Orationes 46
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
Ἕλλησι περιειστήκει τότε. οἱ μὲν γὰρ ἐν Πύλαις ἀπωλώλεσαν αὐτῶν, οἱ δʼ ἐν ταῖς ναυσὶν ἐνίκων πανταχοῦ. στενὰ
δʼ ἦν, ὡς ἔοικεν, ἀμφοτέρωθι· ὧν τὰ μὲν φυλάξασθαι προσῆκε, τοῖς δὲ χρήσασθαι. διὸ καὶ τότε οἶμαι Θεμιστοκλῆς τὸν Ἰσθμὸν παντὸς μᾶλλον φεύγειν ἠξίου, ὥσπερ ἄλλο τι ἀρχαῖον κακὸν φυλαττόμενος, καὶ τὴν Σαλαμῖνα προὐβάλλετο. καὶ μὴν οὐδέν γε ἀτιμότερον οὐδʼ ἀδοξότερον τὴν Πελοπόννησον ἐκεῖνοι τότε ἔσχον παρὰ τὰς ναῦς, ἀλλὰ πολλῶν κἀγαθῶν ὁπλιτῶν πρόγονοι κατέστησαν καὶ οὓς οὐδʼ ὁ Πλάτων οὐδαμοῦ πώποτε ἐμέμψατο τῶν εἰς τοὺς πολέμους ἕνεκα, καὶ πλείω τοὺς ἐκγόνους αὐτῶν ἢ τὴν ἄλλην δόξαν. αὐτὸς γὰρ Πλάτων ὑμνεῖ τὸ Δωρικὸν τοῦτο στρατόπεδον. τούτου τοίνυν οὐχ ἧττον ἐν καιρῷ τοῖς Ἕλλησι τὸ Θεμιστοκλέους τοῦτο στρατόπεδον φαίνεται γενόμενον. ὅτι τοίνυν οὐδὲ χείρους ἐγένοντο ἐκ τούτων Ἀθηναῖοι τὰ κατʼ ἤπειρον ἔδειξε μὲν ἡ Πλαταιᾶσι μάχη, ἐν ᾗ μόνους Λακεδαιμονίους ἐφαμίλλους ἔσχον· ἔδειξε δʼ ἡ ἐν Μυκάλῃ, ἐν ᾗ μόνοι προὐκρίθησαν· ἔδειξε δʼ ἡ ἐν Οἰνοφύτοις ὕστερον, ἐξ ἧς τὴν Βοιωτίαν ἔσχον καὶ Λοκροὺς καὶ Φωκέας. εἰ δέ ποθʼ ὕστερον καὶ προσέπταισαν, οὐδʼ ἐν ταῖς ναυσὶν ἐνίκων ἀεὶ νικήσαντες τότε, ἀλλʼ οὐ Θεμιστοκλῆς γε οὐδετέρου τῶν πταισμάτων τούτων αἴτιος οὐδαμοῦ, οὗ γε καὶ ζῶντος καὶ μετὰ τὴν τελευτὴν οὐκ ὀλίγον χρόνον τοσοῦτον ἴσχυον ἀμφότερα.τὰ μὲν δὴ μέχρι τῆς ναυμαχίας καὶ τῆς φυγῆς τῆς βασιλέως Θεμιστοκλέους ἔργα καὶ πολιτεύματα τοιαῦτα, οἷα προσῆκεν ἀνδρὸς εἶναι τὸ μὲν κολακεύειν, ὡς ἐγὼ νομίζω, πλεῖστον ἀνθρώπων ἀποφυγόντος, συνέσεως δὲ καὶ τόλμης ἐπὶ πλεῖστον ἥκοντος μετὰ σωφροσύνης καὶ
δικαιοσύνης ἁπάσης. τὰ δʼ ὕστερον ποῖʼ ἄττα, ὡς ἐνβραχέσι διελεῖν; Μαρδόνιος μὲν ὑπὲρ βασιλέως ἐπεκηρυκεύετο Ἀθηναίοις, ἔργῳ πεῖραν εἰληφὼς ὅτι ἐν ἐκείνοις ἐστὶ τῶν πραγμάτων ἡ ῥοπὴ, καὶ ὁποτέροις ἂν πρόσθωνται, τούτους ἀνάγκη κρατεῖν. ὁ δὲ πρεσβεύων ἦν Ἀλέξανδρος Μακεδόνων βασιλεύς. Ἀθηναῖοι δὲ ἀκούσαντες μὲν ὡς ἀνοικιεῖ τὴν πόλιν αὐτοῖς καὶ τὴν χώραν ἀποδώσει, ἀκούοντες δὲ ἑτέρας φιλανθρωπίας καὶ φιλίαν καὶ συμμαχίαν τὸν ἀεὶ χρόνον, οὐδενὶ τούτων ἐπήρθησαν, οὐδὲ κατῄσχυναν τῶν προϋπηργμένων οὐδὲν, ἀλλὰ τὸν μὲν κίνδυνον τὸν ὑπὲρ τῶν Ἑλλήνων ἀντὶ τῶν κατὰ τῶν Ἑλλήνων δωρεῶν ἐδέξαντο, τῷ δὲ πρεσβευτῇ τὸ μὴ ταὐτὰ τοῖς προτέροις ἀγγέλοις παθεῖν διὰ τὸ σχῆμα τῆς προξενίας ἀφεῖσαν, προσέταξαν δʼ ἐκποδὼν εἶναι παραχρῆμα καὶ τοῦ λοιποῦ τοιαύτας ἀγγελίας μὴ φέρειν. τοιαῦτα τῆς Θεμιστοκλέους πολιτείας καὶ στρατηγίας ἀπέλαυσαν. εἰς τοῦτο δʼ ἅπαντας προήγαγεν ἀνδρείας καὶ μεγαλοψυχίας καὶ τοῦ μισεῖν ἅπασαν ἀγεννῆ διακονίαν, ὥσθʼ ἑαλωκότος μὲν δεύτερον αὐτοῖς τοῦ ἄστεος, πέμποντος δὲ πάλιν Μαρδονίου τοὺς λόγους, ἐν Σαλαμῖνι τῆς βουλῆς οὔσης καὶ τοῦ κήρυκος Ἀθήνηθεν ἥκοντος, ἐπειδή τις εἶπεν ἐν τῇ βουλῇ
δέχεσθαι, συλλεγέντες πάντες κατέλευσαν, αὐτοὶ μὲν αὐτὸν, αἱ δὲ γυναῖκες τὴν γυναῖκα αὐτοῦ, οὐδὲν ἀτιμότερον δήπουθεν, ὦ Πλάτων, ἔργον ἐργασάμεναι οὐδʼ ἐλάττονος ἄξιον εὐφημίας τῶν ἐν τῇ σῇ πόλει τρεφομένων γυναικῶν, ἃς σὺ κελεύεις μετὰ τῶν ἀνδρῶν συστρατεύεσθαι τὰ καὶ τὰ ποιούσας. ἆρά σοι διακονεῖν ὁ Θεμιστοκλῆς λέγων φαίνεται, ἢ ταῦτα παιδεύων τοὺς παρʼ αὑτὸν συλλεγομένους; ἐλθόντων τοίνυν Λακεδαιμονίων ὑπὸ τοὺς αὐτοὺς χρόνους Ἀλεξάνδρῳ καὶ παρακαλούντων ὑπὲρ τῶν Ἑλλήνων, καὶ ὑπισχνουμένων παῖδας καὶ γυναῖκας αὐτοῖς καὶ τοὺς ἔξω τῆς ἡλικίας θρέψειν, ἕως ἂν ὁ πόλεμος ᾖ, τοσοῦτον ἀπέσχε τοῦ ταῦτά γε θελῆσαι δέξασθαι ὥστε συγγνώμης αὐτοὺς ἀξιώσας ἀπέστειλεν, ὡς οὐκ εἰδότας παρʼ οὕστινας πρεσβεύονται. τοῦ δʼ αὐτοῦ φρονήματός ἐστι καὶ ἡ στήλη,ἣν ὕστερον τούτων ἔστησαν λέγουσαν τάδε, Ἄρθμιον τὸν Πυθώνακτος τὸν Ζελείτην ἄτιμον καὶ πολέμιον εἶναι τοῦ δήμου τῶν Ἀθηναίων αὐτὸν καὶ γένος, ὅτι τὸν ἐκ Μήδων χρυσὸν εἰς Πελοπόννησον ἤγαγεν. ἐγὼ μὲν οὐκ οἶδʼ ὅ τι τούτου ψήφισμα Πλάτων ἂν ἔγραψε κάλλιον ἢ σεμνότερον περὶ τοῦ αὐτοῦ πράγματος. σκοπῶ δὲ κἀκεῖνο ὅτι τῆς αὐτῆς φιλοσοφίας ἐστὶν ἄμφω τὼ δόγματε· ὁ μὲν γὰρ τοῖς φύλαξιν ἀπεῖπε μὴ κτάσθαι χρυσίον, ὁ δὲ τὸν κομίσαντα τὸ ἐκ Μήδων χρυσίον πολέμιον τῆς πόλεως ἀνέγραψε,
κἄν τις ἀποκτείνῃ, μὴ εἶναι δίκας. οὐκοῦν ἣν Πλάτων τῆς ἄριστʼ οἰκουμένης πόλεως φυλακὴν ὑπελάμβανε, ταύτην ἐκεῖνος τῆς Ἑλλάδος ἠξίου ποιεῖσθαι, καὶ ταύτην τὴν στήλην καθιέρωσαν Ἀθηναῖοι τῇ θεῷ παραστήσαντες τῷ ἀγάλματι τῷ Μαραθωνόθεν, νομίζοντες οὐδὲν ἀτιμοτέραν οὐδὲ ἀχρηστοτέραν εἶναι τῶν ἄλλων ἀναθημάτων· ἐν ᾗ τοῖς διαφθείρειν ἐπιχειροῦσι τοὺς Ἕλληνας ὅπως δεῖ χρῆσθαι γέγραπται. ἀμφοτέροις δέ μοι δοκεῖ τοῖς ἔθνεσι προσήκειν ἅπασαν ὑπὲρ Θεμιστοκλέους ψῆφον φέρειν ἀγαθήν. ὅσοι τε γὰρ τὴν σωτηρίαν οἰκειότατον καὶ πρῶτον νομίζουσι, Θεμιστοκλῆς ἐστιν ὁ βεβαιώσας αὐτὴν ἅπασι τοῖς Ἕλλησιν, ὅσοι τε φρονήματι κρίνουσι τὰ πράγματα καὶ τοὺς ὑπὲρ τῶν καλῶν κινδύνους καὶ τὴν εὐδοξίαν τοῦ ζῆν ἀσφαλῶς ἐντιμότερον ἡγοῦνται, οὐκ ἔχουσι τῶν ἐκείνου καλλίω παραδείγματα. ὥστʼ ἀμφοτέροις ἂν τοῖς κριταῖς νικῴη δικαίως. καὶ γάρ τοι μετὰ τὴν ναυμαχίαν συλλεγέντων εἰς τὸν Ἰσθμὸν ἁπάντων καὶ φερόντων τὴν ψῆφον ἀπὸ τοῦ βωμοῦ τοῦ Ποσειδῶνος περὶ τῶν ἀριστείων, ἔξεστι μέν τι καὶ ἄγνωμον ἐνταῦθα κατηγορῆσαι τῶνἙλλήνων, ἔξεστι δὲ τὸ λοιπὸν τῆς εὐγνωμοσύνης ἐπαινέσαι καὶ λαβεῖν ὑπὲρ Θεμιστοκλέους. ἕκαστος γὰρ ἑαυτὸν πρῶτον φέρων, δεύτερον συνεξέπιπτον ἅπαντες φέροντες Θεμιστοκλέα. ἡ μὲν οὖν τοῦ πρωτείου ψῆφος, οἶμαι, τοῦ φύσει πᾶσιν ἀνθρώποις συμβεβηκότος ἦν, τοῦτο δʼ ἐστὶ μηδένα ἑαυτοῦ μᾶλλον φιλεῖν· ὥστʼ οὔτʼ ἰσχυρὸν εἶχεν οὐδὲν οὔτε συγγνώμης ἀπήλλακτο. ἡ δὲ ὑπὲρ τῶν δευτέρων σαφῶς ἤδη σύμβολον ἦν τῆς ἀληθείας, καὶ ὅτι οὐκ εἶχον ἑτέρως θέσθαι. ὥστʼ εἰ προείρητο ἐξ ἀρχῆς μηδένα ἑαυτὸν φέρειν,
ἀλλʼ ἕτερον, Θεμιστοκλέα πάντες οἴσειν ἔμελλον, ὅν γε καὶ παντὸς ἄλλου πᾶς τις προὔκρινεν αὐτῶν, καὶ ὁμοίως ἂν πρῶτος ἐγίγνετο ὥσπερ τότε δεύτερος. οὕτω καὶ νῦν δεύτερον εἶναι ψηφισάμενοι προσόμοιον ἐποίουν ὥσπερ ἂν εἰ πρῶτον ἐψηφίσαντο. οὐ μὴν οὐδʼ οὕτως ἔλαττον ἔχων ἀπῆλθεν, ἀλλʼ ἀμφοτέροις ἐνίκησε. τὰ μὲν γὰρ πρῶτα καὶ παρὰ τῆς ἀληθείας καὶ παρʼ αὑτοῦ λαβὼν εἶχε· τὸ γὰρ αὐτὸ τοῖς ἄλλοις ἐποίησε μόνος τῶν ἄλλων δικαίως· τὰ δὲ δεύτερα ἤδη συνεκεχωρήκει· ὥστʼ ἐξ ἁπάντων πρῶτος ἦν. ἀναχωρησάντων δὲ τῶν Ἑλλήνων καὶ διαλυόντων τὸν σύλλογον, ὡς εἶδον τὸ συμβαῖνον, κἀνταῦθα δὴ καλῶς αὐτοὺς ἐξελεγξάντων ὡς οὐχ ἁπλῶς οὐδὲ πολιτικῶς ἔχουσιν, οὐδʼ ἐκεῖνα ἐπὶ πᾶσι δικαίοις ἐψηφίσαντο, ἀλλʼ ὑπʼ ἐσχάτης ἀνάγκης τῶν πραγμάτων ἀγχόμενοι καὶ οὐ πρὸς χάριν οὐδὲ πρὸς εὔνοιαν, τοσοῦτον ἁπάντων κατεγέλασεν ὥστʼ ἐν μὲν τῷ παραχρῆμα οὐδʼ ὁτιοῦν ἐφρόντισε, καταστάντων δὲ τῶν πραγμάτων ἦλθεν εἰς Λακεδαίμονα ὥσπερ ἐπίτηδες. οὕτω φαῦλός τις ἦν τοὺς τρόπους καὶ αὐτόχρημα διάκονος. Λακεδαιμόνιοι δὲ οὐ κατέσχον πρὸς τὴν ἐπιδημίαν αὐτοῦ, ἀλλὰ καὶ παρόντα ἐτίμησαν ὡς οὐδένα τῶν παρʼ αὐτοῖς βασιλέων, καὶ ὡς ἀπῄει,προέπεμψαν τριακοσίοις λογάσι τῶν νέων ἄχρι τῶν ὅρων τῆς Λακωνικῆς, μόνον Ἑλλήνων καὶ βαρβάρων καὶ τῶν
πρότερον καὶ τῶν ὕστερον. τοσοῦτον αὐτοῖς ἔδοξεν ὑπὲρ ἅπαντας ἀνθρώπους Θεμιστοκλῆς εἶναι. καίτοι ὅτε τῶν Ἑλλήνων οἱ κράτιστοι τὰ κατʼ ἤπειρον οὐκ ᾐσχύνοντο προπέμποντες ἐκεῖνον μέχρι τῶν ὁρίων τῆς χώρας τῆς ἑαυτῶν, πῶς ἔνεσθʼ ἡμῖν τῶν ὁπλιτῶν ἕνεκα ψέγειν; ἢ πῶς μὴ ἐθέλειν ἐπαινεῖν, ὃν οἱ ἀντίπαλοι δοκοῦντες εἶναι καὶ ἄκοντες ἐτίμων ἃ μηδένα τῶν πώποτε;τριῶν τοίνυν ὄντων καιρῶν ἀφʼ ὧν τις ἐξετάσειε Θεμιστοκλέα, κατὰ πάντας ἀνὴρ ἄριστος καὶ πρῶτος φανήσεται. πρὶν μὲν γὰρ ἥκειν τοὺς βαρβάρους, τάς τε πόλεις διήλλαξε καὶ τοῖς ἀπὸ τῆς πόλεως πολίταις ἀνῆκε τὰ ἐγκλήματα· συμβάντων δὲ τῶν ἀγώνων, Λακεδαιμονίοις μὲν οὐ διηνέχθη, τοὺς πολεμίους δʼ ἐξέωσε μόνος· καταστάντων δὲ τῶν πραγμάτων καὶ Λακεδαιμονίων ἐθελόντων ἐκσπόνδους τὰς πόλεις ποιεῖν, ὅσαι μετὰ τῶν ἐναντίων ἐγένοντο, ἀντεῖπε καὶ διεκώλυσε, νομίζων ὅμοιόν τι συμβήσεσθαι τῷ τὴν Ἑλλάδα ἔκσπονδον αὐτὴν ὑφʼ αὑτῆς ἀποφανθῆναι. πλέον γὰρ ἢ τριάκοντα πόλεις ἔδει τῇ συμφορᾷ ταύτῃ περιπεσεῖν. οὔκουν ἡγεῖτο προσήκειν εὐτυχηκυῖαν τὴν Ἑλλάδα λαμπρῶς οὕτω καὶ τῶν ἐχθρῶν κρείττω γεγονυῖαν τοσοῦτον ἐλάττονʼ ἢ πρότερον γενέσθαι. πῶς ἂν κρείττων ἀνὴρ ἐγένετο, ἢ πῶς δεξιώτερος τὰ πολιτικά; ἔχων δὲ λέγειν καὶ περὶ τῶν ὕστερον αὐτοῦ συμφορῶν, καὶ
ὅπως ἅπαν τὸ πρᾶγμα συνεσκευάσθη, καὶ ὁποῖόν τινα κἀν τούτοις παρέσχεν ἑαυτὸν, ἐβουλόμην μὲν ἂν ἐν τούτῳ χρείας εἶναι τὸν λόγον ὥστε καὶ περὶ τούτων ἐπείγειν διελθεῖν· οἶμαι γὰρ οὐδὲν φαυλότερα οὐδʼ ἐλάττω εἰπεῖν ἂν
τῶν εἰρημένων ἤδη περὶ αὐτοῦ. ἐπεὶ δʼ ἅμα τʼ ἔξω τῆς ὑποθέσεώς ἐστι καὶ μῆκος ἐπεισέρχεται τοῖς λόγοις, παραλείψω ταῦτα, τοσοῦτον ἐπιφθεγξάμενος καὶ περὶ τούτου τοῦ μέρους, ὅτι ἐπειδὴ ἔδει στρατεύειν ἐπὶ τὴν Ἑλλάδα, προὔκρινε τελευτᾶν, ἔργῳ μὲν ἅπασαν λύσας αἰτίαν, δείξας δʼ ὁπόσου τιμᾶται τὰς πρότερον πράξεις καὶ τὰ πολιτεύματα, καὶ ὅτι οὐδέποτε ἑκὼν εἶναι τοῦ καλοῦ καὶ τοῦ προσήκοντος οὐδὲν πρότερον ποιήσεται, οὐ πλοῦτον, οὐ παῖδας, οὐκ ἐλπίδας, οὐ τὴν σωτηρίαν αὐτήν. εἶθʼ ὧν ἵνα μηδὲν ἀνάξιον πράξειε τεθνάναι δεῖν ᾤετο, ταῦθʼ ἡμεῖς αὐτοῦ διαβαλοῦμεν; καὶ διάκονον προσεροῦμεν ὃς οὔτε Ἀθηναίοις οὐδὲν πώποτε ὑπηρέτησεν οὔτε τῷ βασιλεῖ πώποτε ἠξίωσεν, ἀλλʼ ἀντὶ τούτου ταῦτʼ ἐβουλεύσατο; καὶ πῶς οὐκ αἰσχρὸν ἂν εἴη καὶ ὑπερφυὲς, εἰ μήτε τὸν βίον μήτε τὸν θάνατον αἰσχυνθέντες αὐτοῦ ῥᾳδίως οὑτωσὶ βλασφημήσομεν; ἐγὼ μὲν οἶμαι καὶ ἱερέας καὶ ἱερείας καὶ ὅστις ἄλλος Ἀθήνησιν εὔχεται δημοσίᾳ, τοῦτʼ ἂν εἰκότως καθʼ ἕκαστον ἔτος πρὸς ἅπασι τοῖς ἄλλοις προσεύχεσθαι, κατὰ γοῦν ἐκείνους τοὺς χρόνους καὶ ἕως ἐξῆν, φῦναί τινα αὐτοῖς ἄνδρα ὅμοιον Θεμιστοκλεῖ, καὶ μετὰ τῆς ἄλλης φορᾶς καὶ τοῦτο ἐνεγκεῖν τὴν γῆν τἀγαθόν. οὔκουν ἐλάττω γʼ ἂν ὄνασθαί μοι δοκοῦσιν ἢ εἰ πάντα εἰς ἑκατὸν καὶ ἔτι πλείω τῆς χώρας αὐτοῖς ἐξενεγκούσης. ἄλλως μὲν τοίνυν ᾐσχυνόμην ἔγωγε ἐπὶ τοσούτοις καὶ τοιούτοις τοῖς εἰρημένοις μάρτυσι προσχρώμενος· ἔστι δέ τι προὔργου μιᾶς μαρτυρίας, ἣν δεῖ παρασχέσθαι.σκεψώμεθα δὴ ποῖʼ ἄττα λέγει περὶ Θεμιστοκλέους ἡμῖν Αἰσχίνης ὁ Σωκράτους μὲν ἑταῖρος, Πλάτωνος δὲ
συμφοιτητής· ἐπειδὴ τοίνυν τοῦ Θεμιστοκλέους βίου ἐπιλαμβάνεσθαι ἐτόλμησας, σκέψαι οἵῳ ἀνδρὶ ἐπιτιμᾶν ἠξίωσας. ἐνθυμήθητι γὰρ ὁπόθεν ὁ ἥλιος ἀνίσχει καὶ ὅπου δύεται. ἀλλʼ οὐδὲν, ἔφη, χαλεπὸν, ὦ Σώκρατες, τὰ τοιαῦτα εἰδέναι. ἤδη οὖν σοι πώποτʼ ἐμέλησεν ὅτι τῆς χώρας τοσαύτης οὔσης ὅσην ὁ ἥλιος πορεύεται, ἣ καλεῖται Ἀσία, εἷς ἀνὴρ ἄρχει; πάνυ μὲν οὖν, ἔφη, ὁ μέγας βασιλεύς. οἶσθʼ οὖν ὅτι ἐκεῖνος ἐστράτευσε δεῦρο καὶ ἐπὶ Λακεδαιμονίους, ἡγούμενος εἰ τούτω τὼ πόλεε καταστρέψαιτο, ῥᾳδίως τούς γε ἄλλους Ἕλληνας ὑπηκόους αὑτῷ ἔσεσθαι· καὶ οὕτως εἰς φόβον Ἀθηναίους κατέστησεν ὥστʼ ἐκλιπόντες τὴν χώραν εἰς Σαλαμῖνα ἔφυγον, ἑλόμενοι Θεμιστοκλέα στρατηγὸν, καὶ ἐπέτρεψαν ὅ τι βούλοιτο τοῖς ἑαυτῶν πράγμασι χρήσασθαι. καὶ δὴ αὗται μέγισται ἐλπίδες ἦσαν Ἀθηναίοις τῆς σωτηρίας, ἅττʼ ἂν ἐκεῖνος ὑπὲρ αὐτῶν βουλεύσαιτο. καὶ οὐ τούτου γʼ ἕνεκα Θεμιστοκλῆς τοῖς παροῦσιν ἠθύμησεν, ὅτι πλήθει νεῶν τε καὶ πεζῶν καὶ χρημάτων τὰ τῶν Ἑλλήνων πράγματα πολὺ ἐλείπετο, τὰ δὲ βασιλέως προεῖχεν, ἀλλʼ ᾔδει ὅτι εἰ μὴ αὐτοῦ τὸ
βουλεύεσθαι ἐκείνοις περιέσται, τά γε ἄλλα αὐτῶν τοσαῦτα ὄντα τὸ μέγεθος οὐδὲν μέγα ὠφελήσει· καὶ τοῦτο ἐγνώκει ὅτι ὁποτέρων ἂν οἱ ἐφεστῶτες τοῖς πράγμασι σπουδαιότεροι ἐν ἀρετῇ ἄνθρωποι ὦσι, τούτων καὶ αὐτῶν τὰ πράγματα κρείττω εἴωθε γίγνεσθαι. καὶ τότε ἄρα βασιλεὺς ᾔσθετο τὰ ἑαυτοῦ πράγματα ἀσθενέστερα ὄντα, ᾗ ἡμέρᾳ ἀνδρὶ ἑαυτοῦ σπουδαιοτέρῳ ἐνέτυχεν. ὁ δὲ οὕτω ῥᾳδίως τηλικαῦτα ὄντα τὰ ἐκείνου μετεχειρίσατο ὥστʼ ἐπειδὴ αὐτὸν κατεναυμάχησε, λῦσαι τὴν σχεδίαν ἣν ἔζευξε βασιλεὺς πεῖσαι Ἀθηναίους ἐβουλήθη. ἐπειδὴ δὲ οὐκ ἠδύνατο, βασιλεῖ ἔπεμψε τἀναντία τοῖς ὑπὸ τῆς πόλεως δεδογμένοις, ὅτι κελευόντων Ἀθηναίων λῦσαι τὴν σχεδίαν αὐτὸς ἠναντιοῦτο, σῶσαι βασιλέα καὶ τοὺς μετʼ ἐκείνου πειρώμενος· ὥστʼ οὐ μόνον ἡμεῖς οὐδʼ οἱ ἄλλοι Ἕλληνες αἴτιον τῆς σωτηρίας Θεμιστοκλέα ἡγούμεθα εἶναι, ἀλλὰκαὶ αὐτὸς ὁ βασιλεὺς ὁ καταπολεμηθεὶς ὑπʼ αὐτοῦ ὑπὸ μόνου ἀνθρώπων ἐκείνου ᾤετο σεσῶσθαι. τοσοῦτον ἐκεῖνος τῷ φρονεῖν περιεγένετο. τοιγάρτοι φυγάδι ποτὲ αὐτῷ τῆς πόλεως γενομένῳ, ὡς σεσωσμένος ὑπʼ αὐτοῦ χάριν ἀπέδωκε, καὶ ἄλλα τε δῶρα πολλὰ ἐδωρήσατο καὶ Μαγνησίας ὅλης ἀρχὴν ἔδωκεν, ὥστε καὶ φεύγοντος αὐτοῦ τὰ πράγματα μείζω ἦν ἢ πολλῶν Ἀθηναίων καὶ καλῶν καὶ ἀγαθῶν δοκούντων εἶναι οἴκοι μενόντων. τίς ἂν οὖν ἐκείνῳ
τῷ χρόνῳ δικαίως αἰτίαν ἔχοι μέγιστον δύνασθαι ἄλλος ἢ Θεμιστοκλῆς, ὃς τὸν τῶν ἀφʼ ἡλίου ἀνίσχοντος μέχρι ἡλίου δυομένου βασιλεύοντα στρατηγήσας τῶν Ἑλλήνων κατεστρέψατο; ἐνθυμοῦ οὖν, ἔφην ἐγὼ, ὦ Ἀλκιβιάδη, ὅτι ἐκείνῳ τοιούτῳ ὄντι οὐχ ἱκανὴ ἡ ἐπιστήμη τοσαύτη οὖσα ἐγένετο ὥστε φυλάξασθαι μὴ ἐκπεσεῖν μηδὲ ἀτίμῳ ὑπὸ τῆς πόλεως γενέσθαι, ἀλλʼ ἐνεδέησε. τί οὖν οἴει τοῖς τε φαύλοις τῶν ἀνθρώπων καὶ ἐν μηδεμιᾷ ἐπιμελείᾳ ἑαυτῶν οὖσιν; οὐ θαυμαστὸν εἰ καὶ τὰ μικρὰ δύνανται κατορθοῦν; καὶ μηδέν γʼ ἐμοῦ, ἦν δʼ ἐγὼ, ὦ Ἀλκιβιάδη, καταγνῷς ὡς πρὸς τὰς τύχας καὶ τὰ θεῖα πράγματα ἀλλοκότως καὶ ἀθέως ἔχοντος, εἰ προστίθημι ἐκείνῳ ἐπιστήμην πάντων ὧν ἔπραττε καὶ μηδεμίαν οἴομαι τύχην αἰτίαν τούτων τῶν ἔργων γεγενῆσθαι. πολὺ γὰρ ἂν ἐγώ σοι μᾶλλον ἔχοιμι ἀποδεῖξαι τοὺς τἀναντία ἐμοὶ δοξάζοντας ἀθέως ἔχοντας ἢ ʼκεῖνοι ἐμὲ, οἵτινες ἐξ ἴσου οἴονται τοῖς τε πονηροῖς καὶ τοῖς χρηστοῖς τὰς τύχας γίγνεσθαι, ἀλλὰ μὴ τοῖς καλοῖς κἀγαθοῖς εὐσεβεστέροις γε οὖσιν ἀμείνω τὰ παρὰ τῶν θεῶν ὑπάρχειν. οὐκοῦν ὁ αὐτὸς μέν ἐστι Σωκράτης ὁ λέγων κἀνταῦθα κἀκεῖ, φαίνεται δὲ ἐν μὲν τοῖς Πλάτωνος λόγοις διάκονον καὶ ὑπηρέτην ὀνομάζων καὶ μετὰ τῶν κολάκων τιθεὶς αὐτόν· ἐν οἷς δὲ νυνὶ παρεσχόμεθα, ἄριστον τῶν Ἑλλήνων ἡγεῖσθαι κελεύων καὶ προστιθεὶς ἐπιστήμην αὐτῷ τῶν πραγμάτων ἁπάντων, καὶ μηδεμίαν τύχην ἀξιῶν αἰτίαν γεγενῆσθαι, ἀλλὰ πάντʼ εἶναι τῆς ἐκείνου γνώμης. ἐγὼ τοίνυν τὸ μὲν τῆς προσθήκης τοῦτο οὐδέχομαι, ἀλλʼ ἀξιῶ τὴν ἀγαθὴν τύχην ἁπάντων τῶν καλῶν ἡγεῖσθαι· ὅτι δὲ οὐχ ὁμολογεῖ ταῦτα ἐκείνοις ἐλέγχω. εἰ μὲν γὰρ ἅπαντα ταῦτʼ ἐστὶ λόγος ἀμφοτέρωθεν λεγόμενος καὶ πρὸς τὴν ὑπόθεσιν ἣν ἄν τις ἐνστήσηται δεῖ
τὸ λοιπὸν ἅπαν περαίνειν, ὁμολογείσθω τοῦτο, καὶ οὐδὲν πλέον ζητοῦμεν· πάντως καὶ οὕτως ἀναίτιον τό γʼ ἡμέτερον. εἰ δʼ ἀπὸ σπουδῆς δικαίας λέγεται καὶ κρίσιν τῆς ἀληθείας ἔχει, ποτέροις χρὴ πιστεύειν, ὅταν ταῦτʼ ἐκείνοις ἐναντίως ἔχοντα φαίνηται; καὶ μὴν ἐξ ἴσου μὲν ἔγωγʼ οὐδέποτʼ ἂν θείην Αἰσχίνην Πλάτωνι, μήποθʼ οὕτω φιλονεικήσαιμι, ἀλλʼ ἀφείσθω τοῖς ἀτόποις τῶν σοφιστῶν ἡ κρίσις αὕτη· φημὶ δὲ ὅσῳ μείζων καὶ τελεώτερος Πλάτων εἰς λόγους, τοσούτῳ μᾶλλον ὑπέρ γε Θεμιστοκλέους ἐκεῖνα προσήκειν δέχεσθαι. τὸν μὲν γὰρ ἃ ἤκουσεν εἰκὸς λέγειν, ἢ ὅτι ἐγγυτάτω ἐκείνων, ὁ δὲ τῆς φύσεως οἶμαι κέχρηται τῇ περιουσίᾳ, ὥσπερ καὶ ἄλλα μυρία δή που διεξέρχεται ἐπὶ τῷ Σωκράτους ὀνόματι, περὶ ὧν ὁμολογεῖται μηδὲν ἐκεῖνον πραγματεύεσθαι, δίκαια μὲν οἶμαι ποιῶν κατʼ αὐτό γε τοῦτο καὶ ἀνδρὸς ἀρίστου, τὸ τὸν διδάσκαλον ἀξιοῦν κοσμεῖν, πλήν γε ὅτι καὶ τὸ μηδʼ ἄλλους τῶν οὐκ ἀξίων καταισχύνειν ἐθέλειν προσεῖναι προσήκει.ἃ μὲν τοίνυν περὶ τῶν ἀνδρῶν εἰκὸς ἦν εἰπεῖν μήτε τῶν ἀναγκαίων εἰρῆσθαι μηδὲν παριέντας μήτε πάντα ἐφεξῆς οἰομένους δεῖν λέγειν, ὡς ἂν μή τῳ δοκοίημεν
ἀπειροκάλως ἔχειν, ταῦτά ἐστιν. ἰσχυρίζεται δʼ οἷς προσέπταισαν πρὸς τὸ δημόσιον, ὥσπερ εἴ τινες χεῖρον ἔγνωσαν περὶ αὐτῶν, αὐτοὺς χείρους ἡγεῖσθαι προσῆκον, ἢ τῷ καὶ ἄλλους τινὰς εἰς αὐτοὺς ἐξαμαρτεῖν οὐδʼ ἡμᾶς τοῦ προπηλακίζειν ἀπέχεσθαι δέον. ἐγὼ δʼ οὐδʼ ἄλλον τινὰ ἠξίουν ἂν ταῦτα ὀνειδίζειν, μή τί γε δὴ Πλάτωνα, ἀλλὰμεμνῆσθαι τοῦ τί δὲ χείρων ἐγὼ, ἂν ὁ δεῖνα ἐπὶ κόρρης ἀδίκως πατάξῃ με; τοῦ μὲν γὰρ ἢ φυγεῖν, ἢ χρήμασιν ἢ θανάτῳ ζημιωθῆναι, ἢ ἄλλʼ ὁτιοῦν τοιοῦτον παθεῖν ἡ τύχη κυρία δή που, τοὺς δὲ λόγους καὶ τὴν πολιτείαν αὐτῶν ἀφʼ ὧν προείλοντο δίκαιον σκοπεῖν, ὧν ἐγὼ μὲν ὅπως ἂν ἐμαυτῷ συγγνοίην ἀξιοῦντι κατηγορεῖν οὐκ ἔχω. οὐ γὰρ εἰκὸς, φησὶ, παιδευθέντας ὑπʼ αὐτῶν εἰς αὐτοὺς ἐξαμαρτεῖν, οὐδʼ ἐξ ὧν βελτίους ἐγένοντο, ἐκ τούτων ἄδικόν τι ψηφίζεσθαι. ἐγὼ δὲ οὐχ ᾧ βελτίους ἐγένοντο φήσαιμʼ ἂν ἁμαρτεῖν αὐτοὺς, ἀλλʼ ὅτι μὴ πάντʼ ἐκείνοις ἠδυνήθησαν ὅμοιοι γενέσθαι. τούτου δὲ πολλὴν συγγνώμην οὖσαν ἀμφοτέροις εὑρίσκω. οὔτε γὰρ μὴ πάντʼ ἀναμαρτήτους γενέσθαι, καὶ ταῦτα ὄντας δῆμον, οὔτε μὴ πάντας ἀναμαρτήτους δυνηθῆναι ποιῆσαι μεγάλης ἄν τις τῆς κατηγορίας ἄγοι. ὅπου γὰρ οὐδὲ ἄνδρα ἰδίᾳ καθάπαξ αἰτίαν ἐκφεύγειν ῥᾴδιον, ἴσως δʼ οὐδʼ ἐν δυνατῷ, ἦ που πόλιν γε τοσαύτην οἴεσθαι προσήκει. ἀλλὰ μὴν ὅπου γε καὶ τοῖς ἁμαρτοῦσιν αὐτοῖς εἰκὸς εἶναι συγγνώμη, ἦ που τοῖς γε ἄγουσιν αὐτοὺς πρὸς τὸ βέλτιστον καὶ οἷς ὅθʼ ἡμάρτανον οὐκ ἐπείθοντο, δεινὸν εἰ μὴ φήσομεν. Πλάτων τοίνυν ὡς μὲν ἐκείνοις χρώμενοι κατώρθουν οὐδὲν ἐᾷ σκοπεῖν, ἃ δʼ εἰς αὐτοὺς ἐκείνους ἐξήμαρτον, τοσοῦτον
ἀπεῖχον τοῦ δοκοῦντά γʼ ἐκείνοις ποιεῖν, ὡς ταῦτα κατηγορεῖν. καὶ ἃ μὲν τῆς παιδείας αὐτῶν ἀπέλαυσαν ὑπερβαίνει, ἃ δʼ οὐχ ὧν ἐπαιδεύθησαν ἦν, ἀλλὰ τῆς ἀνθρωπείας φύσεως ἐμμεμενηκότα, ταῦτʼ ἐπʼ ἐκείνους ἄγει τοὺς ὅπως μηδὲν ἁμαρτήσονται πᾶν ὅσον ἦν ἐν αὑτοῖς πράττοντας, ὥσπερ ἂν εἴ τις τοὺς γραμματιστὰς τοὺς παραδείξαντας τοῖς παισὶ τὰ γράμματα καὶ δείξαντας γράφειν ἐκ τῶν δυνατῶν αἰτίους εἶναι φάσκοι τῶν περὶ ταῦτα ἁμαρτημάτων, εἴ τι μὴ καλῶς ὕστερον μηδὲ ὡς χρὴγράφοιεν ἐφʼ αὑτῶν. ἀλλʼ οὐ ταῦτά γʼ ἐστὶν ὧν προϋπέδειξεν αὐτοῖς ὁ διδάσκαλος οὐδʼ ὧν ἐπαιδεύοντο, ἀλλʼ ἐκεῖνος μὲν ὅπως ὀρθῶς γράφωσιν εἰσηγεῖτο, καὶ ἅ γε σώζουσι, τῶν ἐκείνου μαθημάτων σώζουσι, ταῦτα δὲ αὐτῶν ἐστιν ἁμαρτήματα, εἴτʼ ἐνδείᾳ μαθήσεως εἴτε ῥᾳθυμίᾳ εἴθʼ ὅπως δή ποτε ἐπακολουθήσαντα, πλὴν οὐ διʼ ἐκεῖνόν γε οὐδὲ τὴν παρʼ ἐκείνου συντέλειαν, οὐ μᾶλλόν γʼ ἢ καὶ οἱ τῶν τροφῶν ἀποροῦντες διὰ τοὺς πορίσαντας καὶ διδόντας αὐτοῖς ἀποροῦσιν. ἀλλʼ οἶμαι τῆς ἐνδείας ἐστὶν ἅπαντα ταῦτα, οὐχ ὧν τις μετέσχεν οὐδʼ ὧν ὅσον οἷόν τʼ ἦν ἐκαρπώσατο. εἰ μὲν οὖν τι χεῖρον Ἀθηναίους ἐκεῖνοι προὐδίδαξαν, λεγέσθω τοῦτο κατʼ αὐτῶν, οὐδεὶς λόγος αὐτοὺς παραιτήσεται τὸ μὴ οὐ φαύλους εἶναι· εἰ δὲ μὴ
πάντας ἐπαίδευσαν μηδʼ ὡς οἷόν τʼ ἀκριβέστατα μηδʼ ὡς μάλιστα ἐβουλήθησαν, τί τό γε ἐκπεφευγὸς τῆς ἐκείνων προστασίας ἄν τις τιθείη; οὐ γὰρ τῆς ἐκείνων ὁμιλίας τοῦτο ἀπώναντο, ἀλλʼ οὐκ ἀπώναντο ἐκείνων ἔτι τοῦτό γε. οὔκουν ἐξ ὧν προσεῖχον αὐτοῖς, ἐκ τούτων ἥμαρτον, ἀλλʼ ἐξ ὧν οὐ προσεῖχον ἐπλημμέλησαν. οὕτως ἅ γʼ ἐπείθοντο σαφῶς ἄρʼ οἱ πείθοντες ἔπειθον καλῶς. ἔπειτα μουσικὴν μὲν καὶ γεωμετρίαν καὶ τὰς ἄλλας τέχνας λέγω καὶ τὰς πάνυ φαύλας οὐ πάντες οἱ φοιτήσαντες παρὰ τοὺς διδασκάλους λαμβάνουσιν, ἀλλʼ ἐκ τῶν πολλῶν ὀλίγοι κομιδῆ τινες· καὶ οὐδʼ ἐν τούτοις οὐδεὶς ἐπαναγκάζει τοὺς διδασκάλους αὐτοὺς ὑπευθύνους εἶναι τοῦ διὰ παντὸς ἀκριβοῦς, οὐδʼ ἂν ὁ μαθὼν μὴ πάντα κατορθοῖ, μηδʼ ὅμοιος ᾖ τῷ διδάξαντι, οὐδεὶς τοῦτʼ ἀναμφισβήτητον κατʼ ἐκείνου τίθησιν, οὔθʼ ὡς οὐδὲν ἐπισταμένου τῆς τέχνης οὔθʼ ὡς ἑκόντος ὑποστειλαμένου οὔθʼ ὡς τὸ σύμπαν εἰπεῖν ἀδικοῦντος. ἀλλʼ ἴσμεν τὸν τοῦ Ὁμήρου λόγον ὃν περὶ τῶν παίδων ἔφη κἀπὶ τῶν τοιούτων ἰσχύοντα·καὶ διδασκάλῳ τὸν μὲν ὅμοιον συνέβη γενέσθαι, τὸν δὲ οὒ, καὶ ὁ μέν γε χείρων, ὁ δὲ βελτίων ἐγένετο. οὕτωπαῦροι γὰρ (φησὶ) παῖδες ὁμοῖοι πατρὶ πέλονται,
- οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.
ταῦτʼ ἔχοντα σύνισμεν καὶ ἐν γένεσι καὶ ἐν τέχναις· τὴν δὲ πολιτικὴν εἰ μὴ πάντας ἐπαίδευσαν Ἀθηναίους Θεμιστοκλῆς καὶ Περικλῆς καὶ Μιλτιάδης καὶ Κίμων, μηδʼ ἅπαντας ἐφεξῆς βελτίους ἐποίησαν κατὰ φυλὰς καὶ κατʼ ἄνδρα ὥσπερ θεωρικὸν τὴν ἐπιστήμην διανέμοντες, εἶθʼ ὑπερφυές τι φήσομεν κατʼ αὐτῶν εὑρηκέναι, ὡς οὐδʼ αὐτοὶ βελτίους οὐδενὸς ἦσαν εἰς ταῦτα; καὶ τοῦ μὲν χυτρέως οὐ κατηγορεῖς ὅτι μὴ πάντας ἐφεξῆς πλάττειν ἐδίδαξε, τῶν δʼ ἄκρων ἐν τοῖς Ἕλλησι κατηγορεῖς ὅτι μὴ πάντας ἑαυτοῖς
προσομοίους ἐποίησαν; καὶ οὐκ ἀγαπᾷς τὸ τοῦ σοῦ Πρωταγόρου, εἰ καὶ καθʼ ὁσονοῦν προὐβίβασαν τοὺς πολλοὺς εἰς τὸ βέλτιον, ἀλλʼ εἰ μὴ πάντʼ ἀνεγκλήτως ὁ δῆμος καὶ ὥσπερ ἂν εἷς ἀνὴρ μετεχείρισε, τοῦτʼ ἤδη κατὰ τῶν προστατῶν ἐστί σοι.καὶ μὴν ὁρῶ μέν γε καὶ τοὺς ἰατροὺς καὶ τοὺς πάνυ χρηστοὺς εἶναι δοκοῦντας οὐ καθάπαξ οὕτως ἐξαιροῦντας τὰ νοσήματα ὥστε μηδὲ ἴχνος ἐμμεῖναι τῷ σώματι, ἀλλὰ καὶ τῶν ἀρχαίων πολλάκις ἐγκαταλιπόντας καὶ τὸ πραῧναι χάριν ἀρκοῦσαν τιθεμένους, καὶ ταῖς παντελέσι θεραπείαις τήν γε φύσιν οὐχ οἵους τε ὄντας ὑπερβῆναι, ἀλλὰ ταύτης μὲν ἀπήλλαξαν τῆς νόσου, ἑτέραν δʼ οὐδὲν ἐκώλυσαν ἐπελθεῖν ὕστερον. οὐ γάρ ἐσθʼ ἡ τέχνη διὰ τέλους ἀξιόχρεως, ἀλλʼ ἡ φύσις νικᾷ. τί οὖν θαυμαστὸν εἰ κἀκεῖνοι πολλὰ καὶ χρηστὰ συμβουλεύσαντες Ἀθηναίοις καὶ πολλὰ τῶν δυσχερῶν κωλύσαντες μὴ διὰ τέλους αὐτοὺς ἠδυνήθησαν κατασχεῖν μηδʼ ἀθάνατα ἰάσαντο, ἀλλʼ ἡττήθησαν τῆς δήμου φύσεως, εἴτε καὶ τῆς κοινῆς ἀνθρώπων δεῖ λέγειν, καὶ μὴ ἠδυνήθησαν καθάπαξ ἐκ τῆς πόλεως ἐξελεῖν ἀδικίαν, ὥσπερ γεωργοὶ τὰ λυμαινόμενα τῇ χώρᾳ καθʼ ἕκαστον ἐνιαυτὸν ἐκκόπτοντες, εἶτʼ οὐκ ἐφικνούμενοι διὰ παντὸς τοῦ σπέρματος. εἰ τοῦτον τὸν τρόπον κἀκείνους ἐθέλοντας καθαίρειν τὴν πόλιν ἐξέφυγε καὶ ἐνέμεινε σπέρμα ἀναγκαῖον ἀδικίας καὶ ἀγνωμοσύνης, καὶ οὐ πάνθʼ ὑπήκουσεν αὐτοῖς, ἀλλʼ ἔσθʼ ἃ καὶ καθʼ αὑτὸν ὁ δῆμος ἐβουλεύσατο, τίνα ταῦτʼ ἔχει τοῖς ἀνδράσι φαυλότητα, ἢ τί δεῖ τὰ ἑτέρων ἐκείνοις λογίζεσθαι, ὥσπερ ἂν εἰ καὶ στάσεως οὔσης ἐν τῇ πόλει καὶ τούτων τῆς
ἑτέρας ἡγουμένων τῆς τῶν ἐπιεικῶν, εἶτα τὰ τῶν ἑτέρων ἁμαρτήματα καὶ τῶν εἰς τούτους πλημμελούντων αὐτοῖς τούτοις τις προσετίθει; καὶ τίνʼ ἔχει φύσιν, οἳ μήτʼ ἔδρων ταῦτα καὶ προσέτι κωλύειν ἠξίουν; ἀλλʼ ἴσως οὐκ αὐτοῖς ἐγκαλεῖν, ἀλλʼ ὑπὲρ αὐτῶν ἄξιον ἐγκαλεῖν. καὶ δῆτʼ ἔγωγʼ ἐνεθυμήθην ὡς λυσιτελούντως αὐτῷ Πλάτωνι τὰς αἰτίας ἀπολύομαι καὶ ὁποίας τινὰς αὐτὸς καθʼ αὑτοῦ δίδωσι τὰς λαβὰς ἐκ τῶν ἐγκλημάτων τούτων, εἴ τις αὐτὸν βούλοιτο μιμήσασθαι. φέρε γὰρ πρὸς θεῶν, εἰ καθάπερ τὸν Πρωτεσίλαόν φασι παραιτησάμενον τοὺς κάτω γεγενῆσθαι μετὰ τῶν ζώντων, ἢ καὶ ὥσπερ τῶν κωμικῶν τις ἐποίησε τέτταρας τῶν προστατῶν ἀνεστῶτας, ἐν οἷς δύο τούτων ἔνεισιν, οὕτως οἱ τέτταρες ἡμῖν οὗτοι, περὶ ὧν ἡ νυνὶ διαδικασία, ἀνάστασιν εὕροντο, ὥστε συγγενέσθαι Πλάτωνι μίαν μόνην ἡμέραν ἐπὶ τοῖς λόγοις τούτοις, ἔπειτα ἔλεγον τὸν Περικλέα προστησάμενοι, εἰ δὲ βούλει τὸν Θεμιστοκλέα, οἵπερ ἡμῖν ἐπὶ κέρως τῶν ῥητόρων—καὶ ὅπως μηδεὶς ἐμοὶ τὸ τραχὺ τῆς ἀποκρίσεως λογιεῖται· μάλιστα μὲν γὰρ οὐδʼ ἔσται τοιοῦτον οὐδὲν, ἀλλʼ εἰς ὅσον οἷόν τε ἐπανήσομεν, ἔπειτʼ αὐτῶν ἐκείνων οἴεσθαι χρὴ τοὺς λόγους εἶναι καὶ οὐκ ἐμούς. τὸν ξύοντα δʼ ἀντιξύειν καὶ τοῖς ὄνοις ἡ παροιμία δή που δίδωσι. Περικλέα δὲ κἂν τοῖς λέουσι μᾶλλον ἢ τοῖς ὄνοις εἰκάζειν φαῖεν ἂν Ὁμηρίδαι. ὥστε τοσοῦτόν γʼ ἐξέσται μεταδοῦναι παρρησίας αὐτῷ, ὅσον εἰ μηδεὶς ἀξιοῖ Πλάτωνος καταψηφίζεσθαι, εἰ μηδʼ ἐκεῖνον ἐκ τῶν αὐτῶν τούτων ἐνείη μὴ κεκωλῦσθαι διδάσκειν. εἰ δέ τις ἀχθεσθήσεται τούτοις ὑπὲρ Πλάτωνος, αὐτόχρημα τἀναντία οἷς βούλεται ποιήσει. οἷς γὰρ τὸν Πλάτωνα συκοφαντεῖσθαι φήσει, τούτοις ὅπως
συκοφαντεῖ βεβαιώσει. ἀλλὰ μὴν εἴ γε μηδὲ κακῶς ἀκούσασι καλῶς ἔχειν οἰήσεται ταῖς αὐταῖς χρήσασθαι λαβαῖς, καὶταύταις μὴ ἐπὶ τῷ κακῶς ἀντειπεῖν, ἀλλʼ ἐπὶ τῷ διὰ τῶν ἐκείνου τὰ ἑαυτῶν ἀπολύσασθαι, πῶς εἰρηκέναι γʼ αὐτὸν πρότερον κακῶς ἃ μηδεὶς ἐπηνάγκαζε καὶ διʼ ὧν χείρους ᾤετο ἐκείνους ἀποφαίνειν δεξιόν τι νομίζειν κελεύσει;
ἐροῦσι τοίνυν, ὡς ἐγὼ νομίζω, ταυτὶ, μᾶλλον δʼ εἶπον ἂν, Ἡμεῖς, ὦ Πλάτων, πολλὰ καὶ βλάσφημα ἀκούσαντες ὑπὸ σοῦ οὐ τοῖς ἴσοις ἀμυνούμεθά σε οὐδʼ ἐροῦμεν κακῶς, ἀλλὰ καὶ ἄνδρα ἐν τοῖς πρώτοις καὶ ἄριστον τῶν Ἑλλήνων ἡγούμεθα, καὶ τῇ πόλει συγχαίρομεν, οὐ σοὶ μόνῳ, τῆς σῆς φύσεως. πάντως δʼ ἐξ ἀρχῆς ἕρμαιον ἡμῶν αὐτῶν ἐποιησάμεθα ὅ τι ἡ πόλις ἡμῶν κερδαίνοι. κάλλιστον δὲ πάντων κερδῶν ἡ τῶν ἀγαθῶν ἀνδρῶν φορά· ὧν καὶ ἡμεῖς ποτε ᾠόμεθα εἶναι, σὺ δὲ οὐ δίδως. ἐπειδὴ δὲ καὶ Μιθαίκῳ προσεικάζεις ἡμᾶς τῷ τὴν Σικελικὴν ὀψοποιίαν συγγεγραφότι, εἰκὸς μέν σέ γʼ ἄμεινον ἡμῶν ταῦτʼ ἐπίστασθαι. οὐ γὰρ ἡμεῖς γʼ ἴσμεν περὶ τοιούτων συγγραμμάτων οὐδὲν, οὐ γὰρ πυκνὰ ἐπεμίξαμεν τῇ Σικελίᾳ. ἀλλʼ ὥσπερ σὺ πρὸς τὰ πολιτικὰ ἀσχόλως ἔσχες ὑπὸ τῶν λόγων τῶν ἐν φιλοσοφίᾳ, οὕτως ἡμῖν ὑπὸ τῶν λόγων τῶν πολιτικῶν οὐχ ὑπῆρχε σχολὴ τῶν ἐκεῖ μαθεῖν οὐδέν. ἀλλὰ σέ γʼ οὐκ ἀπεικὸς προστυχεῖν τοιούτοις ἀνθρώποις καὶ συγγράμμασιν, εἰ καὶ μὴ ἑκόντα, ἀλλʼ ἄκοντα, ὥσπερ που καὶ ἄλλων πολλῶν καὶ ἑκουσίων πεῖραν λαβεῖν, ἅτε πολλάκις διὰ τοῦ Σικελικοῦ πελάγους κομισθέντα. φέρε δὴ
πρὸς αὐτῆς τῆς ἐν Σικελίᾳ τραπέζης, εἴτε Μίθαικος αὐτὴν εἴτε καὶ ὁστισοῦν παρετίθει, τί σοι τεκμήριόν ἐστι τῆς ἡμετέρας φαυλότητος; ὅτι νὴ Δίʼ οὐ πάντας Ἀθηναίους δικαίους ἐποιήσαμεν. σὺ δʼ ἐποίησας βελτίω τί Διονύσιον, εἰ μὲν βούλει τὸν Ἑρμοκράτους, εἰ δὲ βούλει τὸνΔιονυσίου; συνεγένου μὲν γὰρ ἀμφοτέροις. οἱ δὲ τί σοῦ καὶ τῆς σῆς συνουσίας ἀπώναντο; καίτοι διελέγου δή που πρὸς αὐτοὺς περὶ τοῦ δικαίου καὶ νόμου καὶ πολιτείας, καὶ τὴν ἰσότητα τὴν ἐν γεωμετρίᾳ καὶ πρὸς ἐκείνους ἐπῄνεις, καὶ οὕτω φιληκόως εἶχον ὥστε καὶ μετεπέμποντό σε, καὶ σὺ προθυμίας ἐνέλιπες οὐδὲν, ὅπως ἀγαθόν τι πράξωσι διʼ ἐκείνων αἱ πόλεις. ἐλελήθεις δὲ ἄρα σαυτὸν ἁπάσαις ταῖς παροιμίαις ἐνεχόμενος, εἰς πῦρ ξαίνων καὶ λίθον ἕψων καὶ σπείρων τὰς πέτρας. τί γὰρ τῶν σῶν νουθεσιῶν καὶ λόγων ἀπέλαυσαν ἐκεῖνοι; τί τῶν θείων ἢ τῶν ἀνθρωπείων ἄμεινον μετεχειρίσαντο μετʼ ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ σοὶ τὰ ὦτα ὑπέσχον; τίς αὐτοὺς μετάνοια τῶν πρόσθεν ἡμαρτημένων εἰσῆλθε; τίς ἔρως φιλοσοφῆσαι πάντα τἄλλα ὑπερβάντας; τί βέλτιον ἢ τῶν κατʼ αὐτὴν τὴν πόλιν ἔσχεν ἢ τῶν ἔξω; τίς Γελώων ἢ Λεοντίνων ἢ τῶν ἄλλων Ἑλλήνων τῶν ἐν Σικελίᾳ χρηστῶν καὶ δικαίων ἐκείνων ἔτυχε διὰ σὲ καὶ τοὺς σοὺς λόγους; εἰ δὲ μὴ τῶν Ἑλλήνων, τίσι τῶν βαρβάρων [τίνι τῶν ἐν Σικελίᾳ ὄντων] ἐνεδείξαντο ὡς βελτίους γεγόνασιν; εἶεν. ἀλλὰ τῶν μὲν Σικελίαν οἰκούντων οὐδενὶ, τῶν δʼ ἐν Ἰταλίᾳ βαρβάρων ἢ Ἑλλήνων τίσιν εἰπέ μοι κάλλιον ἢ πρὸ τοῦ προσηνέχθησαν; εἰς τί καὶ πρὸς τίνας ἀνθρώπους ἐποίησε βελτίους αὐτοὺς ἡ σὴ πολιτεία; τίνι Καρχηδονίων, εἰ μὴ τῶν Ἑλλήνων ἔχεις εἰπεῖν, ἢ τίνι τῶν ἄλλων τῶν ἐν τῇ Λιβύῃ βαρβάρων ἀρετὴν ἀσκῶν
ἐπεδείξατο ὁ τύραννος, ἀφʼ οὗ τῶν Πλάτωνος δογμάτων ἠκροάσατο, εἴτʼ οὖν ὁ πρεσβύτερος λέγω εἴθʼ ὁ νεώτερος; καὶ μὴν εἰ μὲν τοῖς συμβούλοις ἀνατιθέναι χρὴ τὰ τῶν ἐν ταῖς ἐξουσίαις ἁμαρτήματα, τί μᾶλλον ἡμῶν ἢ σαυτοῦ φήσουσι κατηγορεῖς; ἐπειδή γε καὶ κατὰ σοῦ τὰ ἐκείνων ὑπάρχει λέγειν. εἰ δʼ οὐδὲν ἂν εἶναι ταῦτα φαίης πρὸς σὲ, τοῖς αὐτοῖς τούτοις καὶ ἡμᾶς ἀπολύεις, εἴ τι καὶ ὁ Ἀθηναίων δῆμος ἔξω τι τῶν ἡμῖν δοκούντων ἔπραξεν. οἶμαι τοίνυν οὐκ ἀρκέσειν τοῖς ἀνδράσι ταῦτα, ἀλλʼ ἐκεῖνο ἥδιστʼ ἂν αὐτοὺς ἤδη προσθεῖναι, τὸ ποῖον; τὸ ἐπειδὴ τοίνυν ἐν ἀμφοτέροις ἔνεστι μὴ πάνθʼ ὡς ἐδόκει τῷ συμβούλῳπεπρᾶχθαι, πότεροι βελτίονι καὶ δικαιοτέρῳ πράγματι τὴν ἀρχὴν ἐπέθεντο ἡμῶν; πότερον ὁ τὸν τύραννον παιδεύειν ἀξιῶν καὶ πλέων ἔξω τῆς πατρίδος τοσοῦτον, ἢ οἱ τοῖς πολίταις τοῖς ἑαυτῶν τὰ βέλτιστα ἐθελήσαντες συμβουλεῦσαι, καὶ τούτοις ἐκ τῶν δυνατῶν ἀμείνω τὰ πράγματα ποιεῖν; τί φῂς, ὦ Πλάτων, πρὸς ταῦτʼ, ἐροῦσι, καὶ ὅτε γε καθάπαξ οὐκ ἐκρατήσαμεν, πότεροι μᾶλλον τῆς γνώμης τῆς ἐξ ἀρχῆς ἐφικόμεθα; καὶ πότεροι πλέον προὐβιβάσαμεν; πότερʼ ἡμεῖς βελτίους Ἀθηναίους ἀπεφήναμεν, ἢ σὺ τοὺς τυράννους; καὶ μὴν ἐκείνοις μὲν πλὴν ἴσως ὀλίγων ἅπανθʼ ἡμάρτηται, τοῖς δὲ μεθʼ ἡμῶν ἅπαντα κάλλιον πλὴν ὀλίγων ἢ κατὰ πάντας ἀνθρώπους πεποίηται. τοσοῦτον ἡμεῖς ἀμείνους τοὺς ἡμῖν χρωμένους ἀπεδείξαμεν ἢ σὺ τοὺς σοί. εἰ δʼ ἐρεῖς ὅτι βελτίους οὗτοι τὴν φύσιν, καὶ ταύτῃ φρονιμωτέρους ἡμᾶς ἀποδεικνύεις, εἴ τινας ἐν τούτοις ἔσχομεν ἐλπίδας, οὐχ ὥσπερ σὺ τοῦ παντὸς διήμαρτες, ἐκείνοις διαλέγεσθαι προὔργου τι δόξας εἶναι. ἔπειτα ὥσπερ ἐν οἷς βελτίους ἑτέρων γεγόνασι τὴν φύσιν αἰτιᾷ, οὕτως εἴ τι καὶ προπετέστερον εἰργάσθαι σοι δοκοῦσι, τῆς φύσεως αὐτὸ θὲς τῆς αὐτῆς καὶ μὴ
λάμβανʼ ἐφʼ ἡμᾶς, μηδʼ ἃ μὲν ἡμῶν ἡγουμένων κατέπραξαν, ἀποστέρει τοὺς συμβουλεύσαντας καὶ τοὺς συγκατεργασαμένους ἡμᾶς τῷ δοκεῖν τὰ βέλτιστα παραινέσαι, ἃ δʼ ἐπὶ σφῶν αὐτῶν ἐξήμαρτον εἰς ἡμᾶς, ταῦθʼ ὡς ἡμεῖς ἀδικοῦμεν λέγε. ἐκείνων μὲν γὰρ καὶ ἡμεῖς αἴτιοι τὸ μέρος, τούτων δὲ οὐδὲ μικρόν. ἀλλὰ ταῦθʼ, ὡς ἔφη Σοφοκλῆς, πεπονθότʼ ἐστὶ μᾶλλον ἢ δεδρακότα. καὶ μὴν εἴ γε τὸ προσκροῦσαι καὶ χρήσασθαί τινι συμφορᾷ κακίας ἔλεγχός ἐστι καὶ μέμψιν δικαίαν ἔχει τῷ πεπονθότι, σκόπει πρὸς τὰ ἡμέτερα καὶ τὰ σαυτοῦ. ποῖʼ ἄττʼ ἀπέλαυσας τῶν τυράννων οὓς παιδεύειν προῃροῦ; μὴ ἄρʼ οὐ Πολυκράτης τὴνἔξωθεν τύχην οὐδʼ αὐτὸς ἡμῖν ἦσθα. οὕτω μὲν ἐξ ἀρχῆς εἱρχθεὶς ἐτρέφου παρὰ ἐλπίδα καὶ παρʼ ἀξίαν ἅπασαν σεαυτοῦ, καὶ εἰ μή σε ἀνὴρ Ἰταλιώτης ἐξῃτήσατο τῶν Πυθαγορείων, ὥσπερ σὺ φῂς τὸν πρύτανιν, ὅτι ἡμῶν ἕνα μέλλοντα εἰς τὸ βάραθρον ἐμπεσεῖσθαι διεκώλυσε, κἂν αὐτὸς ἴσως εἰς τὰς λιθοτομίας ἐνέπεσες, ἢ δή τοι τό γε δεύτερον οὐκ ἂν ὑπεξέφυγες Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα τοῦ πορθμοῦ, ἀλλʼ ἐτεθνήκεις ἂν αὐτοῦ ἐν Σικελίᾳ. νῦν
δὲ Ἀρχύτας ἦν ὁ κωλύσας καὶ Διονύσιος Ἀρχύταν μὲν ἐπιστέλλοντα ᾐσχύνθη καὶ ἔδωκε τὴν χάριν, Πλάτωνα δὲ οὐκ ᾐσχύνετο, ᾧ συνῆν καὶ οὗ τοὺς καλοὺς ἐκείνους καὶ σεμνοὺς λόγους ἤκουσεν, ἀλλὰ τοσοῦτον ἔδει τιμᾶν ἢ πείθεσθαι λέγοντι ὥσθʼ, ἵνα σου τῆς φωνῆς μὴ ἀκούοι, καθείρξας εἶχεν ὡσεί τινα ἀτίμητον μετανάστην. καὶ περιειστήκει σοι τὸ τοῦ Κίμωνος, ὃ σὺ φῂς πρὸς αὐτὸν τοὺς Ἀθηναίους οὐκ ἐθέλειν αὐτοῦ τῆς φωνῆς ἀκούειν, οὐδὲ σοῦ τότʼ ἠξίου Διονύσιος, πλὴν ὅσον οὐκ ἐν τοῖς ἴσοις ἦσθα. ἐκεῖνον μὲν γὰρ Ἀθηναῖοι μετέστησαν ὅπως αὐτοῦ δέκα ἐτῶν μὴ ἀκροάσαιντο, σοὶ δὲ οὐδʼ αὐτὸ τοῦτο ἐξῆν μεταστῆναι καὶ πάνυ δή που βουλομένῳ τε καὶ ζητοῦντι, νοῦν ἔχοντι, ὡς ἐγώ φημι. ἀλλὰ τοῦτʼ ἦν ἡ δεινὴ συμφορὰ τὸ μὴ ἐξεῖναι ἀπελθεῖν, ἀλλὰ μένειν πρὸς βίαν καὶ μονονοὺ προσηλῶσθαι. καὶ παραδίδωσι δή σε μετὰ ταῦθʼ ὁ φίλτατος ἀνδρὶ Σπαρτιάτῃ Πόλλιδι, καὶ οὐδʼ ἐνταῦθʼ ἔστη τῆς ὕβρεως, ἀλλʼ ἀποδόσθαι προσέταξεν, ἀποδόσθαι τὸν ἄριστον οἴμοι τῶν Ἑλλήνων, ὥσπερ ἀνδράποδον τῶν ἐπʼ ἐξαγωγῇ. οὐκ ἂν ἡμῶν γε ζώντων καὶ τῶν τριήρων οὐσῶν τοῦθʼ ὕβρισεν ὁ θεοῖς ἐχθρὸς ἐκεῖνος. ὅμως δʼ ἐπέταξε καὶ Πλάτων ἐξήγετο ἐκ Σικελίας ὑπὸ Πόλλιδος καὶ ὁ Πόλλις αὖ πάλιν παραλαβὼν Διονύσιον μὲν καὶ ἀπόντα ᾐσχύνετο καὶ ὧν ἐπέσκηψεν ἐμέμνητο, σὲ δʼ ὁρῶν καὶ συνὼν παρʼ οὐδὲν ἐποιεῖτο, ἀλλʼ ἡ θαυμαστή σου δύναμις καὶ πειθὼ κατὰ τοὺς λόγους ἡττᾶτο τῶν ἐντολῶν τοῦ Διονυσίου· καὶ Πόλλις ἐκείνῳ μὲν συνεβάλλετο, καὶ ταῦτα τοιαῦταἐπιτάξαντι, σοὶ δʼ οὐδέν· προσθῶμεν δὲ ὅτι καὶ Σπαρτιάτης ὢν καὶ τεθραμμένος ἐν νόμοις καὶ πολιτείᾳ δεύτερα τῶν πασῶν ἐχούσῃ παρὰ σοὶ κριτῇ, μᾶλλον δὲ πρῶτα τῶν οὐσῶν. καί σοι μάτην, ὡς ἔοικε, τὰ πολλὰ ἐκεῖνα εἰς
τὴν τῶν Λακεδαιμονίων πόλιν ὕμνητο. ὁ γοῦν τῶν Λακεδαιμονίων ποτὲ ναύαρχος τοσοῦτον διήμαρτε τῆς σῆς ἀξίας, ὅσον οὐδʼ ἂν εἷς Περσῶν ἢ Σκυθῶν, οἷς οὐκ ἦν συνεῖναι τῆς σῆς φωνῆς τὸ παράπαν. καίτοι γε εἰ μὲν ἠξίους αὐτὸν ἀμείνω γενέσθαι Διονυσίου περὶ σὲ καὶ βουλεύσασθαί τι βέλτιον, ὁ δὲ οὐ προσεῖχέ σοι τὸν νοῦν, ἀλλὰ τοῦ μὴ παρόντος ἦν καὶ τοῦ τὰ αἴσχισα ἐντειλαμένου, πῶς οὐχ ἡττῶ πάμπολυ τοῦ τυράννου καὶ ποῦ δίκαιος εἶ προφέρειν εἴ τίς τινα πείθειν ἐγχειρῶν ἀπέτυχεν; εἰ δὲ σὺ μὲν στέργειν ἠξίους τοῖς παροῦσιν, ὁ δὲ οὐκ ᾐδεῖτό σου τὴν σιωπὴν οὐδʼ ἁπάντων λόγων ἡγεῖτο ἱκανωτέραν εἶναι τοὺς προσήκοντας αὐτῷ λογισμοὺς περὶ σοῦ παραστῆσαι, πῶς τῶν εἰκότων ἐτύγχανες, ἢ πῶς τὰ πρέποντα ἀπέλαυες τῆς φύσεως τῆς σεαυτοῦ; νὴ Δίʼ ἀλλʼ οὐδὲν σὺ χείρων, εἰ παρέπαιε Πόλλις καὶ Διονύσιος. οὐδέ γʼ ἡμεῖς, ὦ μακάριε, εἴ τις περὶ ἡμᾶς φαῦλος Ἀθηναίων ἐγένετο. εἰς τοίνυν τοῦθʼ ἧκεν ὁ Πόλλις ὑπερβολῆς καὶ οὕτω σφόδρα ἐσπούδασε κύριος καταστὰς βουλεύσασθαι περὶ ἀνδρὸς οἵου μηδʼ ὄναρ ἤλπισεν, εἶτα φανῆναί τι παμμέγεθες βεβουλευμένος καὶ ὑπερβάλλον φιλανθρωπίᾳ τε καὶ παιδείᾳ, ὥστε κομίσας εἰς Αἴγιναν, ἐν ᾗ θάνατος προείρητο εἴ τις Ἀθηναίων ἐπιβαίνων ληφθείη, ἐνταῦθα ἐκβιβάζει σε. κἀνταῦθα αὖ τὸ τοῦ Θεμιστοκλέους ἠτύχεις, μᾶλλον δὲ καὶ ηὐτύχεις. ἐκεῖνός τε γὰρ εἰς Μολοττοὺς ὡς Ἄδμητον ἐχθρὸνὄντα αὐτῷ παραγίγνεται καὶ διʼ ἐκείνου σώζεται καὶ σοὶ παρὰ τοῖς ἐχθροῖς τοῖς κοινοῖς τῆς πατρίδος τῆς σαυτοῦ συνέβαινεν ἐξετάζεσθαι. καὶ εἰ μὴ ἐκεῖνοι βελτίους ἐγένοντο
τοῦ τυράννου καὶ τοῦ διακόνου, —καὶ οὗτοί γε καλῶς ποιοῦντες τὴν Πλάτωνος φιλοσοφίαν καὶ δόξαν ᾐσχύνθησαν, —ἐτεθνήκεις ἂν αὐτόθι νῆσον ἀντὶ νήσου μεταλαβὼν, ἐν προθύροις τῆς πατρίδος, οὐκ ἐν Σικελίᾳ· τοσοῦτον ἔμελλες κερδαίνειν. ὁ δὲ χρηστὸς σύμπλους ὁ Σπαρτιάτης οὐδʼ ὣς ἐπελάθετο ὧν ἤκουσε παρὰ τοῦ Διονυσίου, ἀλλʼ ἐπώλησε τὴν ἱερὰν κεφαλήν· καὶ πωλοῦντος Πόλλιδος Ἑλλήνων μὲν οὐδεὶς ὠνεῖτό σε—οὕτω πάντες κατείχοντο ὑπὸ τῶν σῶν λόγων—Λίβυς δʼ ἄνθρωπος Ἀννίκερις ὄνομα, ὃν οὐδʼ ἠπίστατο ἀνθρώπων οὐδεὶς, εἰ μὴ ταῖς σαῖς συμφοραῖς ἀπεχρήσατο. νῦν δʼ οὐ Πλάτωνα ἐπρίατο, ἀλλὰ δόξαν αὑτῷ καὶ τὸ γιγνώσκεσθαι. καὶ τότε ἤδη Δίων τὰ θαυμαστὰ ἐφιλανθρωπεύετο πέμπων τὰ λύτρα τῷ Λίβυϊ. ἀλλʼ οὐδʼ ἐκεῖνός γʼ ἡττήθη τοῦ Δίωνος, ἀλλʼ ἀφῆκέ σε προῖκα, ὁ μηδεπώποτʼ ἰδὼν πρότερον μηδʼ ὁμιλήσας μηδαμοῦ μήτε νήσων μήτʼ ἠπείρου. ἐλθὼν τοίνυν οἴκαδε καὶ διαφυγὼν ὥσπερ τις Ὀδυσσεὺς οὐ θανάτους μόνον, ἀλλὰ καὶ δουλείαν, καὶ οὑτωσὶ σαφῶς ἐπὶ τῇ ἑτέρων κακίᾳ καὶ φιλανθρωπίᾳ γενόμενος χρόνον μέν τινα ἡσυχάσας· ὡς δὲ τελευτήσαντος τοῦ προτέρου Διονυσίου παραλαβὼν τὴν ἀρχὴν ὁ ἐξ ἐκείνου Διονύσιος μετεπέμπετο αὖθίς σε εἰς τὴν πολυύμνητον Σικελίαν, ὥσπερ μετὰ τῶν ἄλλων ὧν παρὰ τοῦ πατρὸς παρειλήφει καὶ τὴν εἰς σὲ ὕβριν παρειληφὼς, καὶ κληρονομῶν καὶ τοῦ σοι προστάττειν, ὥσπερ Συρακοσίοις ἢ τοῖς ἄλλοις τοῖς ἐν Σικελίᾳ, ᾤχου δὴ πλέων. καὶ ποίωντινῶν ἀπέλαυσας πάλιν αὐτὸς οἶσθα, ὡς οὔθʼ ὧν ἀπῆρας χάριν διεπράξω ἠνέσχου τε πολλὰ καὶ παντοῖα, καὶ παντὸς μᾶλλον ἢ σαυτοῦ, τοσοῦτον εὐτυχήσας μόνον, εἰρήσεται γὰρ, ὅσον οὐ μετέσχες τῆς Φιλοξένου τοῦ διθυραμβοποιοῦ τύχης, καίτοι πράττων μάλιστά πως ἀντίπαλα ἐκείνῳ. μή τοι νομίσῃς ἡμᾶς ἀγνοεῖν τοὺς σοὺς λόγους ἢ μὴ συγχωρεῖν ἀληθεῖς εἶναι, ὡς οὐ θέμις ἀνδρὶ βελτίονι ὑπὸ χείρονος οὔθʼ ὑβρίζεσθαι οὔτε βλάπτεσθαι. σύνισμεν ταῦτα καὶ μαρτυροῦμεν ὡς ἀληθῆ λέγεις, ὅμως δέ γε ὁ θαυμαστὸς ἐκεῖνος ἐραστής σου οὐδʼ ὁτιοῦν ὕβρεως καὶ ἀσελγείας ἀπέλιπε. καὶ σὺ μὲν ἴσως οὐδὲν ὑβρίσθης, ὁ δʼ οἷς ἡγεῖτο ὑβρίζειν, πλείω ταῦτʼ ἔπραττεν ἢ διʼ ὧν ᾔδει τιμήσων. καὶ οὐδʼ οὕτω κατέλυσας τὴν πρὸς ἐκεῖνον ὁμιλίαν καὶ τὸ πλεῖν, ἀλλʼ οὕτω παρʼ ἐλπίδα καὶ παρʼ ἀξίαν ἀπαλλάξας καὶ ἀγαπητῶς ἀποσωθεὶς πάλιν οἴκαδε τοσοῦτον ἀπέσχες τοῦ ἑτέροις τι δύνασθαι συμβουλεῦσαι ὥστʼ οὐδὲ σαυτῷ συνεβούλευσας, ὅπερ λοιπὸν ἦν. ἀλλʼ ἡ μὲν παροιμία καὶ Ὅμηρός φησι, ῥεχθὲν δέ τε νήπιος ἔγνω· σὺ δʼ ὁ τῶν Ἑλλήνων σοφώτατος οὐδʼ οὕτως ἐπαιδεύθης, ἀλλὰ πάλιν σε χειροῦται Διονύσιος, ἐλπίδας φιλανθρώπους ὑποτείνας, καὶ πάλιν αὖ τῶν τῆς τυραννίδος κακῶν ἐπειρῶ, τὸ τρίτον πλεύσας ὥσπερ οἱ
παλαισταὶ παλαίουσι, δὶς μὲν πρὸς τὸν αὐτὸν προσπταίσας, τρίτον δʼ ὅλως πρὸς τύραννον καὶ τυραννικὴν οἰκίαν.οὕτως οὐδʼ αὐτὸς ἐξ οὐρίας τὰ πάντα ἔθεις. τί οὖν ἡμῖν τὴν τύχην προφέρεις αὐτὸς τοιαύτης πεπειραμένος; ὥσπερ ἂν εἰ Ὀδυσσεὺς τῷ Μενέλεῳ τὴν πλάνην ὠνείδιζεν, ὦ οὗτος, ἧκον μὲν οὐδʼ αὐτὸς μετὰ πάντων, μετὰ πλειόνων