Orationes 46
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
δὲ ἢ σὺ καὶ θᾶττον ἢ σὺ, καὶ πλεύσας οὐκ ἴσα· καὶ πρός γε οὐ περιεργασάμενος, ὥσπερ σὺ καθήμενος ἐν Σικελίᾳ παρὰ τῷ Κύκλωπι. ἀλλʼ ὦ πάντων θαυμάσιε Πλάτων, μὴ διʼ ἀμφοῖν ὤθει, καὶ ταῦτʼ οὐ διὰ τῶν φίλων ἑνὸς καὶ τῶν ἐχθρῶν, ἀλλὰ διὰ σαυτοῦ τε καὶ τούτων, οὓς φίλους εἰκὸς ἦν μᾶλλον ἡγεῖσθαι, εἰ δὲ μὴ, σκόπει μὴ ὅ τι ἐγκαλέσεις, ἀλλʼ ὅ τι ἀπολογήσει πρότερον· τοσαῦτʼ ἐστὶ καὶ τὰ σά. καίτοι σὺ καὶ τῶν διθυραμβοποιῶν ἀξιοῖς καταγελᾶν ὡς πρὸς τὴν ἡδονὴν καὶ τὸ χαρίζεσθαι μόνον ὡρμημένων. φαίνεται δὲ Φιλόξενον μὲν τὸν Κυθήριον οὐ δυνηθεὶς αὖθις ὑφʼ αὑτῷ λαβεῖν Διονύσιος, ἀλλʼ οἰμώζειν ἐκεῖνος ἐλευθέρως γράφων αὐτῷ, σοῦ δέ γε δεύτερον καὶ τρὶς ἐγκρατὴς γενόμενος μετὰ τὰς πρώτας ἐκείνας διατριβάς. φήσεις καλὴν εἶναί σοι τὴν πρόφασιν· ὑπὲρ γὰρ τῶν Δίωνος πραγμάτων ἅπαντα ταῦτα ποιεῖν καὶ λέγειν· καλῶς γε σὺ καὶ λέγων καὶ ποιῶν. σκόπει δὴ καὶ τὴν ἡμετέραν πρόφασιν, κἂν εὕρῃς ἀτιμοτέραν, ἢ μικρῶν ἕνεκα ἡμᾶς πολυπραγμονήσαντας, στίξον λαβὼν καὶ γενοῦ Διονύσιος ἀντὶ Πλάτωνος εἰς ἡμᾶς. εἰ δʼ ὥσπερ σὺ Δίωνος χάριν καὶ τῆς ἐκείνου ξενίας καὶ ἑταιρίας ἅπαντα ταῦθʼ ὑπέμεινας, οὕτως ἡμεῖς ὑπὲρ τῆς ἑστίας τῆς κοινῆς πατρίδος καὶ ὑπὲρ τῶν κοινῶν σπονδῶν καὶ δικαίων οἱ μὲν
τῆς πόλεως, οἱ δὲ καὶ τῶν Ἑλλήνων, ὁτιοῦν καὶ λέγειν καὶ πράττειν καὶ πάσχειν ὑπέστημεν, αἰσχυνθέντες μὲν ἁπάσας τὰς τοῦ Διὸς ἐπωνυμίας, αἰσχυνθέντες δὲ τὰς τῶν ἄλλων ἁπάντων θεῶν ἐπωνυμίας τε καὶ τιμὰς, ἔτι δʼἥρωας καὶ προγόνους τοὺς κοινοὺς, καὶ τὴν τοῦ παρελθόντος χρόνου μνείαν καὶ τὸν τοῦ μέλλοντος αἰῶνος λόγον, καὶ πάνθʼ ὅσαπερ μέγιστα νομίζεται παρὰ πᾶσι καὶ Ἕλλησι καὶ βαρβάροις, εἰ δέ τι καὶ παρὰ γνώμην ἐκ τούτων ἀπήντησε, τί τὰ μὴ σὰ κατηγορεῖς; καὶ μὴν εἰ δεῖ καὶ τοῦτο προσθεῖναι, ἡμεῖς μὲν εἴ τι καὶ προσεπταίσαμεν, ἀλλʼ οὖν πράξαντές γε ὑπὲρ ὧν ἐσπουδάζομεν οὕτω προσεπταίσαμεν, σὺ δʼ εὐθὺς ἐξ ἀρχῆς. οὐκοῦν εἰ μὲν τὸ χρήσασθαί τισι δυσκόλοις ὄνειδός ἐστι τῷ συμβούλῳ καὶ μέμψις, οὐδὲν ἐλάττοσιν ἡμῶν κέχρησαι. καὶ πρόσεστι τὸ μηδὲν ὧν ἐβούλου κατορθῶσαι. εἰ δʼ αὐτὴν ἐφʼ αὑτῆς δεῖ τὴν προαίρεσιν ἐξετάζειν, ἀναίτιον μὲν τὸ σὸν εἰκότως, ἀναίτιον δʼ ἐκ τῶν αὐτῶν καὶ τὸ ἡμέτερον. καὶ πρόσεστι τὸ κρατῆσαι τῶν πραγμάτων καὶ τὸ μείζω ταῦτʼ εἶναι τῶν θʼ ὑπὸ σοῦ σπουδαζομένων ὧν τʼ αὐτοὶ προσεκρούσαμεν. σὺ μὲν τοίνυν ἐλέγχειν ἡμᾶς ἀξιῶν καὶ κατὰ σαυτοῦ λέγεις, ἡμεῖς δʼ ὑπὲρ ἡμῶν αὐτῶν λέγοντες καὶ τὸ σὸν θεραπεύομεν. μᾶλλον δὲ τῆς μὲν σῆς ἀπολογίας καὶ ἡμεῖς μετέσχομεν, σοὶ δʼ οὐχ ὅσον ἡμῖν ὑπάρχει. ὥστʼ εἰ μὲν ἡμῶν τις φείσεται, ἄδηλον εἰ καὶ σοῦ· εἰ δὲ σοῦ τις καταγνοίη, τάχʼ ἂν ἡμῖν γε συγγνοίη· εἰ δʼ αὖ μηδʼ ἡμῶν φείσεται, σοῦ γε σχολῇ. οὕτω τὸ νικᾶν ἡμᾶς ὑπὲρ σοῦ γίγνεται. πρὸς ταῦτα σκόπει μὴ τοὐμὸν, ἀλλὰ καὶ τὸ
σὸν, Τεῦκρος ἔφη τινὶ, καὶ μὴ βούλου πάντα ἀκριβῶς ἐξετάζειν, μηδὲ τριῶν ὄντων εἰς ἅ τις ἂν βλέψειε, τῆς γνώμης, τῶν ἔργων, τῆς τύχης, ἀφεὶς τὼ δύο, τοῦ τρίτου λαμβάνου, καὶ ταῦτα καὶ τούτου τοῦ πλείστου μέρους μεθʼ ἡμῶν ὄντος. εἰ γὰρ ἡμᾶς ἔδει ταῦτα προειδότας ἐξ ἀρχῆς ἐξεπίτηδες ὑπὲρ τῆς Ἑλλάδος ἡμᾶς αὐτοὺς ἐπιδοῦναι, οὐκ ἂν ὠκνήσαμεν οὐδὲ ἡττήθημεν τοῦ Κόδρουτοσοῦτον, καὶ σύ γʼ ἂν οἶμαι ταῦτα συνεβούλευσας. ἐπεὶ φέρε πρὸς φιλίου, πότερʼ ἂν μᾶλλον ἐβουλήθης, μήτε τὰ πραχθέντα διʼ ἡμῶν πεπρᾶχθαι τῇ πόλει μήτʼ εἰς ἡμᾶς μηδένα τῶν πολιτῶν ἐξαμαρτεῖν—οὐκοῦν ἕτεροι καὶ εἰς ἡμᾶς καὶ εἰς ἐκείνους ἔμελλον—ἢ κείνων γʼ ἕνεκα ὥστε πραχθῆναι, καὶ ταῦτʼ εἰ δέοι συμβῆναι; ἐγὼ μὲν οἶμαι ταῦτα. οὐκοῦν ὅτʼ ἀμφότερʼ ἂν φαίης ἐθέλειν μᾶλλον ἢ μηδέτερα ὁμολογεῖς, καὶ τοῖς πεπολιτευμένοις ἡμῖν ἅπαντα ἃ προσήκει προσεῖναι καὶ μειζόνως τὰ πρὸς εὐδοξίαν τῇ πόλει τῆς αἰτίας εἶναι. πῶς οὖν οὐ δίκαιος ἦσθα μᾶλλον ἐπαινεῖν ἢ ψέγειν; εἰ γὰρ αὐτοῖς τοῖς ἡμαρτηκόσιν εἰς ἡμᾶς τὰ καλῶς βουλευθέντα καὶ πραχθέντα πλείονός ἐστι λόγου, καί τις ἂν οὐκ ἀλόγως ταῦτα ἐκείνοις παρείη, πῶς οὐχ ἡμᾶς γε δίκαιον ἀφεῖσθαι πάσης αἰτίας, οἷς τῶν μὲν ἐγκλημάτων οὐδʼ ὁτιοῦν δή που μέτεστι, τῶν δὲ εἰς ἔπαινον ἡκόντων, ἂν τἀληθῆ λέγειν ἐθέλῃς, τὸ πλεῖστον; ἡμεῖς τοίνυν πόλλʼ ἂν ἔχοντες ἡμᾶς αὐτοὺς σεμνῦναι παραλείπομεν. ἀλλʼ ἵνα εἰδῇς ὅσον ἡμῖν ἐπιεικείας περίεστι καὶ ὅσον πανταχῆ τοῦ πλεονεκτεῖν ἐθέλειν ἀπέχομεν, ἔστω τὸ πᾶν κοινὸν, ἀφαίρει πάσας, εἰ βούλει, τὰς ἄνω προσθήκας, ἐπὶ τοῖς ἴσοις καταλυώμεθα—πάντως δʼ οὐκ ἄπειροι συνθηκῶν ἡμεῖς—μήτε σὺ μέμνησο πρὸς ἡμᾶς
περὶ συμφορῶν οὔθʼ ἡμεῖς πρὸς σὲ τούτῳ χρησόμεθα. ὡς οὐκ ἔστι μέσον οὐδὲν, ἀλλʼ ἢ καὶ ἡμᾶς μετὰ σοῦ τούτοις ἑαλωκέναι δεῖ ἢ καὶ σὲ καὶ ἡμᾶς ἀθώους ἀφιέναι καὶ ἀποχρῆν ἅ τινες τῶν ἄλλων ἐξήμαρτον εἰς ἡμᾶς.” ταῦτʼ εἰπόντας ἂν αὐτοὺς οἶμαι ῥᾳδίως πάλιν πορεύεσθαι παρὰ τοὺς πλείονας, εἰ δὴ δεῖ κἀκείνους μετὰ τῶν πλειόνων κεῖσθαι δοκεῖν ὥσπερ ἔγωγε οὐκ οἶμαι. ἐγὼ μὲν οὖν ἥδιστʼ ἂν ἀμφοτέρων ἀποψηφιζοίμην· εἰ δέ τις ἄλλως γιγνώσκει, θρασυκάρδιον ἄν τινα αὐτὸν φαῖεν οἱ ποιηταί. φέρε δὴ καὶ τὰ παραδείγματα αὐτοῦ σκεψώμεθα.οὐκοῦν οἵ γε ἀγαθοὶ φησὶν ἡνίοχοι κατʼ ἀρχὰς μὲν οὐκ ἐκπίπτουσι τῶν ζευγῶν, ἐπειδὰν δὲ θεραπεύσωσι τοὺς ἵππους καὶ αὐτοὶ γένωνται ἀμείνους ἡνίοχοι, τότʼ ἐκπίπτουσι. καὶ ἔτʼ ἄνω που τῶν εἰς τὸν Περικλέα ὄνων γοῦν φησὶν ἐπιμελητὴς καὶ ἵππων καὶ βοῶν τοιοῦτος ὢν κακὸς ἂν ἐδόκει εἶναι, εἰ παραλαβὼν μὴ λακτίζοντας αὐτὸν μηδὲ κυρίττοντας μηδὲ δάκνοντας ἀπέδειξε ταῦτα ποιοῦντας διʼ ἀγριότητα. ἀλλʼ ὄνους μὲν ὦ τᾶν καὶ ἵππους καὶ βοῦς τοὺς αὐτοὺς ἑκάστους λέγεις, Ἀθηναίων δὲ τῶν αὐτῶν ἅπαντες οἶμαι προὔστησαν, οἷον δὴ λέγω, Σόλων καὶ Κλεισθένης καὶ Μιλτιάδης καὶ Περικλῆς καὶ ὅστις ἕκαστος. ἀλλʼ ἡ μὲν πόλις μία καὶ ἡ προσηγορία, οἱ δʼ ἄνδρες ἄλλοι καὶ ἄλλοι παρὰ τοὺς χρόνους. τί οὖν θαυμαστὸν τοὺς μὲν πρᾳοτέροις καὶ ῥᾴοσι χρησαμένους τυχεῖν, τοὺς δʼ αὖ τραχυτέροις καὶ θυμοειδέσι μᾶλλον, ὥσπερ καὶ ἄλλα μυρία δή που μεταβάλλει κατὰ τοὺς χρόνους.
οὔκουν οὐδὲ τοὺς ἐκ τῆς γῆς καρποὺς παραπλησίους καθʼ ἕκαστον ἐνιαυτὸν κομιζόμεθα, οὔτε τὸ πλῆθος οὔτε τὴν ἀρετὴν λέγω. ἀλλʼ ἔτους ἰσχὺς οὐκ ἔλαττον ἢ χώρας εἶναι δοκεῖ. ὥστʼ εἰ τὸν ἔμπροσθεν χρόνον εὐκολώτεροι τὰς φύσεις ὄντες κατʼ ἐκείνους ἤδη χαλεποὶ κατέχειν ἦσαν, οὐκ ἔξω τῆς ὅλης φύσεως τὸ πάθημʼ ἂν εἴη, ὥσπερ γε καὶ προϊόντος οἶμαι τοῦ χρόνου τὸ φρόνημʼ ἂν ἦσαν κατὰ συμφοράς. ἔτι τοίνυν οὐδʼ ἡνίοχοι τοὺς ἵππους οὕτω διαφθείρουσιν, ἂν τοὺς μὲν παιδεύωσι, τοὺς δὲ μὴ δυνηθῶσιν αὐτῶν, ἀλλʼ ἐὰν οὓς πρότερον χρηστοὺς καὶ ἀναμαρτήτους εἶχον, τούτους χείρους ἀποφήνωσι· Μιλτιάδης δὲ καὶ οἱ εἰς ἐκεῖνον οὐ τοὺς αὐτοὺς εἶχον διὰ τέλους, ἀλλʼ οἱ μὲν ἐπεγίγνοντο δήπουθεν, οἱ δὲ ἀπεγίγνοντο, οἱ δὲ καὶ ἀπεφοίτων παρʼ αὐτῶν. πῶς οὖν πρὸς τοὺς ἡνιόχους εἰσὶ κρίνεσθαι δίκαιοι, ἢ πῶς ὡς τῶν αὐτῶν ἵππων μενόντων αὐτοῖς οὕτω δεῖ διδόναι τὸν λόγον; ὥσπερ ἂν εἴ τις τοὺς Μολιονίδας ἠξίου καὶ τῶνΔιομήδους τοῦ Θρᾳκὸς οὕτως ἄρχειν, ὥσπερ ὧν εἶχον ἐξ ἀρχῆς. καὶ μὴν οἱ μὲν ἡνίοχοι καθʼ αὑτοὺς ἕκαστοι τῶν ζευγῶν ἄρχουσι καὶ οὐδεὶς παραλυπεῖ, τὸ δʼ αὐτὸ τοῦτο λέγω καὶ περὶ τῶν ἐπὶ τοῖς ὄνοις τε καὶ βουσίν· ὥστʼ εἴ τι πλημμελοῖτο, βέβαιον τὴν αἰτίαν ἔχοιεν ἂν εἰκότως. ἀλλʼ οὐ Περικλῆς γε καὶ Θεμιστοκλῆς, οὐδʼ ἐκείνων τῶν ἀνδρῶν οὐδεὶς καθʼ αὑτὸν Ἀθηναίων ἦρξεν, οὐδὲ τοῦ τι πράττειν ἐναντίον ἐγχειρήσαντος ἀπηλλαγμένος, ἀλλὰ καὶ
ἕτεροι πολλοὶ δή που μετʼ αὐτῶν ἔπραττον τὰ πολιτικὰ, οὔτε φύσεις τὰς αὐτὰς οὔτε γνώμας ἔχοντες, ὥστʼ ἔτι μᾶλλον τούτοις ἢ ʼκείνοις ἄξιον προστιθέναι τὰ ἁμαρτήματα. ἐγὼ μὲν γὰρ τοσούτῳ μᾶλλον ἂν φαίην ἐκείνοις, ὅσῳπερ εἰς τούτους ἦν τὰ ἁμαρτανόμενα. ὡς δʼ ἁπλῶς εἰπεῖν ποῦ δίκαιον μόνους ἀπαιτεῖν εὐθύνας τοὺς οὐ μόνους τῶν πραγμάτων αἰτίους; οὔκουν τούς γʼ ἡνιόχους αἰτιώμεθα τοὺς ἐξ ἀρχῆς, ἂν ἕτερος τοὺς αὐτοὺς ἵππους παραλαβὼν κακίους ἀποδείξῃ· ἀλλὰ καὶ ἡνίοχοι καὶ διδάσκαλοι μειζόνως εὐδοκιμοῦσιν, ὅταν τῶν αὐτῶν ἕτεροι κύριοι καθεστῶτες μὴ τῶν ἴσων ἄξιοι γένωνται. καὶ νὴ Δίʼ ἄν γε καὶ κατὰ τοὺς αὐτοὺς χρόνους [οἷον τῆς αὐτῆς ἡμέρας] ἕτερος παραλαβὼν τὸ ἅρμα ἀναβαίνῃ, οὐκέτι τοῦ παντὸς ὑπεύθυνος ὁ χρηστὸς ἡνίοχος οὐδʼ ὁ ἔνδοξος, ἀλλʼ ἐὰν καθάπαξ πρὸς αὐτὸν ἡ ἐπιμέλεια καταστῇ, οὕτω καὶ ταῦτα κρίνεται, τῶν δὲ ἑτέρου κακῶν οὐδεὶς κληρονομεῖ. ἀλλὰ καὶ τοῦτʼ αὐτὸ φαῦλόν ἐστι κατηγόρημα, ὅτι τὸν βελτίω καὶ τὸν οὐ καθʼ αὑτοὺς οὐκ εἴων χρῆσθαι τῇ τέχνῃ, ἀλλʼ ὑπεσκέλιζον ὥσπερ οἱ τοὺς ἐν τοῖς δρόμοις. οὕτω τοίνυν καὶ περὶ τῆς ἐκείνων πολιτείας, ἕως ἂν μὴ δείξῃς ὅτι βασιλευόντων τῶν φιλοσόφων καὶ μόνων ἐφεστηκότων τοῖς πράγμασι ταῦθʼ ἡμαρτήθη—λέγω τοῦ Μιλτιάδου, τοῦ Θεμιστοκλέους, τοῦ Περικλέους, τοῦΚίμωνος—μηδαμῶς τήν γε φιλοσοφίαν αὐτὴν αἰτιῶ. ἀλλʼ εἰ μὲν αὐτοὺς καθʼ αὑτοὺς ἐλέγχειν οἷός τʼ εἶ, χρῶ τούτῳ καὶ δείκνυ θἀμαρτήματα· εἰ δὲ μὴ, τῶν ὄνων μᾶλλον ἢ τῶν ἐπιστατῶν κατηγορεῖς. εἰ μὲν γὰρ οὐκ ἦν ἁμαρτήματα, πρὶν ἐκείνους Ἀθήνησι πολιτεύεσθαι, ἀλλὰ
ταῦτα πάντα ἀπὸ Μιλτιάδου καὶ Θεμιστοκλέους κἀπʼ ἐκείνων ἤρξατο, ἄλλος ἂν εἴη λόγος· οὐδʼ εἴ τινες ἄλλοι κατὰ ταυτὸν ἐκείνοις ἐπολιτεύοντο εἴποιμι ἂν, ἀλλὰ δίδωμι πάντων ἐκείνους μόνους ὑπευθύνους εἶναι. εἰ δὲ εἰκὸς ἦν τι καὶ ἄλλο ἡμαρτῆσθαι πρότερον, τί ταῦτα τοὺς Λάκωνας αἰτιώμεθα; προσπαίζειν γὰρ ἔξεστι δή που σέ γε, ἐπεὶ καὶ αὐτὸ τοῦτο τὸ τῶν συμφορῶν ὅτι μὲν παλαιόν ἐστι καὶ ὡς σύ που φῂς ἀπὸ Θησέως ἀρξάμενον, ἴσως δὲ καὶ ἔτʼ ἄνωθεν, καὶ οὐχ οὗτοι πρῶτοι προσέπταισαν ἐάσω. καίτοι ὁ Θησεὺς φυγών τε καὶ διαφθαρεὶς ἐν τῇ Σκύρῳ τελευτῶν οὐκ ἄτιμος ἔμεινε παρὰ τῷ θεῷ, ἀλλʼ ἐπέταξεν Ἀθηναίοις μετενεγκεῖν αὐτοῦ τὰ ὀστᾶ, πολλοῖς ὕστερον χρόνοις, ὥς φασιν. ἀλλʼ ὅμως ἐάσω ταῦτα. ἀλλʼ οἴχεταί σοι διαφθαρεὶς ὁ λόγος περὶ αὐτῶν. οἷς γὰρ ἁπάντων ταυτὰ κατηγόρηκας, τούτοις ὃ δοκεῖς ἰσχυρὸν ἔχειν ἀνῄρηκας. διὰ τί; ὅτι Μιλτιάδου μὲν ἴσως ἂν εἴη τι τοῦτο κατηγόρημα, Θεμιστοκλέους δὲ οὐκ ἂν ἔτι· εἰ δέ τοι καὶ Μιλτιάδου καὶ Θεμιστοκλέους, ἀλλʼ οὐ Κίμωνός γε· εἰ δὲ καὶ Μιλτιάδου καὶ Θεμιστοκλέους καὶ Κίμωνος, ἀλλʼ οὐ δή τοι καὶ Περικλέους, ἀλλὰ τούτου καὶ πάντων ἥκιστα. Θεμιστοκλῆς μὲν γὰρ αὐτοὺς παρὰ Μιλτιάδου παρέλαβε κυρίττοντας, Κίμων δὲ παρὰ Μιλτιάδου καὶ Θεμιστοκλέους, Περικλῆς δὲ παρὰ Μιλτιάδου καὶ Θεμιστοκλέους καὶΚίμωνος. οὕτω πάντων ἥκιστα ὅ γε Περικλῆς ὑπεύθυνος ἦν, ὃν σὺ μάλιστα πάντων ᾐτιάσω καὶ τοῖς κακοῖς ἐπιμεληταῖς τῶν ὄνων τε καὶ βοῶν ἰδίᾳ τῶν ἄλλων εἴκασας.
ἐνθυμηθῶμεν τοίνυν καὶ περὶ ὧν ἀρτίως ἐλέγομεν, τῆς πρὸς τὸν Διονύσιον αὐτοῦ Πλάτωνος ὁμιλίας. εἰ γὰρ αὕτη μία ἐστὶ καὶ ἀληθὴς καὶ δικαία καὶ ἀποχρῶσα μόνη πασῶν ἀπολογία καὶ παραίτησις ὑπὲρ Πλάτωνος, περὶ ὧν ὁ τύραννος ἐπλημμέλει, καὶ συνὼν ἐκείνῳ καὶ πάλιν καθʼ αὑτὸν γενόμενος, ὅτι καὶ πρὶν ἰδεῖν Πλάτωνα καὶ τῶν ἐκείνου λόγων ἀκοῦσαι πολλὰ καὶ παντοῖα ἐδεδράκει, τί κωλύει καὶ ὑπὲρ ἐκείνων τὸ μὲν ἐξ ἴσου τὰ τοῦ δήμου τοῖς τῶν τυράννων εἶναι, μὴ λέγειν, ἀλλὰ καὶ τὰ πρὸ τῆς ἐκείνων πολιτείας ἐλάττω τῶν ὑπὸ τῶν τυράννων ἐξ ἀρχῆς ἡμαρτημένων εἶναι, καὶ τὰ παρʼ αὐτὴν τὴν πολιτείαν μὴ τῆς ἴσης ἄξια μέμψεως, ὅσησπερ τὰ τοῖς τυράννοις, ἀφʼ οὗ Πλάτωνα προσίεντο· αὐτὸ δὲ τοῦτʼ ἐξεῖναι κοινὸν εἰπεῖν, ὅτι καὶ πρὶν ἐκείνους ἐγχειρεῖν λέγειν, ἦν Ἀθήνησιν ἁμαρτήματα, εἰ δʼ ἐλάττω τῶν Διονυσίου, οὐδὲ τὰ ὕστερον δή που τοῖς ἐκείνου παραπλήσια, ἀλλʼ εἰς ὅσον εἰκὸς ἁμαρτεῖν ὄντας ἀνθρώπους. φέρε δὴ καὶ περὶ τῶν συμβεβηκότων αὐτῶν τοῖς ἀνδράσι σκεψώμεθα καὶ διέλθωμεν. οὐ γὰρ ἁπάντων ὁ δῆμος οὑτωσὶ κατεψηφίσατο, οὐδʼ ἀπὸ κοινοῦ δόγματος ταῦτʼ ἔπαθον, ἀρχὴν δὲ οὐδὲ ταὐτὰ πάντες. πόθεν; ἀλλὰ Θεμιστοκλῆς μὲν καὶ Κίμων ἐξωστρακίσθησαν. τοῦτο δʼ ἦν οὐ μῖσος οὐδʼ ἀλλοτρίωσις τοῦ δήμου πρὸς αὐτοὺς, ἀλλʼ ἦν νόμος αὐτοῖς περὶ ταῦτα, ἔχων μὲν ὁπωσδήποτε—ἐῶ γὰρ εἰ μὴ σφόδρʼ ἄν τις ἐπαινέσαι τὸν νόμον—τὸ δʼ οὖν ἁμάρτημα οὐκ ἀπαραίτητον αὐτῶν, ἀλλʼ ἔχον ὡς ἐν τούτοις εὐπρέπειαν, νόμῳ γὰρ, ὥσπερ εἶπον, ἐγίγνετο. ἦν δʼ οὗτος ὁ νόμος·
ἐκόλουον τοὺς ὑπερέχοντας μεθιστάντες ἔτη δέκα, ἄλλο δʼ οὐδὲν ἔγκλημα προσῆν, οὐδʼ ὡς ἐπʼ ἐλέγχῳ πραγμάτων ὀργή. καίτοι πῶς οὐ δεινὸν, εἰ οὓς οὐδʼ αὐτοὶ οἱ μεθιστάντες εἶχον αἰτιάσασθαι, τούτους αἰτιασόμεθʼ ἡμεῖς διὰ τοὺς μεταστήσαντας; ὥσπερ οἱ βέβαιον μὲν οὐδʼὁτιοῦν ἐπιστάμενοι, ἀκοὴν δέ τινα κατηγοροῦντες, καὶ ταῦτʼ οὐδʼ αὐτὴν σαφῆ τὴν ἀκοήν. ἀλλʼ ἐκεῖσε ἐπάνειμι, ὅτι ὑπὲρ τοῦ τὰ φρονήματα ἐπισχεῖν τοῦτο τὸ εἶδος τῆς φυγῆς ἐνόμισαν. οὐκοῦν τούτῳ μεγίστῳ δῆλόν ἐστιν ὅσον κολακείας οἱ ἄνδρες ἀπεῖχον, οὕς γε ὅπως ὑφεῖντο τοῦ φρονήματος, διὰ τοῦτο μεθίστασαν, οὐδενὸς ἄλλου τῶν πάντων ἕνεκα. ὥστε τοῦτό γε οὐ κατʼ αὐτῶν, ἀλλʼ ὑπὲρ αὐτῶν ἔλαθες εἰρηκὼς, ὡς δεινὸς σὺ τηρεῖν τὰ λεγόμενα καὶ τοὺς ἄλλους ἐλέγχειν. δοκοῦσι γάρ μοι τὰς συμφορὰς ἐνθυμούμενοι τὰς ἐπὶ τῶν Πεισιστρατιδῶν γενομένας ἑαυτοῖς μηδένα βούλεσθαι μεῖζον ἐᾶν τῶν πολλῶν φρονεῖν, ἀλλʼ ἐξ ἴσου εἰς δύναμιν εἶναι. δίκαια ἄρα ἐποίουν ἐλαύνοντες Κίμωνα καὶ Θεμιστοκλέα; οὐ λέγω ταῦτα. ἀλλʼ οὐδʼ ἀναίσχυντά γε παντελῶς, ἀλλὰ καὶ αὐτοῖς ἔχοντα παραίτησιν κἀκείνοις οὐκ ἀσχήμονα τὴν συμφοράν. εἰ δʼ οὖν καὶ τοῖς δεδρακόσιν οὐκ ἀποχρῶσα ἡ πρόφασις, τοῖς γε πεπονθόσιν ἐξαρκεῖ τοῦτʼ αὐτὸ δή που μὴ φαύλοις νομίζεσθαι, ἢ μείζω γʼ ἡμεῖς τῶν ἐκβαλόντων ἀδικήσαιμεν ἄν. εἰ γὰρ ἐκεῖνοι μὲν τοῦτό γʼ αὑτοῖς συνεχώρησαν καὶ παρεῖσαν τὸ μηδʼ ὁτιοῦν ἀδικεῖν τὴν πόλιν, ἡμεῖς δὲ καὶ τοῦτʼ ἀφαιρησόμεθα καὶ τῇ δυστυχίᾳ τὴν βλασφημίαν προσθήσομεν, πῶς οὐ χαλεπώτεροι τῆς φυγῆς αὐτοῖς
ἐσόμεθα, ἢ πῶς οὐ μείζω τῶν ἐξ ἀρχῆς εἰς αὐτοὺς ἁμαρτανόντων ἀδικήσομεν; οὕτω τοίνυν καὶ διὰ ταῦτα μεταστήσαντες Κίμωνα μὲν καὶ οὕτω κατήγαγον ἐντὸς τοῦ χρόνου τοῦ νενομισμένου, Θεμιστοκλέα δὲ ἐκωλύθησαν ἐμοὶ δοκεῖν ὑπὸ Λακεδαιμονίων. συμβάντων γὰρ τῶν περὶ τὸν Παυσανίαν, ἅμα μὲν εἰς ἀθυμίαν ἐμπεσόντες καὶ βουλόμενοι συνεπισπᾶσθαι τοὺς Ἀθηναίους, ἵνα δὴ μὴ μόνοι τῆς αἰσχύνης συναπολαύοιεν, ἅμα δὲ εἰ καταλείποιτʼ ἐκεῖνος Ἀθήνησι, δεδοικότες μὴ πρὸς ἅπαντʼ ἔχοιεν δύσμαχον ἀνταγωνιστὴν, καὶ πρὸς τούτοις ὧν περὶ τὸν τειχισμὸν ἐξηπάτηντο μνησικακοῦντες, ἀπόντος κατηγοροῦντες, διώκειν μετὰ σφῶν ἐκέλευον, τεκμηρίῳ τῇ Παυσανίουμοχθηρίᾳ κατʼ ἐκείνου χρώμενοι. Θεμιστοκλῆς δὲ τῶν μὲν τὴν ἐπιβουλὴν, τῶν δὲ τὴν προπέτειαν ἐφόδιον λαβὼν, σοφισάμενος ὥσπερ εἰώθει τὸν βασιλέα, τῆς καθόδου μὲν ἀπεστερήθη, αὑτῷ δὲ ἀρκῶν ἔδειξε πρὸς ἅπασαν τύχην.
καὶ τὰ μὲν δὴ Θεμιστοκλέους καὶ Κίμωνος ταῦτα. Περικλέα δὲ καὶ Μιλτιάδην ὁ μὲν δῆμος οὐδὲν οὔτε μεῖζον οὔτʼ ἔλαττον ἔδρασε κακὸν, δικασταὶ δʼ ἑκατέρῳ καθήμενοι χρήμασιν ἐζημίωσαν πολλοστὸν δή που μέρος ὄντες τῶν πάντων Ἀθηναίων. πάλιν τοίνυν καὶ τούτων οὕτω συμβάντων Περικλέα μὲν ὁ δῆμος ἅπας οὐδʼ ὁτιοῦν ἧττον στρατηγὸν εἵλοντο, καὶ πάντʼ ἐπέτρεψαν, ὡς ὁ αὐτὸς μάρτυς δηλοῖ ὅνπερ ἀρτίως περὶ αὐτοῦ παρειχόμεθα· Μιλτιάδης δʼ ἔφθη τελευτήσας, οὐ τῶν δικαστῶν θάνατον καταγνόντων αὐτοῦ, οὐδʼ ὡς σὺ φῂς κἂν εἰς τὸ βάραθρον ἐμπεσὼν, εἰ μὴ διὰ τὸν πρύτανιν, ἀλλὰ τοῦ τραύματος αὐτῷ σφακελίσαντος. καὶ τούτων πολλοὶ, μᾶλλον δʼ ἅπαντες μάρτυρες. δῆλον τοίνυν ἐστὶν ἐξ ὧν τῷ Περικλεῖ
διηλλάγησαν καὶ τὴν πόλιν καθάπαξ ἐπέτρεψαν μετὰ τὴν τῆς κλοπῆς, ὡς σὺ φῂς, καταδίκην, ὅτι κἂν πρὸς τὸν Μιλτιάδην αὐτὸ τοῦτʼ ἐποίησαν, εἰ μὴ τὰ τῆς τύχης ἐκώλυσεν. ἐν οἷς τοίνυν καιροῖς τοῦ Περικλέους κατεψηφίσαντο οἱ καταψηφισάμενοι σκέψαι, ἐπειδὴ καὶ ἔφης ὅτι ἐπὶ τελευτῇ τοῦ βίου τοῦ Περικλέους κατέγνωσαν κλοπήν. ἐκεῖνος γὰρ ἕως μὲν εἰρήνην ἡ πόλις ἦγεν, οὐδεμίαν οὔτε μείζω οὔτʼ ἐλάττῳ παρʼ αὐτοῖς αἰτίαν ἔσχεν, ἀλλʼ ἐξ ἴσου τοῖς θεοῖς ἐθαυμάζετο· καὶ ἔτι πρότερον στρατιὰς πολλὰς ἐξαγαγὼν Ἀθηναίων ἐπὶ τοὺς οὐκ ἐθέλοντας τοῖς δικαίοις ἐμμένειν, οὐκ ἄμεμπτος μόνον, ἀλλὰ καὶ πολλῷ τινιπρῶτος ἦν. ἐπεὶ δʼ ἅμα τῆς τε χώρας ἠναγκάζοντο στέρεσθαι καὶ ὁ λοιμὸς ἅπαντα φθείρων ἐπέκειτο καὶ κακῶν ἀνάπαυσις οὐκ ἦν, οὕτω δὴ τῶν συμφορῶν ἡττηθέντες ἐτραχύνθησαν πρὸς αὐτόν. καί μοι τοῦ παραδείγματος ἐνταῦθʼ ἀναμνήσθητι τοῦ τῶν ἡνιόχων. τάχʼ ἂν γὰρ ἁλοίης τοῖς ἅρμασι τοῖς σαυτοῦ καὶ οὐ τοῖς πτεροῖς. ὁ γοῦν Νέστωρ ἱππικώτατος ἦν, ὡς λέγεται, τῶν ἐφʼ αὑτοῦ. καὶ Ὅμηρος ἱππότην αὐτὸν μετʼ ὀλίγων ἐν τοῖς ἔπεσι καλεῖ. ὥστε κἀν τοῖς ἄθλοις τοῖς ἐπὶ Πατρόκλῳ τῷ Ἀντιλόχῳ μέλλοντι τὸ ἅρμα καθιέναι προσελθών τε καὶ ὑπειπὼν ὅτι αὐτὸν ὁ Ζεύς τε καὶ ὁ Ποσειδῶν πᾶσαν διδάξειαν τὴν ἱππικὴν εὐθὺς ἐκ παιδὸς, καὶ οὐ πάνυ τι δέον αὐτὸν διδάσκειν ὅμως ὑποτίθεται καὶ παραδείκνυσιν αὐτῷ τινὰ τῶν εἰς τὸν δρόμον καὶ ὅπως διαθήσεται τὸν ἀγῶνα. τοσοῦτον αὐτῷ περιῆν τῆς ἐπιστήμης. οὗτος μέντοι φυγῆς ποτε γιγνομένης τῶν Ἀχαιῶν ἔμεινε μόνος,
καὶ οὔθʼ ὁ ἵππος ἔτι ἠδύνατο ὑπὸ τοῦ κακοῦ καὶ τοῦ τραύματος πείθεσθαι, πάντα τὸν ἔμπροσθεν χρόνον παρέχων ἑαυτὸν εὐπειθῆ οὔθʼ ὁ Νέστωρ εἶχεν ὅ τι χρήσαιτο μὴ ὅτι ἐκείνῳ, ἀλλʼ οὐδὲ τοῖς ἄλλοις ἵπποις τεταραγμένοις ὑπὸ τοῦ πάθους. ἀλλʼ οὐδʼ ἀπολῦσαι τὸν ῥυτῆρα ἐν τῷ θορύβῳ ῥᾳδίως ἠδύνατο, ἀλλʼ ὥσπερ ἐπὶ χαλκοῦ ζεύγους εἱστήκει μένων, ὅσα μὴ ἀπῆν τό γε ἀτρεμεῖν. οὕτως ἠπόρησεν ὑπὸ τοῦ καιροῦ καὶ τῆς συμφορᾶς, ἄριστος ὢν τά γε τῆς τέχνης. τὸν αὐτὸν δὴ τρόπον οἶμαι καὶ Περικλῆς, ἕως μὲν οὐδὲν ἀνήκεστον ἦν, κατεῖχε τοὺς ἵππους, καὶ μάλα ῥᾳδίως ἤκουον αὐτοῦ καὶ τοῦ Νέστορος οὐδὲν χείρω τὴν φωνὴν ἐνόμιζον, καίτοι πολλά γε καὶ παντοῖαοὔ τι ἑκὼν, ἀλλʼ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ
- δῖος Ἀλέξανδρος, Ἑλένης πόσις ἠϋκόμοιο,
- ἄκρην κὰκ κορυφὴν, ὅθι τε πρῶται τρίχες ἵππων
- κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.
- ἀλγήσας δʼ ἀνέπαλτο, βέλος δʼ εἰς ἐγκέφαλον δῦ,
- σὺν δʼ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ.
ἐχρήσατο αὐτοῖς καὶ εἰρήνης καὶ πολέμων ἐχόμενα. ἐπεὶ δʼ ὅ τε χιλὸς αὐτοῖς ἔξω διεφθείρετο καὶ οἴκοι τε πονήρως ἐπεπράγεσαν καὶ οὐδʼ ἀναστραφῆναι περιῆν, ἀλλʼ ἐνέκειντο αἱ ταλαιπωρίαι δειναὶ καὶ συνεχεῖς, καὶ τοῦτο μὲν ἡ κεφαλὴ καὶ τὰ ἐντὸς ἐκάετο, τοῦτο δʼ οἱ νεκροὶ πολλοὶ νύκτα καὶ ἡμέραν ἑωρῶντο, πάντα δʼ ἦν μεστὰ
κυλινδομένων, καὶ πιπτόντων καὶ ἀπορουμένων, ἐλπίδος δʼ οὐδʼ ὁτιοῦν ἐσώζετο χρηστῆς, οὕτως ἤδη πανταχόθεν κατακλεισθέντες καὶ κρατηθέντες ὑπὸ τῆς ἀηθείας καὶ τῆς ὑπερβολῆς τῶν παρόντων κακῶν ἀπεσείσαντο τὸν ἡνίοχον. ἀποσεισάμενοι δὲ οὕτως εὖ καὶ καλῶς ἤχθησαν ὑπʼ αὐτοῦ τὸν ἄνω χρόνον ὥστʼ ἔγνωσάν τε ὃ ἔδρασαν καὶ μετέγνωσαν καὶ ὑποκύψαντες ἐξ ἀρχῆς παρεῖσαν ἄρχειν καὶ ἄγειν ὅποι βούλοιτο ἑαυτούς. οὕτω τὰ μὲν τῆς ἱππικῆς οὐκ οἶδα, τοὺς δὲ λόγους οὐ πολλῷ τινι χείρων ἦν τοῦ Νέστορος. ὥστʼ εἴ σοι θαυμαστὸν φαίνεται ὅτι ἐπὶ τελευτῇ κατεψηφίσαντο αὐτοῦ, πρῶτον μὲν αὐτὸ τοῦτο τὸ τοῦ ἡνιόχου παράδειγμα ἀφίησι τῆς αἰτίας αὐτόν. ὥστʼ ἐγγυτέρω τῆς τελευτῆς αὐτοῦ γίγνεται τοῦ Περικλέους, καὶ πρός γε τῇ τελευτῇ τιμήσαντες αὐτὸν, οὐκ ἀτιμάσαντες φαίνονται. ἀλλὰ μὴν ὅτε καὶ τὸν ἔμπροσθεν χρόνον εὐδοκίμει πόλλʼ ἑξῆς ἔτη καὶ μετὰ τὴν καταδίκην μέγιστος πάλιν ἦν τῶν πολιτῶν, πῶς οὐκ ἀμφοτέρων ἕνεκα ζηλωτός ἐστι, καὶ τῆς ἀρχῆς καὶ τοῦ τέλους; οὐ γὰρ τὸ προσκροῦσαι τοῖς ἔμπροσθεν ἐπεσκότησεν, ἀλλὰ τὸ τιμᾶσθαι μετὰ τοῦτο πᾶσαν παρεγράψατο τὴν συμφοράν. οὐ γὰρ τὸ μέσον κύριον ἀμφοτέρων ἐστὶ τῶν καιρῶν, ἀλλὰ κρατεῖ τὸ συναμφότερον τοῦ μέσου. εἴτε γὰρ τοῖς πρώτοις δεῖ διδόναι τὴν ψῆφον, ἐτιμᾶτʼ ἐξ ἀρχῆς, εἴτε τοῖς ὕστερον, οὐκ ἐν οἷς κατέγνωσαν ἔστησαν, ἀλλὰ προσεῖχον πάλιν ὡς αὐτῶνκρείττονι. καὶ μὴν οὐχ ὅσον δύο ἀνθʼ ἑνός ἐστιν, ἀλλʼ ὅτι καὶ τὸ πλῆθος ἑκάστου τοῦ χρόνου οὐκ ἴσον οὐδʼ ἐγγὺς, ἀλλὰ
καὶ τὸ τῆς εὐδοξίας θαυμαστὸν ὅσον κρατεῖ. ὥστε καὶ τὸ μέσον τοῦ χρόνου τοῦ παντὸς οὐκ εἰς συμφορὰν ἔρχεται, ἀλλʼ ἐπὶ λαμπρᾶς τῆς τιμῆς ἐστιν αὐτῷ. τὸ μὲν γὰρ ἡμέρας ἀτύχημα ἐγένετο, τὸ δὲ πρωτεῖον ἀναμφισβήτητον ἦν κατὰ παντὸς τοῦ χρόνου. ὥστʼ εἰ καὶ τὴν γνώμην ἀφέντας τὴν τύχην ἐξετάζειν δεῖ, τοσοῦτον τῆς ἀγαθῆς τύχης αὐτῷ περίεστι. καὶ μὴν τὸ μὲν ὀργῇ συνέβη, τὸ δʼ ἐκ τῆς δικαιοτάτης κρίσεως ὑπῆρχεν αὐτῷ, καὶ τὸ μὲν ἐξ ὀλίγων, τὸ δʼ ἐξ ἁπάντων ὁμοίως. πῶς οὖν ταῦτʼ ἐκείνοις ἴσα; καὶ μὴν οὐδὲ τοὺς λαχόντας ἅπαντας οἴεσθαι χρὴ καταγνῶναι τὴν γραφὴν αὐτοῦ, ἀλλʼ εἶναί τινας, οἳ καὶ τῷ Περικλεῖ καλῶς ποιοῦντες ἔθεντο. οὐκοῦν τούτους γε βελτίους τε καὶ βελτίστους ἦν πεποιηκώς. οὕτω καὶ τοὺς πολλοὺς, ὡς ἔοικε, καὶ τοὺς ὀλίγους καλῶς ηὔχει, ὥστʼ εἰ μὲν τοῖς πολλοῖς δεῖ τίθεσθαι μάρτυσιν, ὁ δῆμος ὁ τιμῶν αὐτὸν ἦν, εἰ δὲ τοῖς βελτίστοις, ἀφείθη τό γε τούτων μέρος. εἰ δὲ μὴ πάντας ἐφεξῆς ἐπαίδευσε μηδὲ πάντας ὁμοίους ἀπέδειξεν, ἀλλʼ εἰσὶν οἳ καὶ ἐξέφυγον τὴν ἐκείνου βούλησίν τε καὶ δύναμιν, τί θαυμαστὸν, ἢ πῶς ἄν τις νεμεσῴη δικαίως; οὔτοι πάντας γε οὐδʼ ὁ Σωκράτης ἐπαίδευσε τοὺς συγγενομένους αὐτῷ, ἀλλὰ κατηγοροῦσι μὲν Κριτίου τοῦ Καλλαίσχρου, κατηγοροῦσι δὲ Ἀλκιβιάδου τοῦ Κλεινίου τῇ τε πόλει τὰ αἴσχιστα βουλεύσασθαι καὶ τὸν ἄλλον βίον ἥκιστα βιῶναι κατὰ Σωκράτη. ἆρʼ οὖν τούτου γε ἕνεκα ἠδίκει Σωκράτης, ἢ διὰ τὴν ἐκείνου κακίαν κακὸς αὐτὸς ἦν; ἐγὼ μὲν οὐκ οἶμαι. ἀλλʼ ἠδίκουν ἐκεῖνοι μὴ παρέχοντες αὑτοὺς ὁμοίους Σωκράτει μηδὲ τοῖς ἐκείνου πειθόμενοι λόγοις. εἰ μὲν γὰρ ἐν οἷς ἐπείθοντοἡμάρτανον, Σωκράτους τὸ ἔγκλημα, εἰ δʼ ἐν οἷς ἠπείθουν, ἐκείνων. σὺ τοίνυν διʼ ὧν αὐτοὺς φῂς οὐκ ἐθέλειν πείθεσθαι Περικλεῖ, διὰ τούτων ἀξιοῖς ἐλέγχειν Περικλέα. καὶ τίς ἂν μεῖζον ὑπὲρ Μιλτιάδου καὶ Θεμιστοκλέους καὶ Περικλέους ἀπολογήσαιτο ἢ ὅτι πειθόμενοι μὲν ἐκείνοις Ἀθηναῖοι τὰ βέλτιστα ἔπραττον, ὅτε δὲ οὐκ ἤθελον τοῦτο ποιεῖν, τηνικαῦτα ἐξήμαρτον; οὕτως ἐκεῖνοι τὰ βέλτιστα ἔπειθον, Ἀθηναῖοί τε ἀεὶ τὰ βέλτιστα ἂν ἔπραττον, εἰ διὰ τέλους ἐκείνοις ἐπείθοντο. καίτοι Σωκράτει μὲν οἱ βουλόμενοι χρῆσθαι συνῆσαν ὁσημέραι, Περικλεῖ δὲ καὶ τοῖς ἄλλοις ῥήτορσι τρεῖς ἡμέρας ἑκάστου μηνὸς συνῆσαν Ἀθηναῖοι ὡς ἔπος εἰπεῖν δημοσίᾳ. καὶ μὴν ὅτι γε ῥᾷον καὶ δύο καὶ τρεῖς ἢ τοσούτους ὁμοῦ κατέχειν καὶ νέους γʼ ἔτι παιδεύειν ὁτιοῦν ἢ προήκοντας καὶ πᾶσαν ἐφεξῆς ἡλικίαν, τίς οὐκ οἶδε τῶν πάντων; ἔτι δὲ Σωκράτης μὲν οὐδὲν ὀχληρὸν δή που τοῖς ὁμιλοῦσιν αὐτῷ προσέταττεν ἀλλʼ ἢ τοσοῦτον ὅσον σωφρονεῖν, Θεμιστοκλῆς δὲ καὶ Περικλῆς καὶ Μιλτιάδης καὶ Κίμων καὶ τῆς πόλεως ἀπεῖναι καὶ τοῖς σώμασι κινδυνεύειν, καὶ πολλὰ δὴ καὶ ταλαιπωρίαν ἔχοντα ἐπέταττον· ἐν οἷς οὐκ εἰ μὴ καθάπαξ διεγένοντο θαυμαστόν ἐστιν, ἀλλʼ εἰ τοσοῦτον διήρκεσαν. εἶτα Σωκράτη ἀφεὶς τῆς ἐπʼ ἐκείνοις αἰτίας, τούτους ἀφʼ ὧν ἥμαρτόν τινες ἐξετάζεις; καὶ μὴν τὰ μὲν ἄλλʼ ὁποῖʼ ἄττʼ ἀπέβη τῶν ἀνδρῶν ἐκείνων, λέγω Κριτίου καὶ Ἀλκιβιάδου, καὶ ὁπόσων τινῶν αἴτιοι πραγμάτων καὶ τῇ πόλει καὶ τοῖς ἄλλοις Ἕλλησι κατέστησαν καὶ ποίαν τινὰ τὴν παιδείαν
ἐπεδείξαντο τὴν ἑαυτῶν οἱ συγγραφεῖς λέγουσιν· ἀλλʼ εἰ τοῦτο δοκεῖ Πλάτων ἰσχυρόν τι λέγειν τὸ εἰς αὐτὸν Μιλτιάδην ἐξαμαρτεῖν Ἀθηναίων τινὰς, καὶ Κριτίας αὖ τῷ Σωκράτει ζημίαν ἐπέθηκε, καὶ ταύτην οὐ φαύλην, ἀλλʼ ἣν ἥκιστα ἐκεῖνος ἐδέξατο. ἀπεῖπε γὰρ αὐτῷ μὴ διαλέγεσθαι τοῖς νέοις. καίτοι τοῦτο τί ἐστὶν ἀλλʼ ἢ ἀτιμία λαμπρά; καὶ ταύτης τῆς ἀγνωμοσύνης ἔπεισε καὶ τοὺς ἄλλους μετασχεῖν, ὅσοι μετʼ αὐτοῦ τότʼ εἶχον τὴν πόλιν.προσθῶμεν τοίνυν ὅτι καὶ Περικλέα μὲν οὐδεὶς τῶν ὁμιλητῶν, οὐδὲ τῶν ἐκ τοῦ δήμου τὴν γραφὴν ἐκείνην ἐγράψατο, ἀλλʼ εἷς τῶν ἀντιστασιωτῶν, μᾶλλον δὲ οὐδὲ εἰδὼς εὖ καὶ καλῶς ἐκεῖνον ἄνθρωπος, Σωκράτει δὲ ὁ τῶν νέων ἀπέχεσθαι καὶ σιωπᾶν ἐπιτάξας οὐ τῶν σοφιστῶν ἦν οὐδεὶς οὐδὲ τῶν ἀντιτέχνων, ἀλλʼ εἷς τῶν ὅτʼ ἦν νέος φοιτώντων παρʼ αὐτῷ. τοσοῦτον, ὡς ἔοικεν, ἀπώνατο τῆς συνουσίας αὐτοῦ. ταῦτʼ οὖν ἡμεῖς ἐπὶ Σωκράτη οἴσομεν; ἀλλʼ οὐχὶ δίκαια ποιήσομεν ἴσως.
δοκεῖ δέ μοι καὶ Πλάτωνα δίκη μετελθεῖν τοῦ λόγου καὶ τῆς ἐπιτιμήσεως. παραιτοῦμαι δʼ εὐμενῆ καὶ ἵλεων εἶναι τοῖς λεγομένοις, εἴ τίς ἐστιν αἴσθησις. καὶ οὐκ ἐρῶ Διονύσιον οὔτε τὸν Ἑρμοκράτους οὔτε τὸν Διονυσίου οὔτε τῶν ἐν Σικελίᾳ μετʼ ἐκείνου συνδιατριψάντων οὐδένα, ἀλλʼ εἰσὶν οἳ λέγουσιν, ἕτεροι δʼ αὖ φασιν ἀληθῆ λέγειν τούτους ὡς ὅτε τὴν τρίτην ἀποδημίαν εἰς Σικελίαν ἀπεδήμησε, τότε τῶν ἑταίρων τινὲς αὐτοῦ καὶ τῶν εἰς τὰ μάλιστα ὡμιληκότων ὑπολειφθέντες οἴκοι νεώτερα
ἐβουλεύσαντο, καὶ τοὺς Ἀθηναίους ἐμιμήσαντο, μᾶλλον δὲ οὐ τοὺς Ἀθηναίους, ἀλλὰ τοὺς Ἀθηναίων ὑπηκόους λέγω τοὺς ἀφισταμένους. καίτοι τό γʼ ἐκείνων ἐπαναστάσει προσεοικὸς ἦν, οἱ δὲ διατριβάς τε ἀντικατασκευάζειν αὐτοῖς ἠξίουν πλησίον τῆς ἐκείνου καὶ ᾠκοδόμουν ἐπὶ τῇ Ἀκαδημίᾳ, τό τε σύμπαν ὑπερφρονεῖν ἐκέλευον ὅτου δὴ—οὐ γὰρ ἔγωγʼ ἂν ἐφεξῆς οὑτωσὶ προσθείην τοὔνομα—φάσκοντες γέροντά τε εἶναι πολλοῦ καὶ παραφρονεῖν ἤδη. ὥστε, ὦ φίλε Πλάτων, ἀτεχνῶς τὸ τοῦ Περικλέους συνέβη σοι. καὶ ὥσπερ ἀρτίως Μιλτιάδου καὶ Θεμιστοκλέους καὶ Κίμωνος, ἑκάστου τε τῆς τύχης ἐφαίνου μετέχων, οὕτω σοι καὶ ὁτέταρτος λοιπὸς ἐνταῦθα ἀπήντηκε. σαφῶς γὰρ οὑτωσὶ τῷ Περικλεῖ ταυτὸν ἔπαθες ἐπὶ τελευτῇ τοῦ βίου, καὶ προσέτι ἐν τῷ γήρᾳ σύ γε, καὶ πολλῷ πρεσβύτερος τῆς ἐκείνου τόθʼ ἡλικίας τοιαῦθʼ ὑβρισθεὶς, εἰ θέμις εἰπεῖν. καὶ εἰ μὴ Χαβρίας καὶ Ἰφικράτης, ἄνδρες τῆς Περικλέους καὶ Θεμιστοκλέους ἰδέας καὶ τάξεως εἰς ὅσον ἐστὶ τούτους ἐκείνοις εἰκάσαι, αἰσθόμενοι τὰ γιγνόμενα ἠγανάκτησαν καὶ τὸ ἐπιτείχισμα διέσπασαν καὶ τοῦ λοιποῦ προσέταξαν σωφρονεῖν αὐτοῖς, πάντʼ ἂν ἐκεῖνα μεστὰ τραγῳδίας ἦν. καίτοι τί φήσομεν, ὦ τῶν Ἑλλήνων ἄριστε, πότερον δικαίως εἰς σὲ ταῦτʼ ἐκείνους τότε τολμᾶν, ἢ σὲ τῆς ἐκείνων μανίας ὑπεύθυνον εἶναι; ἐγὼ μὲν γὰρ οὐδέτερον ἂν φαίην. καὶ μὴν ἔχοι γʼ ἄν τις τοὺς σοὺς λόγους ἀμυνόμενος διπλᾶ στρέφειν κατὰ σοῦ καὶ κατὰ Σωκράτους, ὡς
εἰ καὶ τὰ μάλιστʼ ἀδίκως ταῦθʼ ὑμῖν συνέβαινε, τρόπον γέ τινα τὰ προσήκοντα ἐπάσχετε, εἴπερ γε τοιούτους ἀπεδείκνυτε οὓς ἐπαιδεύετε· καὶ τῷ τῶν σοφιστῶν παραδείγματι, ᾧ σὺ κέχρησαι κατὰ τῶν δημαγωγῶν, πολὺ μᾶλλον ἂν καθʼ ὑμῶν χρῷτό τις δικαίως, ὅσῳπερ ἐγγυτέρω τῶν τοῖς σοφισταῖς ὁμιλησάντων εἰκάσαι, οἳ σοὶ καὶ Σωκράτει συνδιατρίψαντες γίγνοιντʼ ἂν, ἢ οἱ τῷ Περικλεῖ καὶ τοῖς μετʼ ἐκείνου χρώμενοι. οὐκοῦν εἰ μὲν τὰ τῶν ὁμιλητῶν ἁμαρτήματα τῶν προεστηκότων ἐστὶ κατηγορήματα, σαυτοῦ καὶ τοῦ ἑταίρου μᾶλλον κατηγόρηκας ἢ Περικλέους τε καὶ ὧν οἴει, καὶ νὴ Δίʼ, εἰ βούλει, τὸ μᾶλλον ἀφίημί σοι, ὅτι δʼ οὐχ ἧττον, ἀρκεῖ. εἰ δʼ ὑμεῖς ἀθῶοι, κἀκείνους ἐκ τῶν αὐτῶν εἰκός ἐστιν εἶναι, εἴπερ γε τοῦ ἴσου μέμνησαι καὶ μὴ ὑπερβαίνεις τὴν γεωμετρίαν ἑκών. καὶ μὴν καὶ ὁ Σωκράτης ἐν γήρᾳ φαίνεται τὴν γραφὴν τῆς ἀσεβείας ἁλοὺς, καὶ οὐ μόνον ἐπὶ τελευτῇ τοῦ βίου, ἀλλὰ καὶ ταύτης αὐτῆς τυχὼν τῆς τελευτῆς. θανάτου γὰρ ἐτίμησαν αὐτῷ. ἆρʼ οὖν οὐκ ἄτοπον τὸν μὲν ἄλλον χρόνον τοσοῦτον ὄντα τὸ πλῆθος διαλέγεσθαι καὶ παιδεύειν τοὺς ἐντυγχάνοντας, καὶ μήτε τῶν πολιτικῶν μηδένα δυσμεναίνεινμήτε τῶν περὶ τοὺς ποιητὰς ἐσπουδακότων, ἀλλὰ καὶ κωμῳδίαν τινὰ συνθέντα εἰς αὐτὸν ἡττηθέντʼ ἀπελθεῖν, καὶ εἴ τινα καὶ ἤρεσε, μηδὲν πλέον τοῦ γέλωτος τότε συμβῆναι, τοσούτῳ δʼ ὕστερον χρόνῳ καὶ ὅτʼ ἐκ τοσούτων
κακῶν ἡ πόλις αὐτὴν ἀνελάμβανε, καὶ ἡνίκα τοῖς ἠδικηκόσι μὴ μνησικακήσειν ὀμωμόκεσαν, τηνικαῦτα δυσχερᾶναι τοὺς λόγους αὐτοῦ; ἀλλὰ ταῦτʼ ἴσως μὲν εἰκότα, ἴσως δʼ οὒ, ἔσχε δʼ ὅμως οὑτωσί. ὅμως δὲ οὐδὲν χείρων ὅ γε Σωκράτης· ἡμεῖς δὲ καὶ τὰ εἰκότα ὑπὲρ τοῦ Περικλέους ἀπεδώκαμεν, οἷς οὐδὲν ἄγνωμον καὶ Πλάτωνα συγχωρεῖν, εἴπερ γε, ὃ μικρῷ πρόσθεν ἔφην, τοῦ δικαίου φροντίζει. καὶ γὰρ αὖ καὶ τοῦτο εἴ τις ἤρετο τὸν Πλάτωνα, εἰ δικαστὴς αὐτὸς τῷ Περικλεῖ καθῆστο, ὅτʼ ἔφευγε τῆς κλοπῆς, πότερον τῶν καταψηφιζομένων ἂν ἦν, καὶ πλείονος ἀξίους τοὺς Κλέωνος λόγους τῶν Περικλέους ἡγεῖτο—ὅταν δὲ τοῦτʼ εἴπω, λέγω τῆς ἀληθείας—ἢ κἂν ἠρυθρία τοῖς γιγνομένοις, ὥσπερ ἔγωγʼ ἂν διισχυρισαίμην ὑπὲρ Πλάτωνος, ἀδύνατον δή που φῆσαι ὡς ὅμοιος ἂν ἦν Κλέωνι. εἶθʼ ὃν αὐτὸς ἀφῆκας ἂν τῆς αἰτίας, τοῦτον διαβάλλεις ἐκ τῆς αὐτῆς ταύτης αἰτίας; καὶ πῶς οὐκ ἄτοπον ἄλλῳ μὲν ἂν λέγοντι μὴ πιστεύειν, αὐτὸν δὲ κατηγορεῖν; καὶ διʼ ἃ τὸν λέγοντα ἂν ἡγοῦ χείρω, διὰ ταῦτα Περικλέα ἀξιοῦν φαῦλον νομίζεσθαι; καὶ τοὺς καταψηφισαμένους αἰτιώμενον ἡμᾶς πείθειν συγκαταγιγνώσκειν, ὥσπερ χρηστοῦ τινος πράγματος μεθέξειν μέλλοντας, ἀλλʼ οὐχ ὃ μηδʼ ἐκείνοις καλῶς εἶχε ποιῆσαι; κἀκεῖνοι μὲν αὐτοὶ τὴν ἑαυτῶν καταδίκην οὐχ ὑπελογίσαντο, ἀλλʼ ἐτίμων πάλιν ὡς χρηστὸν καὶ δίκαιον, ἡμεῖς δὲ οὗ μηδὲν ἄλλο κατηγορεῖν ἔχομεν, τοῦτον ἀτιμάσομεν διὰ τὴν δίκην, καὶ τῶν αὐτῶν ἀνδρῶν ὃ μὲν ἥμαρτον ἰσχυρὸν ποιησόμεθα, ἃ δʼ εὖ φρονοῦντες ἔπραττον ἐν οὐδενὸς μοίρᾳ θήσομεν, καὶ ταῦθʼ ὁμολογοῦντες ὡς ἥμαρτον, μᾶλλον δὲ κατηγοροῦντες; καὶ τίναταῦτʼ εἶχε λόγον ἐγὼ μὲν οὐκ ἐπινοῶ. τῷ γὰρ οὐκ ἂν ὅρος καὶ πέρας εἶναι δόξειε τῆς ὑπὲρ αὐτῶν ἀπολογίας ἃ Πλάτων ἐγκαλεῖ; οἷον εἰ τῆς κατηγορίας τῶν ἀνδρῶν
γεγονυίας καὶ τοῦ κακίζοντος αὐτοὺς τούτοις καταχρησαμένου τοῖς λόγοις, ὡς παρʼ αὐτοῖς Ἀθηναίοις ἑάλωσαν καὶ δίκην ἔδωκαν ὡς ἀδικοῦντες· εἶτʼ ἐπέδειξεν ὅτι ἀλλʼ οὐκ ὀρθῶς γε οὐδʼ ἐπὶ πᾶσι δικαίοις ταῦτʼ ἐγένετο, ἀλλὰ γνώμῃ διήμαρτον οἱ καταψηφισάμενοι, ἢ καὶ διʼ ἄλλο τι ταῦτʼ ἐψηφίσαντο, ἀλλʼ οὐκ ἀδικεῖν αὐτοὺς καταγνόντες, πᾶσιν ἂν δή που ταῦτʼ ἐξήρκει καὶ λελύσθαι τὰ τῆς αἰτίας ἱκανῶς ἂν ᾤοντο. Πλάτων τοίνυν αὐτῶν αἰτιώμενος τὰ συμβεβηκότα, καὶ λέγων ὡς ἁμαρτήματα τῶν πολλῶν, ὅμως ἐν ἐλέγχῳ κατʼ ἐκείνων λαμβάνει, καὶ τὴν συμφορὰν ὡς ἀδίκημα κατηγόρηκε, τὴν μὲν τύχην ἀντὶ γνώμης ἐξετάζων, τὴν δʼ ἑτέρων ἁμαρτίαν ὡς ἐκείνων οὖσαν τιθείς. ἡδέως δʼ ἂν ἐροίμην τοὺς προσκειμένους αὐτῷ τί ποτʼ ἂν λέγειν ἠξίουν κατὰ τῶν ἀνδρῶν, ἢ τίνα γνώμην ἔχειν ἡμᾶς ἔπειθον, εἰ τοῦτʼ εἶχον δεικνύειν ὡς ἐν παντὶ δικαίῳ μετʼ οὐδεμιᾶς φαύλης προφάσεως Ἀθηναῖοι κατεψηφίσαντο αὐτῶν, ὁπότʼ αὐτὸς φάσκων αὐτοὺς παρανενομῆσθαι καὶ τοῖς ἵπποις τοῖς λακτίζουσιν ἀπεικάζων τοὺς καταψηφισαμένους ἰσχυρόν τι λέγειν κατʼ ἐκείνων οἴεται. ταχύ γʼ ἂν εἰ τοῖς δώδεκα θεοῖς ἔσχεν εἰκάσαι τοὺς καταγνόντας, ἀπέσχετʼ ἂν τῶν ἁλόντων τὸ μὴ οὐ κακῶς εἰπεῖν. ἔπειθʼ ὡς οὐ κατʼ ἀρχὰς ταῦτʼ ἔδρων αὐτοὺς λέγει, ὥσπερ τὸν Κριτίαν καὶ τοὺς ἄλλους τοὺς εἰς αὐτὸν ἁμαρτάνοντας, εὐθὺς ἐν ἀρχῇ ταῦτα ποιοῦντας, ἀλλʼ οὐ πολλοῖς ὕστερον χρόνοις κυρίττειν ἀρξαμένους ἢ παρʼ ἐκείνους ἐφοίτησαν. ἀλλʼ εἰ καὶ μὴ ἐποίουν ταῦτʼ ἐξ ἀρχῆς, εἶχόν γʼ ἐν τῇφύσει δήπουθεν καὶ τὸ κωλῦσαι κρείττονος παντελῶς ἢ κατʼ ἄνθρωπον ἦν. εἰ δʼ ἐπʼ ἀμφότερα αἰτιάσεται Πλάτων τοὺς ἄνδρας ὥσπερ σοφοῦ τινος εἰλημμένος, τί κωλύει τινὰ τὰς ὁμοίας ἀνταποδιδόντα ἐπʼ ἀμφότερʼ αὖ φιλονείκως ὑπολαμβάνοντα διαλύειν ὡδὶ τὸν λόγον, ὅτι εἰ μὲν καλῶς καὶ τὰ δίκαια αὐτῶν Ἀθηναῖοι κατέγνωσαν, οὐκ ἦσαν ὑπʼ αὐτῶν διεφθαρμένοι· τὰ γὰρ δίκαια ἐποίουν. οὐκοῦν οὐδʼ ἐκεῖνοι διεφθάρκεσαν. ὥστʼ εἰ δικαίως ἑάλωσαν, οὐδὲν ταύτῃ γε χείρους ἦσαν, εἰ δʼ ἀδίκως αὐτῶν ἐκεῖνοι κατεψηφίσαντο, ἠδικῆσθαι τοῖς ἀνδράσι περίεστιν, ἀδικεῖν δὲ οὐδαμῶς· τοῖς δʼ ἀδικηθεῖσι βοηθεῖν, οὐκ ἐγκαλεῖν εἰκός ἐστιν· εἰ δέ τοι καὶ μὴ δυνατὸν βοηθεῖν, ἀλλʼ οὐχὶ δίκαιόν γε ἐγκαλεῖν. ἐγὼ δὲ ταῦτα μὲν τοῖς κομψοτέροις παρίημι· αὐτὸς δὲ τί φημι καὶ πῶς δέχομαι τὸν λόγον; οὐκ ἔστι δίκαιον ἅμʼ ἀμφοῖν κατηγορεῖν, καὶ τοῦ δήμου κἀκείνων· ἢ σαφῶς τοὺς ἑτέρους συκοφαντήσομεν. εἰ μὲν γὰρ ὀρθῶς ἐκεῖνα κατεγνώσθη, ἠδίκουν μὲν, ὡς ἔοικεν, ἐκεῖνοι, τῷ δήμῳ δʼ ἃ προσήκει πέπρακται. ὥστε οὐχὶ δίκαιον ταῦτά γε δή που κατηγορεῖν αὐτοῦ. πῶς οὖν τοῖς ἀγριαίνουσι τῶν ζώων αὐτὸν ἀπεικάζοντες ὀρθῶς φήσομεν ποιεῖν; εἰ δʼ ἥμαρτεν ὁ δῆμος, ἅμα τʼ ἐκείνῳ ἡμάρτηται καὶ τοῖς ἀνδράσι τοὔνειδος λέλυται. αὐτὸ γὰρ
τοῦτό φαμεν δήπουθεν ἁμαρτεῖν Ἀθηναίους, τιμήσαντας ἐκείνοις φυγῆς, ἢ χρημάτων, ἢ ὁτουδήποτʼ ἐτίμησαν ἑκάστῳ. οὗτος δὲ ὁ λόγος τί λέγει; μηδενὸς τούτων ἐκείνους ἀξίους εἶναι. καὶ μὴν εἴ γε ἠδίκουν, ἄξιοι τούτων ἦσαν. ὅτε δὲ οὐ τούτων ἄξιοι, σαφὲς ὡς οὐκ ἠδίκουν. τοὺς δʼ οὐκ ἀδικοῦντας κακῶς λέγειν καὶ συκοφαντεῖν οὐχὶ δίκαια ποιεῖν οὐδαμῶς ἐστιν.ἡμεῖς τοίνυν ἀντὶ τοῦ κατηγορεῖν ἀμφοτέρων ὑπὲρ ἀμφοτέρων τὰ πρέποντʼ ἀπολογούμεθα, οὔτε τοῦ δήμου
τὴν αἰτίαν παντὸς εἶναι φάσκοντες οὔτʼ ἐκείνους προσήκειν εἴ τι προσέπταισαν χείρους νομίζεσθαι. δείκνυμεν δὲ ὅτι τεττάρων ὄντων τοῖν δυοῖν μὲν οὐδὲ προσήψατο ὁ δῆμος, ὧν δʼ ἔδοξαν καταψηφίζεσθαι δυοῖν, οὐδὲ τούτων ἀδικεῖν κατεψηφίσαντο, ἀλλʼ ὥσπερ παῖδες διδάσκαλον αὐτοῖς ἠξίωσαν ὑποχωρῆσαι. πάλιν τοίνυν ἐφʼ ἑκατέρας τῆς συζυγίας ἅτερος εὑρίσκεται τῆς δικαιοτάτης τυχὼν παρὰ τοῦ δήμου φιλανθρωπίας, ὁ μὲν ἐντὸς τοῦ χρόνου κατελθὼν, ὁ δὲ στρατηγῶν πρὶν ἐκτῖσαι, καὶ κύριος ὢν τῶν ἁπάντων, καὶ τῶν καταψηφισαμένων αὐτῶν. πῶς ἄν τις κάλλιον ὑπὲρ ἀμφοῖν ἀπολογήσαιτο, εἴ τι δεῖ τῶν ὄντων καὶ περὶ τῶν αὐτοῦ λόγων εἰπεῖν; εἰ τοίνυν ἁπάντων μὲν ὁ δῆμος κατεγνώκει, μηδὲν δὲ ὕστερον πρὸς μηδένʼ αὐτῶν ἐφιλανθρωπεύσατο, οὐδʼ οὕτω δίκαιον ἦν ἃ μὲν τοῖς
ἑτέροις ἡμάρτητο κατʼ ἀμφοτέρων λέγειν, ἃ δʼ ἀμφοτέροις ὑπῆρχεν εἰς εὐφημίαν μηδετέροις ἀξιοῦν ἀποδοῦναι. εἰ μὲν γὰρ ἐκ τούτων μόνον οἵ τʼ Ἀθηναῖοι κοινῇ καὶ οἱ προστάντες αὐτῶν ἐγιγνώσκοντο, καλῶς εἶχε ταῦτʼ ὀνειδίζειν· εἰ δʼ ἔσθʼ ἕτερα ἀμείνω καὶ πλείω τούτων, καὶ σύ γʼ αὐτὸς κάλλιστα ὡμολόγηκας—ὀψὲ γάρ ποτε ἔφης αὐτοὺς εἰς ταῦτʼ ἐμπεσεῖν, ὡς τόν γε ἄνω χρόνον πάντα κἀκείνους ὡς ἐβούλοντο πράττοντας καὶ τὸν δῆμον παρέχοντα αὑτὸν οἷον χρὴ—πῶς οὐκ ὀρθῶς εἶχε μιμήσασθαι τὸ τῶν Περσῶν; ἐκείνοις γάρ φασιν εἶναι νόμον, ἄν τις αὐτῶν σχῇ τινα φαύλην αἰτίαν, μὴ πρότερον καταγιγνώσκειν, μηδʼ ἂν ἐλέγχηται, πρὶν ἂν παρʼ ἄλληλα ἐξετάσαντες ἅ τε εὖ καὶ ἃ κακῶς ἐποίησεν εὕρωσι τὰ χείρω νικῶντα· ὅταν δὲ τὰ τῶν εὐεργεσιῶν ἔμπροσθεν ᾖ, καὶ τοῖς φανερῶς ἀδικοῦσιν ἀφεῖσθαι τάττειν τὸν νόμον. εἶτʼ ἐν μὲντοῖς βαρβάροις οὕτως, Πλάτων δʼ ὁ τῶν Ἑλλήνων ἄριστος καὶ ὁ τῶν ἀνθρωπίνων πραγμάτων ἐπιστήμων, προσθήσω δὲ καὶ τῶν θείων, πῶς ἀξιώσει συλλήβδην πάντα κατορθοῦν καὶ πάντων κρατεῖν ὄντα ἄνθρωπον, καὶ ταῦτα μὴ μόνον ὧν ἡ γνώμη κυρία, ἀλλὰ καὶ ὅσα πρὸς τὴν τύχην ἐστὶν, ἢ τοῦ μηδενὸς ἄξιον εἶναι τὸν καὶ μικρόν τι προσπταίσαντα; οὐκ ἄρʼ ἐκείνων μόνον κατηγορεῖν δόξομεν, ἀλλὰ καὶ τῆς φύσεως τῆς ἀνθρωπείας ἁπάσης. βλέψον δʼ, εἰ βούλει, πρὸς τὰ σαυτοῦ πάλιν αὖ παραδείγματα. εὑρήσεις γὰρ οὔτε τοὺς ἡνιόχους τοὺς ἀγαθοὺς ἅπαντα νικῶντας ἐφεξῆς οὔτε ταῦτʼ ἐπαγγελλομένους, οὔτε τοὺς
ἵππους αὐτοὺς ὥσπερ ἐπὶ ῥητοῖς θέοντας, ἀλλὰ καὶ τὰς τοῦ Μιλτιάδου καὶ τὰς τοῦ Κίμωνος ἵππους ἀρίστας γενέσθαι δοκούσας οὐχ ἅπαντας τοὺς ἀγῶνας ἀνῃρημένας, οὐδὲ ἅπαντα ὃν ἔζων συνεχῶς νικώσας χρόνον. οὐδʼ αὖ τοὺς κυβερνήτας λέγω τοὺς ἀρίστους ἀεὶ καὶ πάντας ἐκ τοῦ θανάτου σώζοντας, ἀλλʼ ἤδη τινὰ καὶ σκηπτοῦ καὶ χειμῶνος ἡττηθέντα καὶ χρησάμενον τύχῃ τῆς τέχνης κρείττονι, πάντως δʼ ἅπαντας παραχωροῦντας τῷ Ποσειδῶνι, κἀν ταῖς συγγραφαῖς οὕτω γραφόμενον, σωθείσης τῆς νεὼς τὸ καὶ τὸ ποιήσειν. ὅτι δʼ ἡ ναῦς σωθήσεται οὐδείς πω κατεπηγγείλατο. ταῦτʼ ἐστὶ πρὸς ἃ καὶ Ὅμηρος βλέπων ἔφηξυνὸς Ἐνυάλιος καί τε κτανέοντα κατέκτα.ᾔδει γὰρ τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν καὶ τούτου τοῦ λόγου παράδειγμα ἱκανὸν καὶ ἅμα αὐτόθεν. τῶν μὲν γὰρ Ἑλλήνων κράτιστος Ἀχιλλεὺς αὐτῷ δή που πεποίηται, καὶ ταῦτά γε πολλῷ τινι· τῶν δʼ αὖ βαρβάρων ὁ Πάρις πάντων σχεδὸν μαλακώτατος, ὥστε καὶ ὁ Ἕκτωρ πολλάκις αὐτῷ προφέρει τὴν δειλίαν, ἀδελφὸς ὢν καὶ ταῦτα, καὶ δύσπαριν μετὰ προσθήκης καλεῖ. ἀλλʼ ὅμως Ἀχιλλεὺς μὲν τήν τε ἄλλην ἅπασαν τῶν Τρώων στρατιὰν εἰς τὸ τεῖχος κατέκλεισε καὶ τὸν Ἕκτορα πρὸς ταῖς πύλαις ῥᾳδίως ἀπέκτεινεν. ὁ δʼ αὖ Πάρις ἢ δύσπαρις, ὁ τοσοῦτον χείρων τοῦ Ἕκτορος, αὐτὸν τὸν Ἀχιλλέα πρὸς ταῖς αὐταῖς ταύταις πύλαις ἀποκτείνας ᾁδεται. ὥστʼ ἀπὸ τῶν