Orationes 45

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

τούτοις ἔοικεν. ἔγραφον δʼ ἂν καὶ τὴν τέχνην, εἰ μὴ μειρακιῶδες. οὐ μὴν ἀλλʼ ἔν γε τοῖς ἄνω λόγοις ἐπειρώμην δεικνύειν ὅτι ῥητορικὴ διὰ πάντων τῶν τῆς ἀρετῆς μορίων διήκει, φρονήσει μὲν εὑρεθεῖσα, εὑρεθεῖσα δὲ ὑπὲρ δικαιοσύνης, σωφροσύνῃ δὲ καὶ ἀνδρείᾳ φυλαττομένη. τοῦτο δὲ καὶ κατὰ τούτους τοὺς λόγους αὐτῆς ἰδεῖν ἔστιν. ἔστι μὲν γὰρ δή που ῥητορεύειν τὸ τὰ δέοντα ἐξευρεῖν καὶ τάξαι καὶ τὰ πρέποντα ἀποδοῦναι μετὰ κόσμου καὶ δυνάμεως. φαίνεται δὲ ἡ μὲν εὕρεσις κατὰ τὴν φρόνησιν ἔχουσα, εἴπερ ἀμήχανον φρονήσεως ἀπολειπόμενον τῶν χρησίμων εὑρεῖν ὁτιοῦν, ἡ δὲ σωφροσύνη κατὰ τὴν διαχείρισιν οὖσα καὶ τὴν τῶν ἡγουμένων τε καὶ εἰκότων συμφωνίαν· ἀντὶ δὲ αὖ τῆς δικαιοσύνης τὸ πρέπον τίθει. τοῦτο δέ ἐστιν ὁποῖα ἄττα καὶ ὁπόσα ἑκάστῳ προσήκει τῷ πράγματι σῶσαι. ἀλλὰ μὴν ἀνδρείας ἐκ τοῦ εὐθέος οὐδὲν οὕτω μετέχειν ὡς ὁ λόγος βούλεται. τὸ γὰρ ταπεινὸν καὶ ἀγεννὲς οὐδὲν οὕτως ὡς ὁ λόγος ἐξορίζει καὶ ὑπερφρονεῖ. εἶεν. ἐχόντων δὴ τούτων οὕτως τίνος ὧν εἶπον λαβόμενον κακίζειν ἔνεστι τὴν ῥητορικήν; ἢ τίς ἄμεινον καὶ καθαρώτερον ἐκ τῶν εἰκότων ἀνθρώπῳ προσφέροιτʼ ἂν ἢ ὅστις δύναιτο

ὁποίους χρὴ καὶ ὁπόσους καὶ πρὸς ὁποίους καὶ οὕστινας δεῖ ποιεῖσθαι τοὺς λόγους, ἢ πῶς ἔξω τῆς τοιαύτης δυνάμεως ἔνεστιν ἢ πολλοῖς ἢ ὀλίγοις ὀρθῶς διαλεχθῆναι; ἢ πῶς ἀδελφῷ προσομιλεῖν, νεωτέρῳ ἢ πρεσβυτέρῳ λέγω, ἢ πῶς γονεῦσιν, ἢ πῶς ἑταίροις, ἢ πῶς εἰδόσιν, ἢ πῶς ἀγνοοῦσιν, ἢ πολεμίοις, ἢ συμμάχοις, ἢ τρυφῶσιν, ἢ δεομένοις, ἢ μυρία ἄν τις ἕτερα ἐπιδιαιροῖ; ὁ γὰρ τὸ πρέπον τῶν λόγων ἐξητακὼς πανταχοῦ καὶ τὸν καιρὸν εἰδὼς καὶ δυνάμενος ταῦθʼ ὥσπερ οἶδε καὶ περαίνειν, οὗτός ἐστιν ὁ μόνος πᾶσιν οἷς εἶπον χρῆσθαι δυνάμενος, οὗτος ὁ νουθετῶν ἀνύτειν, οὗτος ὁ κατηγορῶν πιστεύεσθαι, οὗτος ὁ πανταχοῦ κρείττων τοῦ κατὰ ταῦτα ἀπολειπομένου. καὶ μὴν ὅ γε εἰδὼς τί δεῖ λέγειν οἶδε τί δεῖ σιωπῆσαι καὶ πότʼ

ἄμεινον εἰπεῖν καὶ πότʼ ἐᾶσαι, ὥσπερ καὶ ὅστις οἶδε πότε πλεῖν καιρὸς, οὐκ ἀγνοεῖ καὶ πόθʼ ὁρμεῖν· ὅστις δὲ λόγου καὶ σιωπῆς καιρὸν ἐπίσταται, κατʼ οὐδέτερον τούτων ἁμαρτήσεται. ὁ δὲ μήτε λέγων μήτε σιωπῶν οὐδέποτε ἐκ τῶν εἰκότων κατὰ γοῦν τὴν τέχνην. οὐκ ἄρα τοῦ φιλοσόφου μᾶλλον ἢ τοῦ ῥήτορος εἰδέναι πότε χρὴ σιωπᾶν. καὶ μὴν ὅστις γε ἃ προσήκει λέγειν οἶδεν οἶδεν ἃ πράττειν

προσήκει. οὐδεὶς γάρ ἐστιν ὅστις ἃ προσήκει πράττειν εἰπεῖν εἰδὼς ἃ προσήκει πράττειν ἀγνοεῖ, οὐδὲ ὅστις ἀγνοῶν ἃ προσήκει πράττειν εἰπεῖν ἔχει. καὶ μὴν ὅ γε εἰδὼς ἑτέρῳ τί πρακτέον οἶδε καὶ τί αὑτῷ δή που, ὥσπερ γε καὶ ὅστις διψῶντα ἕτερον παύειν ἑαυτὸν οὐκ ἀγνοεῖ. ὁ αὐτὸς ἄρα ἐκ τοῦ λόγου φαίνεται λέγειν τε ἃ δεῖ καὶ πράττειν δυνάμενος καὶ ὁ αὐτὸς περὶ ἀμφοτέρων κατὰ τὸ εἰκὸς ἁμαρτών.

ταῦτʼ ἄρα καὶ οἱ παλαιοὶ συνῆπτον τὰς δυνάμεις καὶ οὐ διέκρινον. ἀλλʼ Ὅμηρος μὲν ἔφη τὸν Φοίνικα ὑπὸ τοῦ Πηλέως πεμφθῆναι τῷ Ἀχιλλεῖ

μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτηρά τε ἔργων,
ὡς τὸν αὐτὸν εἰδότα ἅ τε δεῖ λέγειν καὶ ἃ πράττειν ἄμεινον. καὶ πρό γε τούτου πρότερον αὐτὸς συνῆψεν εἰπὼν
    οὔπω εἰδόθʼ ὁμοιίου πολέμοιο,
  1. οὐδʼ ἀγορέων, ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσιν,
τὸ μὲν πρακτικὸν ἐξ ἑνὸς εἴδους τοῦ κατὰ τὸν πόλεμον ἐμφανίζων, τὸ δʼ αὖ λογικὸν ἐκ τοῦ κατὰ τὰς ἀγορὰς, μνησθεὶς δὲ ὅμως ἀμφοτέρων τὸ ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσι ταῖς ἀγοραῖς προσέθηκεν, οὐ τῷ πολέμῳ, ὡς ἀμείνω τὸν ῥήτορα ὄντα ὅταν λέγῃ περὶ τῶν πρακτέων, ἢ ὅταν αὐτὸς πράττῃ τὴν πρᾶξιν. εἰκότως. ὅσῳ γὰρ βέλτιον ἄρχειν ἢ διακονεῖν, τοσούτῳ λέγειν τὰ δέοντα βέλτιον ἢ πράττειν. ὁ μὲν γὰρ οἶμαι πολλοῖς σύμβουλος γίγνεται, ὁ δὲ ἀνθʼ ἑνὸς ἄλλου τινὸς γίγνεται. ὥσπερ οὖν
τοὺς ἀρχιτέκτονας τῶν τεκτόνων ἀνάγκη προέχειν, ὄντας ὅμως περὶ ταῦτα ἃ τῆς τῶν τεκτόνων ἐστὶν ἐμπειρίας,

οὕτω τοὺς ἐν ταῖς ἀγοραῖς καὶ τοῖς λόγοις προέχοντας τῶν τούτοις ὑπηρετούντων βελτίους ὁ ποιητὴς ἔθηκε καὶ προσεῖπεν ἀριπρεπεῖς, μάλα ὀρθῶς προσειπών. ὁ μὲν γὰρ ἐν πολλοῖς πράττων οὐκ ἔκδηλος γίγνεται· πολλοὶ γὰρ οἱ μετέχοντες· ὁ δὲ εἰς τὸ μέσον λέγων ἅπαντας ἐφέλκεται καὶ πάντες εἰς αὐτὸν ὁρῶσιν·

    ὁ δʼ ἀσφαλέως ἀγορεύει,
  1. αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν.
εἰς γὰρ ἕτερα αὖ παραπλήσια σχεδὸν αὐτομάτως ἥκει φέρων ὁ λόγος· ἐν οἷς Ὅμηρος σαφῶς μαρτυρεῖ ὅτι οὐ κολακεύων ὁ ῥήτωρ λέγει οὐδὲ ὑποπεπτωκὼς, οὐδὲ τὸν δεῖνα ἢ τὸν δεῖνα θαυμάζων, οὐδὲ ἐπίκαιρον ἡδονὴν διώκων, ἄλλος ἄλλοθι γιγνόμενος, ὥσπερ οἱ ὀψοποιοὶ χάριν ἡδονῆς ἑτέρου, οὐδὲ σχηματιζόμενος ὡς δοῦλος τῶν ἀεὶ δυναμένων, ἀλλʼ ἀσφαλῶς ἀγορεύει, φησί. τὸ δὲ ἀσφαλῶς ἔστιν ἀπταίστως. ἀμήχανον δὲ ἀπταίστως λέγειν ὅστις μὴ ὑγιῶς λέγει. αἴτιον δὲ τούτου φησὶν ὅτι αἰδοῖ μειλιχίῃ, οὐ τὸ ἀναιδέστατον ἦθος τὸ τοῦ κόλακος λαμβάνων ἐν τῇ ψυχῇ καὶ ἀναματτόμενος, ἀλλʼ αἰδούμενος. τοῦ γὰρ τοιούτου καὶ τοὺς λόγους ἀνάγκη κοσμίους εἶναι, κόσμον δὲ καὶ τάξιν ἔχοντα κρατεῖν. Ἡσίοδος δʼ αὖ φησι καὶ τοὺς βασιλέας θείᾳ μοίρᾳ καὶ δόσει γίγνεσθαι λόγων μετόχους, λέγων ὅτι ἡ Καλλιόπη
    καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
  1. ὅντινα τιμήσουσι Διὸς κοῦραι μεγάλοιο,
  2. γιγνόμενόν τʼ ἐσίδωσι διοτρεφέων βασιλήων,
  3. τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἀοιδὴν,
  4. τοῦ δʼ ἔπεʼ ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ τε λαοὶ
  5. πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας
  6. ἰθείῃσι δίκῃσιν· ὁ δʼ ἀτρεκέως ἀγορεύων
  7. αἶψά τε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσε·
σχεδὸν οὐ μόνον κατὰ ταὐτὰ, ἀλλὰ καὶ ταὐτὰ ἄντικρυς Ὁμήρῳ λέγων, μᾶλλον δὲ πολὺ κυριώτερον καὶ λαμπρότερον οὗτος τῇ ῥητορικῇ συναγορεύων, ὁπότʼ οὐ μόνον πράττειν τὰ δέοντα τὸν αὐτὸν ὅνπερ λέγειν τὰ δέοντα

τίθησιν, ἀλλὰ καὶ τοὺς ἀρίστους τῶν βασιλέων ῥητορικῆς φησι μετουσίᾳ γίγνεσθαι τοιούτους. καὶ προστίθησι

    τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς
  1. βλαπτομένοις ἀγορῇφι μετάτροπα ἔργα τελεῦσι,
  2. ῥηιδίως μαλακοῖσι παραιφάμενοι ἐπέεσσι·
δύʼ ἐν τούτοις μαρτυρῶν, ὅτι τε ἡ ῥητορικὴ σύνεδρος τῆς βασιλικῆς καὶ ὅτι περὶ τὸν αὐτόν ἐστι τό τε τοῦ ἐχέφρονος πρόσρημα καὶ τὸ λέγειν καλῶς. ὁ γὰρ ἐν μὲν τοῖς ἄνω ποιήσας ὡς ἄρα ἡ Καλλιόπη τοῖς αἰδεσιμωτάτοις τῶν βασιλέων ἕπεται καὶ ποιεῖ δύνασθαι λέγειν, ἐνταῦθα δὲ προσθεὶς τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, ὥστε διαιρεῖν τὰ τοῦ δήμου διάφορα, δεικνύει ἐν ᾗ μοίρᾳ πρόσθεν ἔθηκε τοὺς λόγους, ἐν ταύτῃ τὴν σωφροσύνην, καὶ πάλιν
αὖθις ὡς οὐχ ὑπʼ ἀνοίας τοὺς ῥήτορας ὄντας καὶ ἐχέφρονας, ῥητορικῆς μὲν ἀρχὴν φρόνησιν καὶ σωφροσύνην τιθεὶς, ταύτας δʼ αὖ συνάψας πρὸς ἀλλήλας, τήν τε βασιλικὴν καὶ δικαστικὴν, ὀρθῶς ἀγορεύων Ἡσίοδος καὶ τὰς Μούσας ἀμειβόμενος δικαίως, παρʼ ὧν καὶ τὸ δύνασθαι περὶ τούτων λέγειν παρειληφὼς ἦν. οὐκοῦν οἱ μὲν ἐχέφρονες περὶ τούτων λέγουσι τὰ δέοντα, οἱ δὲ βασιλεῖς λέγειν εἰδότες εἰσὶν ἐχέφρονες, οὐ μόνον ἵνʼ αὐτοὶ τὰ δέοντα πράττωσιν, ἀλλʼ ἵνα καὶ ἑτέρους παρασκευάζωσιν. ἔστιν ἄρα ῥητορικῆς ἔργον καὶ φρονεῖν ὀρθῶς καὶ μὴ μόνον αὑτὸν ἃ δεῖ πράττοντα, ἀλλὰ καὶ ἑτέρους πείθοντα ἃ δεῖ πράττειν παρέχεσθαι, καὶ ὅλως εἶναι βασιλικόν. οὐκ ἀποστατεῖ δὲ οὐδὲ ἡ παροιμία τούτων ἡ λέγουσα οἷος ὁ τρόπος, τοιοῦτον εἶναι καὶ τὸν λόγον· καὶ πάλιν τὸ ἕτερον ὡσαύτως. οὕτω καὶ τοῖς παρʼ ἡμῶν λόγοις, μᾶλλον δὲ οἷς αὐτὸς ὑποτίθησιν ὁ λόγος, καὶ τῇ παρὰ τῶν πραγμάτων μαρτυρίᾳ καὶ τῇ παρὰ τῶν ἐντιμοτάτων ποιητῶν καὶ τῇ τῶν παροιμιῶν πίστει παρʼ ἡμῖν τἀληθές ἐστιν.

εἰ δὲ δεῖ καὶ μῦθον λέγειν, δέδοικα μὲν ἐγὼ μὴ καὶ ταῖς γραυσὶν ἡμᾶς ἐξούλης ὀφλεῖν ἐπισκώπτων φῇ τις ἀνὴρ κωμικός. ἐρῶ δὲ οὐ μῦθον ἄλλως αὐτὸν εἰς αὑτὸν τελευτῶντα, ἀλλὰ καὶ ἐνταῦθα ἡ παρὰ τῶν πραγμάτων προσέσται

πίστις, ἵνʼ ὡς ἀληθῶς καὶ τὴν τοῦ Ἀμφίονος ῥῆσιν ἀνταποδῶ καὶ τὸν Ζῆθον ἀναμνησθῶμεν εἰπεῖν, εἰ μὴ κατὰ

τὸν Εὐριπίδην εἷς ἀμφοτέρους ποιήσει τοὺς λόγους, ἀλλὰ κατʼ αὐτοὺς ἐκείνους διελώμεθα. νεωστὶ γὰρ τῶν ἀνθρώπων γεγονότων καὶ τῶν ἄλλων ζώων θόρυβος πολὺς ἦν κατὰ τὴν γῆν καὶ ταραχή. οὔτε γὰρ αὐτοί σφισιν εἶχον ὅ τι χρήσονται, οὐδὲ γὰρ ἦν οὐδὲν τὸ συνάγον, ἀλλʼ οἱ μείζους τοὺς ἐλάττους ἦγον, οὔτε τοῖς ἄλλοις ζώοις εἶχον ἀνταρκεῖν· πᾶσι γὰρ πάντων ἀπελείποντο ἄλλοτε ἄλλων, τάχει μὲν τῶν πτηνῶν ἁπάντων—ὅπερ οὖν Ὅμηρος ἔφη τοὺς Πυγμαίους πάσχειν ὑπὸ τῶν γεράνων, πᾶσι τοῖς τότε ὑπὸ πάντων συνέβαινε τῶν ἀλκίμων ὀρνίθων— κατʼ ἰσχὺν δʼ αὖ πόρρω καὶ τῶν λεόντων καὶ τῶν κάπρων καὶ πολλῶν ἄλλων ἦσαν· ὥστʼ ἀπώλλυντο σιγῇ. καὶ μὴν τῇ γε κατασκευῇ τοῦ σώματος οὐ μόνον τῶν προβάτων, ἀλλὰ καὶ τῶν κοχλιῶν ἀπελείποντο, οὐδεὶς αὐτῶν ὑπάρχων αὐτάρκης. φθειρομένου δὲ οὕτω τοῦ γένους καὶ κατὰ μικρὸν ὑπορρέοντος κατιδὼν ὁ Προμηθεὺς ἀεί πως ὢν φιλάνθρωπος ἀνέρχεται πρεσβευτὴς ὑπὲρ τῶν ἀνθρώπων, οὐχ ὑπὸ τῶν ἀνθρώπων πεμφθεὶς, οὐδὲ γὰρ πρέσβεις
πέμπειν ἦν πω τότʼ εἰδέναι, ἀλλʼ αὐτὸς ἀφʼ ἑαυτοῦ. ὁ δὲ Ζεὺς τοῦ τε Προμηθέως ἀγασθεὶς δίκαια λέγοντος καὶ ἅμα καθʼ ἑαυτὸν εἰληφὼς λογισμὸν τοῦ πράγματος, τῶν αὑτοῦ παίδων Ἑρμῆν κελεύει ῥητορικὴν ἔχοντα ἐλθεῖν εἰς ἀνθρώπους. ὁ μὲν οὖν Προμηθεὺς καθʼ ἕκαστον ἅπασι τάς τε αἰσθήσεις καὶ τἄλλα μέλη τοῦ σώματος ἦν συμπεπλακὼς πρότερον, τὸν δὲ Ἑρμῆν οὐχ οὕτως ἐκέλευσεν ὥσπερ θεωρικοῦ διάδοσιν διελεῖν, ἵνα πάντες ῥητορικῆς ἐφεξῆς μετέχοιεν, ὥσπερ ὀφθαλμῶν καὶ χειρῶν καὶ ποδῶν, ἀλλʼ ἐπιλεξάμενον τοὺς ἀρίστους, καὶ γενναιοτάτους καὶ