Orationes 45
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
τὰς φύσεις ἐρρωμενεστάτους, τούτοις ἐγχειρίσαι τὸ δῶρον, ἵνʼ ὁμοῦ σφᾶς τε αὐτοὺς καὶ τοὺς ἄλλους σώζειν ἔχοιεν. ἀφικομένης δὲ ῥητορικῆς εἰς ἀνθρώπους οὕτως ἐκ θεῶν ἠδυνήθησαν μὲν οἱ ἄνθρωποι τὴν μετὰ τῶν θηρίων δίαιταν χαλεπὴν ἐκφυγεῖν, ἐπαύσαντο δὲ ἐχθροὶ πάντες ὄντες ἀλλήλοις ἐν κύκλῳ, κοινωνίας δʼ εὗρον ἀρχήν. καταβάντες δὲ ἐκ τῶν ὀρῶν ἄλλοι κατʼ ἄλλα μέρη τῆς οἰκουμένης ἐπλησίασαν, τό γε πρῶτον ὕπαιθροι, μετὰ δὲ τοῦτο ἤδη λόγου νικήσαντος πόλιν τε κατεσκευάσαντο καὶ διεκρίθησαν οὐχ ὥσπερ πρότερον ὡς ἔτυχεν, ἀλλʼ εἴς τε συντάξεις κοινωνιῶν καὶ τοὺς πόλεων ἡγεμόνας νόμους ἔθεντο καὶ
ἄρχοντας καὶ πολιτείαν ἐνόμισαν, καὶ θεοῖς χαριστήρια ἀνήγαγον, πρώτας ἀπαρχὰς ποιησάμενοι τὰς ἀπὸ τῶν λόγων, αἷς ἔτι καὶ νῦν χαίρειν μάλιστα τοὺς θεοὺς λόγος αἱρεῖ, ὅτι καὶ γνωρίσαι πρῶτον αὐτοῖς τοὺς θεοὺς ὑπῆρξεν ἐντεῦθεν. οὕτως ἄνθρωπος ἤρθη μέγας ἐξ ἀσθενοῦς καὶ σαθροῦ τοῦ κατʼ ἀρχὰς, καὶ πρόσθεν καταφρονούμενος ὡς οὐδὲν πρᾶγμα κύριός ἐστιν ἐξ ἐκείνου τοῖς ἐν τῇ γῇ, τοῦτο ὅτι βούλεται χρῆσθαι, πρόβλημα ποιησάμενος ἀντʼ ἄλλου φυλακτηρίου τὸν λόγον. καὶ ὁ μὲν μῦθος ἡμῖν ταύτην ἐχέτω τὴν τελευτὴν, οἶμαι κεφαλὴν οὐδὲν ἄτιμον εἰληφώς. ὅτι δʼ οὐκ ἄλλως μῦθος ταῦτα οὐδʼ ὄναρ, ἀλλʼ ὕπαρ, καὶ ὁ τῶν· πραγμάτων αὐτῶν ἐστι λόγος δῆλον ἐξ αὐτῶν. οὐκοῦν οὐ μόνον ἐξ ἀρχῆς ῥητορικῆς δύναμις διώρισε ταῦτα καὶ κατέστησεν, ἀλλὰ καὶ τὰς ἐκ πλείστου τῶν πόλεων οἰκουμένας ἔτι καὶ νῦν ῥητορικὴ συνέχει τε καὶ κοσμεῖ, πρὸς τοὺς παρόντας ἀεὶ κόσμους ζητοῦσα τὸ πρόσφορον. ὥσπερ γὰρ ἔφην ἀρτίως, ἡ μὲν νομοθετικὴ θεῖσα τοὺς νόμους εὐθὺς ἀπήλλακται, καὶ ἡ δικαστικὴ μετὰ τὴν ψῆφον οὐδὲν πολυπραγμονεῖ, ἡ δὲ ὥσπερ τις ἄγρυπνος φρουρὸς οὐ καταλύει τὴν φυλακὴν, ἀλλʼ ἐκείναις τε συνῆν ἐξ ἀρχῆς ἡγουμένη τε καὶ προδιδάσκουσα καὶ καθʼ αὑτὴν αὖθις ἕκαστα ἐπέρχεται, εἰσηγουμένη,πρεσβεύουσα, ἀεὶ τὸ παρὸν συντιθεμένη· καὶ οὐδʼ ἂν πάντα τἀδικήματα καὶ ἁμαρτήματα ἐξ ἀνθρώπων ἀπέλθῃ, οὐδὲν μᾶλλόν ἐστιν ἄχρηστον, ὥσπερ νόμων οὐδὲ δικαστῶν οὐδὲν ἄν που δέοι τούτου συμβάντος· ἀλλὰ ἕως ἂν
ᾖ τὸ χρῆσθαι καὶ καθʼ αὑτοὺς ἀλλήλοις καὶ τοῖς ἄλλοις, τὰ ἔργα τῇ ῥητορικῇ σώζεται. οὐ μόνον δὲ τῶν ἄλλων ζώων τῇ τοῦ λόγου φύσει προέχοντες τοσοῦτον ἐσμὲν πρότεροι, ἀλλʼ οὐδὲ τῶν ἄλλων ζώων οὐδὲ τῶν ὁμοφύλων τοσοῦτον διαφέρει παρʼ οὐδὲν τῶν ἰδίων ὡς ἄνθρωπος ἀνθρώπου παρὰ τὸν λόγον. οὐ τοίνυν οὐδὲ ἐν ἀνθρώποις αἵ γε ἄλλαι δυνάμεις τοσοῦτον παραλλάττουσιν ἢ διαρκοῦσιν. ὁ μὲν γὰρ χρήμασι νικῶν ἕνα καὶ δύο ἴσως νικᾷ, τριῶν δὲ ὁμοῦ καὶ τεττάρων ἀναμιξάντων τὰς οὐσίας οὐκ ἂν εἴη πλουσιώτερος· εἰ δὲ καὶ τεττάρων, ἀλλʼ οὐ δὶς τοσούτων· εἰ δέ τοι καὶ πολλαπλασίων, ἀλλʼ οὐ πάντων τῶν ἐν τῇ πόλει· εἰ δὲ καὶ πάντων τῶν ἐν τῇ ἑαυτοῦ, ἀλλʼ οὐ δή που καὶ τῶν ἀστυγειτόνων· εἰ δὲ κἀκείνων, ἀλλʼ οὐκ ἀμφοῖν γε ὁμοῦ, πολὺ δὲ οἶμαι καὶ μᾶλλον οὐ τῶν κατὰ πᾶσάν γε ὁμοῦ τὴν Ἑλλάδα, παντάπασι δὲ ἀμήχανον τῶν κατὰ πᾶσαν τὴν ἤπειρον. ὁ δὲ δὴ λόγῳ νικῶν ὁμοίως καθʼ ἕκαστον καὶ πάντων ἀθροισθέντων ἐστὶν ἔμπροσθεν, καὶ ὅσον κρατεῖ, μένει διηνεκὲς αὐτῷ, καὶ οὐκ ἀπόλλυσιν. οὐ γὰρ δὴ συνεισενεγκεῖν γε ἔστιν ὥσπερ χρήματα, οὐδὲ ἐράνῳ τὸ ἔλλειμμα ἀναπληρῶσαι. καὶ ὁ μέν γε κατʼ ἰσχὺν προφέρων εἰ καὶ ἑνὸς εἴη κρείττων, ὑπὸ δυοῖν γʼ ἂν αὐτὸν κατείργεσθαί φησι καὶ Ἀρχίλοχος καὶ ἡ παροιμία. εἰ δʼ οὖν καὶ ἀμφοτέρων ὑπερέχοι, ῥᾴδιον εὑρεῖν ὁπόσοι κρείττους περιφανῶς γένοιντο. συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν ἔφη Ὅμηρος, τὴν κατʼ ἰσχὺν ὀνομάζων. ἀλλʼ οὐχὶ λόγους γʼ ἂν ἀμείνουςσύμπαντες παράσχοιντο ἑνὸς τοῦ καθʼ ἕκαστον ὑπερφέροντος, οὐδὲ συμφερτῇ ἀρετῇ τοῦτο κρίνεται, ἀλλʼ εἷς καὶ πολλοὶ τὸ ἴσον δύνανται, τὸ ἐπιβάλλον τῆς ἥττης σώζων ἕκαστος ὥσπερ ἐν κάλλει. ἕως γὰρ ἂν μὴ παρʼ αὐτοῦ τὸ κρεῖττον παρέλθῃ, ἥ γε κοινωνία καὶ τὸ πλῆθος οὐδενὸς ἄξιον, οὐδʼ ἂν τὴν Δαρείου στρατιὰν ἄγῃς. ᾧ καὶ μεγίστῳ δείκνυται ὅση τις ἡ τῷ λόγῳ πρὸς τὸ καλὸν συγγένεια, καὶ ὅτι τοῦτʼ ἐν ψυχῇ λόγοι, ὅπερ κάλλος ἐν σώματι. καίτοι καὶ περὶ τούτου τοῦ μέρους ἔχοι τις ἂν εἰπεῖν ὅτι κάλλος μὲν χρόνος ἐξελέγχει ῥᾳδίως, ἀμέλει καὶ τὸ τῆς ὥρας ὄνομα αὐτῷ συγκεκλήρωται· οἱ δὲ λόγοι τῷ χρόνῳ συμπροβαίνουσι, καὶ τούς γε βελτίστους αὐτῶν οὐδὲν οὕτως ὡς χρόνος δείκνυσιν, ὥσπερ τὸν δίκαιον ἄνδρα ἔφη Σοφοκλῆς μόνῳ τῷ χρόνῳ φαίνεσθαι· τὸ τῆς προσθήκης ἀφαιρῶ,
ὅτι οὐ μόνον τῷ χρόνῳ οἵ γε δὴ λόγοι, ἀλλὰ καὶ παραχρῆμα ἅπτεσθαι πεφύκασι, καὶ μόνων τούτων τὴν ὥραν ἀθάνατον εἶναι συμβέβηκε. καὶ ὁ μὲν χρήματα κεκτημένος οὓς ἂν εὖ ποιεῖν οἴηται δεῖν, ἀφαιρῶν ὧν ἔχει ποιεῖ, ὥστʼ ἐλάττω τὰ λοιπὰ καθίστησι τοῖς προειμένοις· εἰ δὲ δὴ καὶ συνεχῶς ἐμμείναι τῇ τοιαύτῳ φιλονεικίᾳ, ταχὺ δή που τοῦ ταῦτα ἐπικουρήσοντος αὐτῷ προσδεήσεται· ἡ δὲ τῶν λόγων κτῆσις καὶ δύναμις παρὰ τὴν χρῆσιν οὐκ ἀναλίσκεται, ἀλλʼ εἰ οἷόν τε εἰπεῖν, καὶ μάλιστα τούτῳ αὔξεσθαι πέφυκε. τὸ δὲ αἴτιον ὅτι χρήματα μὲν κάτωθεν λαμβάνομεν ἐκ τῶν μετάλλων καὶ λιθοτομιῶν καὶ παρὰ σκυθρωπῶν τῶν ἔργων, λόγοι δὲ ἡμῖν παρὰ τῶν οὐδὲν ἀπολλύντων διʼ ὧν ἡμᾶς εὖ ποιοῦσιν ἥκουσι. τῆς οὖν θείας φύσεως εἰκότως μετέχουσι μόνοι. καὶ μὴν νόσους μὲν εἴ τις ἐξ ἀνθρώπων ἀνέλοι τῷ λόγῳ, μηδὲν δεῖν ἰατρικῆς ἔστʼ εἰπεῖν, ὥσπερ μηδὲν δεῖν κυβερνήτου μὴ πλέοντι·ῥητορικῇ δὲ οὐ μόνον εἰ καὶ πάντα τὰ τῶν ἰδιωτῶν ἁμαρτήματα, ἀλλʼ εἰ καὶ πόλεμοι πάντες ἐξ ἀνθρώπων ἀπέλθοιεν, οὐκ ἄπορα τὰ πράγματα, οὐδὲ πέπτωκεν αὐτῆς ἡ δύναμις ὥσπερ ῥίζης ὑφαιρεθείσης. ἔτι γὰρ μᾶλλον αἱ πανηγύρεις καὶ τὰ τῆς εἰρήνης χαρίεντα τοῦ παρʼ αὐτῆς κόσμου προσδεῖται, καὶ νὴ Δία αἵ τε θεῶν τιμαὶ καὶ ἡρώων καὶ ὅσαι τοῖς ἀγαθοῖς τῶν ἀνδρῶν ὀφείλονται δικαίως εὐφημίαι. πάντα γὰρ ταῦτα ἐπέρχεται καὶ κοσμεῖ καὶ πᾶσιν
αὐτὴ πρέπουσα ὁμοίως φαίνεται. εἰ δὲ δὴ καὶ κοινωνήσειέ τινι τῶν ἄλλων τεχνῶν καὶ δυνάμεων, Ἡράκλεις, ὡς οὐδʼ εἰπεῖν ἔστιν ὡς ἐκφαίνει τὸ παρʼ αὐτῆς. οἷον ἰατρὸς εἰ προσλάβοι ῥητορικὴν, τῆς ἰατρικῆς αὐτῆς μάλιστα οὕτω τὴν χάριν εἴσεται. εἰ γὰρ προσέλθοι τὸ δύνασθαι πείθειν τοῖς ἄλλοις τοῖς ὑπάρχουσιν αὐτῷ κατὰ τὴν τέχνην, τί κωλύει προθεραπεύειν τὰ πολλὰ τῇ ῥητορικῇ, πρὶν τῶν τῆς ἰατρικῆς ὀργάνων ἅψασθαι, τῷ σοφωτάτῳ τῶν φαρμάκων, ἔφη τις, χρώμενον; μετὰ τοίνυν τῆς στρατηγικῆς γενομένη πολλῷ μᾶλλον σώζειν αὐτὰ τὰ τῆς στρατηγικῆς πέφυκεν· ἃ δὴ καὶ Ὅμηρος πανταχοῦ σαφῶς δηλοῖὣς εἰπὼν ὤτρυνε μένος καὶ θυμὸν ἑκάστουκαὶ
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα μᾶλλον ἐπʼ Ἀργείοισιν ὄρουσανκαὶ
τοιαῦτʼ ἀεὶ τοῖς λόγοις προστίθησιν. ἐκφανέστατα δὲ αὐτὸ καὶ μόνον οὐχ ὑπὸ κήρυκος βεβαιοῖ, ποιήσας τὸν Ἀγαμέμνονα τῶν μὲντοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι
- ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυίαςτὰς τάξεις παρεχομένων Αἰάντων ἅπαντας λαβεῖν τὸν θυμὸν εὐχόμενον
τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο·τοῦ δὲ τὰ βέλτιστα συμβουλεύσαντος τῷ στρατοπέδῳ Νέστορος δέκα τοὺς πάντας συμβούλους μὴ χείρους λαβεῖν.
τοιοῦτοι γὰρ, ἔφη, δέκα μοι συμφράδμονες εἶεν, Ἀχαιῶν·
- τῷ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
- χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε·
θεὶς τὴν ῥητορικὴν τῆς στρατηγικῆς τοσούτῳ κυριωτέραν, ὅσῳ δέκα ἄνδρες δέκα μυριάδων ἐλάττους ἀριθμῷ· εἰκότως. οὐ γὰρ πόρρωθεν εἰλήφει τὸν ἔλεγχον, ἀλλʼ εἰ τότε ὡρμημένους Ἀχαιοὺς ἀνίστασθαι καὶ ὑφαιροῦντας ἤδη τὰ ἕρματα τῶν νεῶν καὶ τὴν θάλατταν ὑπερβοῶντας μὴ κατέσχον οἱ δύο οὗτοι ῥήτορες, τί πλέον τῶν τακτικῶν ἦν, τί δὲ ἀσπίδων καὶ δοράτων καὶ νεῶν πλήθους καὶ χρημάτων καὶ σκευῶν; ἀλλʼ ὡς ἀληθῶς ὅπερ οἱ σκευοφόροι τοῖς ὁπλίταις εἰσὶ, τοῦτʼ ἐφάνη τότε πᾶσα οὖσα παρασκευὴ πρὸς τὴν ἐπιστατοῦσαν ἅπασι τούτοις ῥητορικήν. κυβερνήτης δʼ αὖ προσλαβὼν μόριον ταύτης τῆς δυνάμεως, εἰδὼς καὶ φοβεῖν ἡνίκα καιρὸς καὶ πάλιν θαρρεῖν παρασκευάζειν, πόσῳ προφέρει πρὸς αὐτὰ τὰ τῆς κυβερνητικῆς πράγματα; οὐκοῦν ἰδίᾳ τε πανταχοῦ θαυμαστὴ καὶ οἷς ἂν προσγένηται ῥοπὴν τοσαύτην παρέχεται; φημὶ δʼ ἔγωγε καὶ κάλλος τε καὶ ῥητορικὴν συνελθόντα τῇ ῥητορικῇ κριθήσεσθαι, καὶ οὐδένα τὸν τοιοῦτον ἡδέως ὄψεσθαι μᾶλλον ἢ ἡδέως ἀκούσεσθαι λέγοντος. ἔοικε δὲ καὶ τοῦτο Ὅμηρος μαρτυρεῖν
οὐ τότε γʼ ὧδʼ Ὀδυσῆος ἀγασσάμεθʼ εἶδος ἰδόντες,ὡς ἔφη, τὴν πυκνότητα τῶν νοημάτων καὶ τῶν ῥημάτων καὶ τῆς φωνῆς τὴν μεγαλοπρέπειαν, διοσημίᾳ παρεικάζων τὴν ῥητορείαν αὐτοῦ. μαρτυρεῖ δὲ καὶ ἐν οἷς ἀρτίως ἐλέγομεν
οὐκ ἀργῶς οὐδʼ ἁπλῶς εἰπὼν τὸ στέφει, ἀλλʼ ἐνδεικνύμενος ὅτι οὐ μόνον τὰ ἐλαττώματα ἀναπληροῖ, ἀλλὰ καὶ προσέτι νικᾶν ποιεῖ, ἐπειδή γε καὶ ὁ στέφανος νίκης ἐστὶ σύμβολον. τὸν οὖν αἰσχρὸν καλῶς δυνάμενον λέγειν ὅτε τοῦ καλλίστου, λέγειν δὲ ἀδυνάτου, πρότερον τίθησι, τὸν ἅμα καλὸν καὶ ῥήτορα εἰκότως καὶ ἀκολούθως φησὶἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνὴρ,
- ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει·