον ὅνπερ τοῖς δρομεῦσι μέτεστι τοῦ

βαδίζειν, οὐ μὴν τοῖς βαδίζουσιν ἅπασι τὸ θεῖν οἷόν τε, οὕτω καὶ τοὺς ῥητορικοὺς πρὸς τοὺς διαλεκτικοὺς ἔχειν. Πλάτωνα δὲ ἐξαιρῶ τοῦ λόγου, ἱκανὸς γὰρ καὶ ἀμφότερα. ἀλλʼ οὔ τί γε τοῖς περὶ τῶν ἀνδρῶν τούτων λόγοις ἄγων ἡμᾶς οἰχήσεται, ἐπεὶ ὅτι γε οὐκ ἀλόγως οὐδʼ ἀπεικότως συνήγαγον τὰς δυνάμεις Πλάτων ἐστὶ σύμψηφος, οὐδὲ γὰρ τοῦτʼ ἴσως ἔξω τοῦ πράγματος. ὅταν γὰρ περὶ τῆς τῶν ὀνομάτων ὀρθότητος διαλεγόμενος τοὺς ἥρωας ῥήτορας εἶναι λέγῃ, καὶ πάλιν διαλεκτικοὺς, τότʼ ἄμφω δή που μαρτυρεῖ, καὶ τὴν ῥητορικὴν οὐ κολάκων ἔργον, ἀλλʼ ἡρώων τινῶν εἶναι· ὥστε μὴ τοῖς μαγείροις γε προσήκειν ἀπεικάζειν τοὺς ἐπιτηδεύοντας αὐτὴν, ἀλλὰ τοῖς ἥρωσι μᾶλλον, καὶ τὴν διαλεκτικὴν αὖ τῇ ῥητορικῇ προσήκειν. ὅταν γὰρ διὰ μέσου τοῦ τῶν ῥητόρων ὀνόματος τοὺς διαλεκτικοὺς τοῖς ἥρωσι συνάπτῃ, πῶς οὐχ ὃ λέγω μαρτυρεῖ; ἀλλʼ ὑπὲρ μὲν τούτων οὐ διαφέρομαι· ὅτι δʼ οὐ μόνον ἐξ ὧν Δημοσθένης καὶ Θουκυδίδης καὶ Αἰσχίνης μαρτυροῦσιν, ἀλλὰ καὶ ἀφʼ ὧν αὐτὸς Πλάτων ὡμολόγησεν ἐν αὐτοῖς τούτοις τοῖς διαλόγοις, καὶ νὴ Δίʼ ἐν αὐτῷ γε τούτῳ τῷ μέρει τῶν λόγων ἐν ᾧ περὶ τῶν ἀνδρῶν

διείλεκται, καὶ μάτην ἅπαντα εἰρῆσθαι καὶ ψευδεῖς εἶναι τὰς βλασφημίας συμβαίνει, τοῦτʼ ἤδη βούλομαι δεῖξαι, εἰ μή τῳ δοκῶ πολυπραγμονεῖν λίαν ἀκριβῶς ἅπαντʼ ἐξετάζων. ὅμως δὲ τοσοῦτον προειπεῖν βούλομαι· εἰ γὰρ ἁλοίην ψευδόμενος, δίδωμι καὶ πάντʼ ἐξαλεῖψαι τῷ βουλομένῳ, καὶ χάριν προσείσομαι· εἰ δʼ ἀλήθειαν λέγων οὐχ ἥδιστα ἐρῶ πᾶσιν, ἄλλος ἂν εἴη λόγος. τὴν γοῦν ἀλήθειαν, ὡς χρὴ τιμᾶν πολλοὶ μὲν εἰρήκασιν, οὐ μὴν ἔσθʼ ὅστις πλείονος ἄξιος ἢ Πλάτων. πάρεστι δʼ ὃ λέγω σκοπεῖν ἤδη. ὡρμήθη μὲν γὰρ ἅπας αὐτῷ δήπουθεν ὁ περὶ τῶν ἀνδρῶν λόγος ἐκ τούτου, δύο τούτων παρασκευῶν οὐσῶν, τῆς μὲν πρὸς ἡδονὴν ὁμιλεῖν, τῆς δὲ πρὸς τὸ βέλτιστον, τοὺς ῥήτορας εἶναι τούτων ἄρα τῶν πρὸς τὸ χαρίζεσθαι βλεπόντων, καὶ δημηγορεῖν οὕτω τοῦ

ἰδίου ἕνεκα τοῦ ἑαυτῶν, ἄλλο δὲ μηδὲν βλέπειν. μνησθεὶς δὲ καὶ τούτων τῶν ἀνδρῶν, διὰ τὸ τὸν Καλλικλέα δὴ τούτους γε ὑπεξελέσθαι, βουλόμενος δεῖξαι παραπλησίως τοῖς ἄλλοις ἔχοντας καὶ οὐδὲν βελτίους ὄντας, ἀλλὰ καὶ αὐτοὺς διακόνους καὶ τοιούτους οἵους τὰς ἐπιθυμίας ἐμπιμπλάναι, κατηγορήσας ἃ ἐβούλετο καὶ τὰς συμφορὰς ὀνειδίσας αὐτοῖς, εἶθʼ ὥσπερ τῶν πρώτων ἐπιλαθόμενος, μᾶλλον δὲ καὶ τῆς ὑποθέσεως ὅλης, ἐπέθηκεν ἐπὶ τελευτῆς ὥστʼ εἰ τοιοῦτοι ῥήτορες ἦσαν, οὔτε τῇ ἀληθινῇ ῥητορικῇ ἐχρῶντο, οὐ γὰρ ἂν ἐξέπεσον, οὔτε τῇ κολακικῇ. ἔχε δὴ πρὸς θεῶν. πῶς ἄν τις μᾶλλον ἁλοίη τἀναντία λέγων αὐτὸς αὑτῷ, ὅστις λέγων μὲν ὡς ἦσαν κόλακες καὶ τοῦτʼ ἀγωνιζόμενος, εἶτʼ αὐτὸς αὖ φησιν ὡς οὐκ ἐχρῶντο τῇ κολακικῇ, πάλιν δʼ ὧν ἀφῆκεν αὐτοὺς, ταῦτα κατηγορεῖ, καὶ διʼ ὧν μὲν ἐλέγχειν προὐθυμεῖτο, διὰ τούτων ἀφεῖναι ἠναγκάσθη, διὰ δʼ ὧν ἀφῆκεν οὓς ᾐτιάσατο τῆς κολακείας, διὰ τούτων ῥητορικὴν ὡς κολακείαν ἐλέγχειν ἀξιοῖ, καὶ ἅμα μέν φησιν ἐξ ἴσου τοῖς ἄλλοις εἶναι τούτους, ἅμα δʼ οὐ χρήσασθαι τῇ κολακείᾳ, τοῖς ἄλλοις

κολακείαν ἐγκαλῶν. καὶ μὴν εἰ μὲν τῆς τῶν διακόνων καὶ τῆς τῶν κολάκων ἐπωνυμίας εἰσὶ δίκαιοι τυγχάνειν, τί τοῦτο λέγεις, ὡς οὐκ ἐχρῶντο τῇ κολακικῇ; εἰ δʼ αὖ μηδὲν μετῆν αὐτοῖς τῆς κολακικῆς, πῶς μετὰ τῶν κολάκων αὐτοὺς τίθης; ὅρα μὴ οὐχ ὁμολογῇ ταῦτα ἀλλήλοις, ἀλλʼ ὡς ἀληθῶς ἔχῃ τὴν τοῦ Ἀμφίονος ἀνταποδοῦναι ῥῆσιν ὁ Καλλικλῆς, ὅτι ἄρα οὐ συμφωνεῖ Πλάτων αὐτὸς αὑτῷ κατὰ ταῦτά γε. καίτοι ποτέροις τῶν λόγων χρὴ πιστεῦσαι, πότερον τοῖς αἰτιωμένοις τοὺς ἄνδρας καὶ διαβάλλουσιν, ἢ τοῖς ἀφιεῖσιν; ἤρξατο μὲν γὰρ ὡς κατήγορος, ἔληξε δὲ ὡς ἄν τις μάρτυς ἥκων αὐτοῖς. καὶ μὴν εἰ μὲν ἔμελλε, τοῦτο γάρ ἐστιν ἤδη τὸ ἰσχυρότατον, κόλακας τρόπον τινʼ αὐτοὺς ἐκ τῶν αἰτιῶν δόξειν ἀποφαίνειν, κἀνταῦθα στήσεσθαι τοῦ λόγου, τάχʼ ἂν εἰ καὶ τὰ μὴ ὄντα

κατηγόρησεν, ἀλλʼ οὖν ἐδόκει γʼ ἄν τι προὔργου τῶν λόγων εἶναι· ὅτε δʼ εἰπὼν ἅπανθʼ ὅσʼ ἔχειν ἡγεῖτο κατʼ αὐτῶν, εἶθʼ ὥσπερ δικαστὴς ἑτέρου λέγοντος ἀκηκοὼς ἀφῆκε τῆς αἰτίας αὐτοὺς, τίς ἔσθʼ ἡ χρεία τῶν λόγων; ἢ πῶς οὐχ ἅμα τε ψευδῆ καὶ μάτην ἅπαντʼ εἴρηται; μὴ γὰρ μελλόντων φανεῖσθαι τοιούτων ὁποίους τινὰς αὐτοὺς ὄντας ἐβούλετο δεικνύναι, τί τηνάλλως ἔδει βλασφημεῖν; ὅπου γὰρ εἰ καὶ τὰ μάλιστα ἠλέγχοντο, ὑπέρ γε πάσης τῆς ῥητορικῆς λόγος κατελείπετο, ὡς οὐ τοιοῦτον εἴη, πῶς εἰκὸς ἔκ γε τῶν ἀφειμένων αὐτὴν δοκεῖν ἐλέγχεσθαι; τὸ δὲ δὴ λέγειν ὡς οὐδὲ τῇ ἀληθινῇ ῥητορικῇ ἐχρῶντο, οὐ γὰρ ἄν ποτʼ ἐξέπεσον, πῶς οὐχ ὑπερφυὲς ἤδη καὶ παρʼ ἐκεῖνον αὖ τὸν λόγον, ὃν μικρῷ πρόσθεν ἐδείκνυμεν αὐτῷ, ὡς οὐκ ἔστιν ὑπὲρ τῶν δικαίων λέγοντα πρὸς δῆμον σωθῆναι;

πάλιν δὲ μνημονεύσωμεν τῶν ῥημάτων καὶ παρʼ ἄλληλα θεασώμεθα ἅ τʼ ἐκεῖ λέγει καὶ ἅ φησιν ἐνταῦθα.

οὐ γὰρ ἔστιν ὅστις ἀνθρώπων σωθήσεται οὔθʼ ὑμῖν οὔτʼ ἄλλῳ πλήθει οὐδενὶ γνησίως ἐναντιούμενος καὶ διακωλύων πόλλʼ ἄδικα καὶ παράνομʼ ἐν τῇ πόλει γίγνεσθαι, ἀλλʼ ἀναγκαῖόν ἐστι τὸν τῷ ὄντι μαχούμενον ὑπὲρ τοῦ δικαίου, καὶ εἰ μέλλει ὀλίγον χρόνον σωθήσεσθαι, ἰδιωτεύειν, ἀλλὰ μὴ δημοσιεύειν. φέρε δὴ τί αὖ φησιν ἐνταῦθα; προστάτης γὰρ πόλεως οὐδʼ ἂν εἷς ποτὲ ἀδίκως ἀπόλοιτο ὑπʼ αὐτῆς ταύτης τῆς πόλεως ἧς προστατεῖ. ταῦτʼ, ὦ πρὸς Διὸς, πῶς τις εἶναι φῇ τῆς αὐτῆς γνώμης ἢ πρὸς τὸ αὐτὸ τελευτᾶν, ἅμα μὲν τὸν τῷ δικαίῳ βοηθοῦντα ἀναγκαίως ἔχειν ἀπολέσθαι ὑπὸ τῆς πόλεως ἧς προστατεῖ, ἅμα δʼ ἂν ἀπόληται, οὐκ ἄν ποτε τοῦτʼ ἀδίκως παθεῖν ὑπὸ τῆς πόλεως ἧς προστατεῖ; ποῦ ταῦτʼ ἐστὶν ἐοικότα, ἢ πῶς εἰς ταυτὸν τελεῖ; εἰ δὲ δὴ καὶ τὰ μάλιστα μήτε τῇ ἀληθινῇ ῥητορικῇ ἐχρῶντο μήτε τῇ κολακικῇ, δῶμεν γὰρ, κακῶς λέγειν αὐτοὺς οὐδʼ οὕτως οἶμαι προσῆκε. τί γὰρ μᾶλλον κόλακας καὶ φαύλους ὑποληπτέον αὐτοὺς, εἰ μὴ τῇ

ἀληθινῇ ῥητορικῇ ἐχρῶντο, ἢ σπουδαίους τε καὶ χρηστοὺς, ὅτι οὐκ ἐχρῶντο τῇ κολακικῇ; εἰ γὰρ μεταξὺ τούτων ἦσαν οἱ λόγοι καὶ αἱ προαιρέσεις αὐτῶν, οὐ κολάκων γε ἦσαν οὐδὲ φαύλων ἀνθρώπων. σὺ γοῦν αὐτὸς τὰ μεταξὺ τῶν ἀγαθῶν καὶ τῶν κακῶν οὐδὲν μᾶλλον κακὰ δή που καλεῖς. πῶς γὰρ ἂν καὶ αὐτὸ τοῦτʼ ἔτι λείποιτο αὐτοῖς τὸ μεταξὺ τούτων ἀμφοτέρων εἶναι, εἰ τοῖς γε ἑτέροις ἐνέχοιντο; ὥστε τί μᾶλλον ψέγειν αὐτοὺς ἢ ἐπαινεῖν προσῆκεν, εἰ μηδετέρου γε μετεῖχον, μήτε τοῦ καλοῦ μήτε τοῦ φαύλου; θαυμάζω δὲ τί ἄν ποτʼ ἐποίησεν, ἢ τίνος ἂν μετέδωκεν αὐτοῖς εὐφημίας, εἰ τὴν κολακείαν ἐλέγχειν ἔμελλεν, ὁπότʼ

αὐτοῦ τοῦ λόγου πρὸς τοῦτʼ ἐκφέροντος ὡς οὐχ οἷόν τε μετεῖναι τούτου τοῦ πράγματος αὐτοῖς, ὅμως οὐκ ὤκνησε τὰ μηδαμῆ συμβαίνοντα κατηγορεῖν. ἀλλὰ μὴν ὅτε γʼ αὐτὸς δύο ταῦτα διείλου, καὶ τὴν μὲν ἀληθινὴν προσεῖπες ῥητορικὴν, τὴν δὲ κολακικὴν, πῶς ῥητορικῆς καθάπαξ ὡς κολακείας κατηγορεῖς, καὶ ὅπου τοὺς ἄνδρας ἀφῆκας οὓς ᾐτιάσω, πῶς ἐλέγχεις ῥητορικὴν ἣν αὐτὸς καὶ χρηστὴν προσείρηκας; εἶεν. τίνι μὴν καὶ τὸ λοιπὸν ἐχρῶντο τῷ τύπῳ τῶν λόγων, ἢ τίνʼ ἐρητόρευον τρόπον; εἰ γὰρ μήθʼ ὡς ἄν τινες κηδόμενοι μήθʼ ὡς ἄν τινες χαριζόμενοι, ἄλλος γέ τις αὐτοῖς τρόπος κατελείπετο. εἰ γὰρ αὖ καὶ τρίτος τίς ἐστι παρὰ τούτους, οὐ σύ γʼ ἐμνήσθης αὐτοῦ, ἀλλὰ δύʼ εἶναι ταύτας παρασκευὰς διωρίσω, τὴν μὲν πρὸς ἡδονὴν ὁμιλεῖν, τὴν δὲ πρὸς τὸ βέλτιστον. ὥσθʼ ὅτε μήτε πρὸς ἡδονὴν ὡμίλουν μήτε πρὸς τὸ βέλτιστον, πρὸς τί λοιπὸν ὡμίλουν; ἢ πῶς οὐ τούς γε σοὺς ὅρους ἐκπεφεύγασιν, οὓς ἔστησας αὐτοῖς ὡς ἀφύκτως καὶ βεβαίως αἱρήσων; ἀλλὰ μή τις αὖ τῶν ἐκείνοις τοῖς ἀνδράσιν εὐμενῶν εἰς ὑμᾶς μᾶλλον τοῦθʼ ὑπολάβῃ τοὺς σοφοὺς, ὡς ἄρα παντὸς μᾶλλον οὔτε τῇ ἀληθινῇ ῥητορικῇ ἐχρήσασθε πρὸς τὸν δῆμον οὔτε τῇ κολακικῇ. τοῦτο γὰρ ἦν δήπουθεν ἐν

τῷ τὴν ἡσυχίαν ἄγειν. καίτοι ὅθʼ ὑμεῖς οὐδετέρᾳ τούτων φαίνεσθε κεχρημένοι, τί δεινὸν ἐκείνοις πεποίηται, εἰ καὶ δημηγοροῦντες μηδετέρᾳ τούτων ἐχρήσαντο; ἀλλʼ ἴσως ἀναγκαῖον ἦν τῇ γε ἑτέρᾳ χρήσασθαι, ἐπειδὴ ὅλως ἐφθέγγοντο καὶ οὐχ οἷόν τε ἀμφοτέρων αὐτοὺς ἐκπεσεῖν. ὅτι μὲν τοίνυν διακονεῖν ὥρμηντο Πλάτων εἴρηκε μόνος, ὡς δʼ οὐ τοιοῦτον τὸ ἐκείνων πρᾶγμα πάντες τε λέγουσι καὶ προσέτι αὐτὸς Πλάτων προσωμολόγηκεν, ὥσθʼ ἣν ἐπήνεγκε μόνος αἰτίαν, εἰ φαίνεται λύων αὐτὸς, λείπεται τὴν ἐξ

ἀρχῆς δόξαν κρατεῖν, ὡς ἀγαθοί τʼ ἦσαν πολῖται καὶ τὰ βέλτιστʼ ἐδημηγόρουν. ἐγὼ μὲν οὖν οὕτως ἂν μᾶλλον φαίην, ἢ ῥήτορας ὄντας αὐτοὺς μηδετέρᾳ χρήσασθαι τῇ ῥητορικῇ. σκοπῶ δὲ κἀκεῖνο, ὡς εἰ μέν ἐστιν ἡ ῥητορικὴ κολακεία, καθάπαξ δεῖ τῇ κολακείᾳ χρωμένους αὐτοὺς φαίνεσθαι, ἐπειδή γε ἦσαν ῥήτορες. ὥστε πῶς ἢ ʼκείνους ἀπολύει τῆς αἰτίας, ἢ ῥητορικὴν προσείρηκέ τινα ἀληθινήν; εἰ δʼ αὖ χρηστὸν ἢ σπουδαῖον ἡ ῥητορικὴ, δεῖ τοῦ βελτίστου δοκεῖν μέλειν αὐτοῖς. ὥστε πῶς ἢ ʼκείνους μὴ πρὸς τὸ βέλτιστον λέγειν αἰτιᾶται, ἢ τὴν ῥητορικὴν κολακείαν καλεῖ; εἰ δʼ αὖ διπλοῦν τι τὸ τῆς ῥητορικῆς ἐστι, καὶ τὸ μὲν αὐτοῦ κολακεία τε καὶ αἰσχρὰ δημηγορία, τὸ δʼ ἕτερον προστασία τοῦ δικαίου, ἀναγκαῖον ἐκείνοις τοῦ γʼ ἑτέρου μετεῖναι σαφῶς γε οὑτωσί. πῶς οὖν ἀμφοτέρων ἀποστερεῖς αὐτούς; καὶ μὴν εἴ γε καὶ δικαίως ἀποστερεῖς ἀμφοτέρων, τρίτη τις ἂν εἴη παρʼ ἀμφοτέρας ταύτας ῥητορικὴ πάλιν. ὥστʼ οὐδὲ διπλοῦν ἔτι τούτῳ τῷ λόγῳ τὸ τῆς ῥητορικῆς, οὐδʼ ἔδειξε δή που Πλάτων ἥτις ἔσθʼ ἡ τρίτη. καὶ μὴν εἰ μέσον τι τούτων ἐστὶ τοῦ τε πρὸς ἡδονὴν λέγειν καὶ τοῦ πρὸς τὸ βέλτιστον, οὐδʼ οὕτως ἐκείνους γε προσῆκεν ἀκούειν κακῶς. καὶ γὰρ εἰ μὴ τὰ βέλτιστα ἐδημηγόρουν, οὐκ ἐδημηγόρουν γε πρὸς ἡδονήν. οὐ τοίνυν μόνον ἐξ ὧν αὐτοὺς ἀφῆκε τῆς τοῦ κολακεύειν αἰτίας δείκνυται μάτην τὰς βλασφημίας τὰς κατʼ αὐτῶν πεποιημένος, ἀλλὰ καὶ ἐξ ὧν τὸν Ἀριστείδην ἐπῄνεσε λαμπρῶς οὕτως μετʼ

ἐκείνους. εἰ μὲν γὰρ μηδένα μηδαμῶς εἶχεν ἐπαινέσαι, μηδʼ ἦν εὑρεῖν ὅστις ῥήτωρ δίκαιος καὶ χρηστὸς γεγένηται, τάχʼ ἄν τις ἔφησεν ὡς ἐκ περιουσίας ἐπὶ τοῦθʼ ἧκε τὸ μέρος, τὸ ἐλέγχειν τοὺς ἄνδρας, ἵνα πανταχόθεν τὸν κατὰ τῆς ῥητορικῆς λόγον βεβαιώσηται· μέλλοντι δʼ ἐπαινέσεσθαι καὶ ὁντινοῦν τί κέρδος ἦν τούτους κακῶς εἰπεῖν; οὐ γὰρ

τίς ἄριστος τῶν πολιτευσαμένων προὔκειτο λέγειν, οὐδʼ εἰ βελτίων τούτων Ἀριστείδης, ἀλλʼ εἰ ἔνεστι τῇ ῥητορικῇ τὸ ὑπὲρ τοῦ δικαίου λέγειν. ὥσθʼ ὅτε καὶ ὁστισοῦν εὑρέθη τοιοῦτος, παραπλήσιον ἂν ἦν ὥσπερ ἂν εἰ καὶ τούτων ὁστισοῦν τοιοῦτος εὕρητο. τὸ δὲ δὴ καὶ ἄλλας γεγενῆσθαι φάσκοντα καὶ Ἀθήνησι καὶ ἑτέρωθι, καὶ νὴ Δία προσθέντα γε καὶ ἔσεσθαι, ὅμως εἰς τοσοῦτον φιλονεικίας πρὸς τούτους ἐλθεῖν τίνʼ ἔχει λόγον; ἐκεῖνο μὲν γὰρ ἦν ὑπὲρ τοῦ πράγματος δοκεῖν σπουδάζειν, τοῦτο δὲ ἰδίᾳ τινὰς κακῶς εἰπεῖν βεβουλῆσθαι. ὥστε δικαίως μὲν αὐτῶν ἐγκεκλημένων οὐδὲν πλέον εἰς τοὺς κατὰ τῆς ῥητορικῆς λόγους, ἀκηκοότων δʼ ἃ μὴ προσῆκε μάταιος ἐξ ἀμφοῖν ἡ βλασφημία. ἀλλʼ οἶμαι ἅμα μὲν τοῖς εἰρημένοις κατʼ ἐκείνων λόγοις αἰσχυνθεὶς, ἅμα δʼ ἡττηθεὶς τῆς ἀληθείας, οὐ κακῷ τὸ κακὸν, οὐ μὴν καλῶς γʼ ἰάσατο, μᾶλλον δʼ ἀγαθῷ τὸ κακὸν ἐξήλεγξε, τῷ γʼ Ἀριστείδῃ τὰ πρέποντʼ ἀποδούς. καίτοι εἰ μὲν μηδεὶς ῥήτωρ ἐπιεικὴς, τί τοῦτον κοσμεῖς; εἰ δʼ οὗτός γε σαφῶς δίκαιος, τί σοι πλέον τῆς ἐκείνων κακίας; οὐδὲ γὰρ ἂν ἐλέγχῃς, ὃ βούλει ποιεῖς. οὐδὲν γὰρ μᾶλλον ἡ ῥητορικὴ φαῦλον τοῖς ὅλοις. πόθεν οὖν εἰς ταῦθʼ ὑπήχθη; καὶ πῶς ταῦθʼ ἅμα τε καὶ ἐκεῖνα λέγων φαίνεται; ὅθεν ἐρώτημʼ ἐκεῖνο πότερόν σοι δοκοῦσι πρὸς τὸ βέλτιστον ἀεὶ λέγειν οἱ ῥήτορες, τούτου στοχαζόμενοι ὅπως οἱ πολῖται ὡς βέλτιστοι ἔσονται διὰ τοὺς αὐτῶν λόγους, ἢ καὶ οὗτοι πρὸς τὸ χαρίζεσθαι τοῖς πολίταις ὡρμημένοι καὶ ἕνεκα τοῦ ἰδίου τοῦ ἑαυτῶν ὀλιγωροῦντες τοῦ κοινοῦ ὥσπερ παισὶ προσομιλοῦσι τοῖς

δήμοις, χαρίζεσθαι αὐτοῖς πειρώμενοι μόνον, εἰ δέ γε βελτίους ἔσονται ἢ χείρους διὰ ταῦτα οὐδὲν φροντίζουσιν;

ἐχρῆν γὰρ αὐτὸν εἰ τὰ μάλιστʼ ἐβούλετο τὴν ῥητορικὴν κακῶς λέγειν, τό γʼ ἐρώτημα φυγεῖν, διπλοῦν ὂν τῷ μέλλοντι ὑπολήψεσθαι, καὶ καθάπερ τὰ παραδείγματα ἁπλῶς οὑτωσὶ περαίνειν· λέγω τὸ τοῦ κυβερνήτου καὶ τοῦ μηχανοποιοῦ καὶ τἄλλα. νῦν δʼ οὔτʼ ἐκ τῶν ἑτέρων ἀναγκαίας οὔσης τῆς ἀποκρίσεως οὔτε κατʼ ἀμφότερα ἁλωσίμου, σχίζει τὴν ὑπόθεσιν καὶ δίδωσι τὰ δεύτερα τῷ Καλλικλεῖ ἀμέλει καὶ λέγει οὐχ ἁπλοῦν ἔτι τοῦτʼ ἐρωτᾷς. εἰσὶ μὲν γὰρ οἳ κηδόμενοι τῶν πολιτῶν λέγουσιν ἃ λέγουσιν, εἰσὶ δὲ καὶ οἵους σὺ λέγεις. νὴ Δίʼ, εἴποι τις ἂν, αὐτὸ γὰρ τοῦτο προθυμεῖ, τὸ δεῖξαι καὶ διελέσθαι διττὸν εἶναι τὴν ῥητορικὴν, τὴν μὲν ὑπὲρ τοῦ βελτίστου, τὴν δὲ πρὸς ἡδονήν. ἐγὼ δʼ εἰ μέν ἐστι διπλοῦν ἡ ῥητορικὴ ἢ μὴ τότε δεῖν οἰήσομαι ζητεῖν, ὅταν καὶ τὴν φιλοσοφίαν εἰ διπλοῦν ἐστιν ἐπισκοπώμεθα καὶ τήν γε ἰατρικὴν καὶ τὴν κυβερνητικὴν, διὰ τοὺς ἐφʼ ἑκάστῃ τῶν ἐπιστημῶν τοῦ δέοντος ἁμαρτάνοντας. πολλὰ δʼ ἂν φαίην, πρῶτον μὲν ὅτι οὐχ οὕτως ἐλέγετο ἐν τοῖς λόγοις τοῖς πρὸς Πῶλον, ἀλλʼ ἁπλῶς οὑτωσὶ πολιτικῆς μορίου εἴδωλον ἤκουεν ἡ ῥητορική· ἔπειθʼ ὅτι εἰ τὰ μάλιστα διπλοῦν ὑπελάμβανε τὴν ῥητορικὴν, οὐκ ἐν οἷς γε λόγοις κακῶς αὐτὴν λέγειν προῄρητο, ἐν τούτοις προσῆκεν ἐπαινοῦντα φαίνεσθαι, οὐδʼ ἐξ ὧν ἤλεγχεν ἀφιέναι. χωρὶς γάρ ἐστι διπλοῦν εἶναι φάσκειν καὶ πειρώμενον καθάπαξ φαῦλον ὂν δεῖξαι μὴ δύνασθαι. πῶς γὰρ οὐκ ἄτοπον, εἰ μὲν ἤλεγξεν ὡς ἔστι κολακεία τοῦτʼ ἂν ἰσχυρὸν μένειν, ἐπεὶ δʼ οὐδαμοῦ τοῦτο διδάξαι δεδύνηται, καταφεύγειν εἰς τὸ διπλοῦν εἶναι λέγειν; τὸ δὲ δὴ πάντων μέγιστον, εἰ γὰρ ᾤετο χρῆναι τοὺς μὲν ἐπαινεῖν τῶν ῥητόρων, τοὺς δὲ κακῶς λέγειν, τί δή ποθʼ ὁ Σωκράτης, αὐτὰ δὴ ταῦθʼ ὑπολαβὼν ἐξαρκεῖ·