Orationes 45
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ἀμφισβητεῖ, σὺ δὲ χρῇ τούτῳ παραδείγματι, ὥσπερ ταπεινοτέρους
τι ταύτῃ ποιήσων τοὺς ῥήτορας, εἰ πάντες εἴκουσιν αὐτοῖς. καὶ μὴν ὅτι γε οὐχ ὑπʼ ἀνοίας ὁ κυβερνήτης ὑποχωρεῖ τῷ ῥήτορι οὐδὲ ἔχοι τις ἂν αὐτὸν νουθετῶν εἰπεῖν, ὥσπερ ἐν ἀγῶνι παρʼ ἀξίαν εἴκοντα. ὦ οὗτος, ὅρα τί ποιεῖς· ὁ ῥήτωρ οἰχήσεται τὸν στέφανον λαβών· οὐ μέγα ἀγώνισμα τῆς ῥητορικῆς τοῦτο ἐπιδεῖξαι. καὶ γὰρ οἶδε καὶ οὐ δεῖται τοῦ διδάξοντος, τοσοῦτόν γε νοῦ μετέχων, ὅτι αὐτὸς τῶν μὲν ναυτῶν ἐστιν ἄρχων, τῶν δὲ ἐμπλεόντων διάκονος καὶ ὑπηρέτης. καὶ τῶν γε καιρῶν τοσοῦτον αὐτῷ μέτεστιν, ὅσον τοῖς ἐγνωκόσι πλεῖν σημῆναι, καὶ νὴ Δία ὁρμοῦντας ἐπʼ ἀκτῆς ἀναστῆσαι προσάγοντος τοῦ πνεύματος· τὸ δὲ ὁπότε πλεῖν ἄμεινον καὶ ὁπότε οἴκοι μένειν καὶ ὅποι καὶ ὑπὲρ ὧν πλεῖν οὐδὲν οὔτε ἰδεῖν ὢν ἑτέρου μᾶλλον δυνατὸς οὔτε συμβουλεῦσαι κύριος. τὸ δὲ τοῦ ῥήτορος οὐ τοιοῦτόν ἐστιν, ἀλλʼ ὥσπερ οἱ κυβερνῆται τῶν ναυτῶν ἄρχουσιν, οὕτως αὖ τῶν κυβερνητῶν οἱ ῥήτορες ἄρχουσιν, ὅταν τὰ κράτιστα δεήσῃ νεῶν. καὶ τοσούτῳ γέ τι τῶν κυβερνητῶν οἱ ῥήτορες κυριώτεροι ἢ τῶν ναυτῶν ἐκεῖνοι, ὅσον οἱ μὲν πλεόντων εἰσὶ κύριοι τῶν ναυτῶν, οἱ δὲ καὶ αὐτοῦ τοῦ πλεῖν ἢ μὴ τοὺς κυβερνήτας· μᾶλλον δὲ ἀμφοτέρων εἰσὶ κύριοι, καὶ τῶν κυβερνητῶν καὶ τῶν ἐμπλεόντων, οἱ ῥήτορες. διδάσκουσί γε καὶ πείθουσιν ἐξ ἀρχῆς πότε καὶ ποῖ πλευστέον· καὶ πάλιν ἡνίκα ἂν τούτου δέῃ κωλύουσιν. ὥστε οὐκ ἴσον μισθώσαντα ὑπηρετεῖν καὶ νικήσαντα ἀποστεῖλαι οὐδὲ τὸ σεσωκέναι τὴν ναῦν, οὐδὲ τοὺς ἐν τῇ νηὶ σκοπεῖν οἴεται δεῖν ὁ κυβερνήτης, ἀλλὰ τὸ σχῆμα προσεξετάζειν τοῦ πράγματος, ὥσπερ ὁ δήμιος οὐκ ἀξιοῖ μεῖζον τοῦ δικαστοῦ φρονεῖν οὐδὲ ἴσον,ὅτι δὴ αὐτὸς ἀποκτιννύει, εἰ δὲ μὴ, ἀλλʼ ὅτι καὶ αὐτὸς, ἀλλʼ οἶδεν αὐτὸς μὲν ὑπηρέτης ὢν, τοῦτο ἀνάγκῃ ποιῶν, τὸν δὲ μετʼ ἐξουσίας κρίνοντα τὸ δίκαιον ἐξεπίτηδες. ἔτι δὲ ὁ μὲν κυβερνήτης ἐξ ἡμισείας τὴν ἰσχὺν ἔχει. τὸ γὰρ σώζειν μόνον ἐστὶν αὐτοῦ, ἀπέκτεινε δὲ οὐδεὶς οὐδένα πω τῷ λόγῳ τῆς τέχνης, ἀλλʼ ἐάν τινες καὶ ναυαγίας συμβάσης διαφθαρῶσι, παραιτεῖται καὶ οὐ σεμνύνεται. ὁ δὲ ῥήτωρ οὐ σώζειν οἶδε μόνον, ἀλλὰ καὶ ἀποκτιννύειν καὶ ἐκβάλλειν οὓς ἄμεινον· ὥστε τέλειον ἐξ ἀμφοτέρων τὸ κράτος τῷ ῥήτορι. καὶ ὁ μέν γε κυβερνήτης οὐδὲ οὓς σώζει πρὸς ἀξίαν σώζει, ἀλλʼ ὥσπερ καὶ τὸ παράδειγμα λέγει, οὐκ ἀπεικὸς ἡγεῖται τοιούτους ἐνεῖναί τινας οἷς τεθνάναι κρεῖττον ἢ ζῆν· ὁ δὲ ῥήτωρ καὶ τὴν τοῦ σώζειν μερίδα σὺν τῷ δικαίῳ πληροῖ. οὐκοῦν οὐχ ὅμοιον γίγνεται τὸ
παράδειγμα, ὅταν δυοῖν ὄντοιν ὁ μὲν ἀμφοῖν ᾖ σὺν τῷ δικαίῳ κύριος, ὁ δὲ καὶ θάτερον ἐξ ἡμισείας ἔχῃ. διὰ ταῦτα ὁ κυβερνήτης δύο ὀβολοὺς πραξάμενος, ἐὰν ἐξ Αἰγίνης, ἐὰν δὲ ἐξ Αἰγύπτου, φῂς, ἢ τοῦ Πόντου, δύο δραχμὰς, ἐὰν πάμπολυ, ἐκβὰς παρὰ τὴν θάλατταν καὶ τὴν ναῦν περιπατεῖ ἐν μετρίῳ σχήματι. λογίζεται γὰρ, φῂς, ὅτι ἄδηλόν ἐστιν οὕστινας ὠφέληκεν αὐτῶν καὶ οὕστινας ἔβλαψε, καὶ διὰ ταῦτα οὐ νόμος ἐστὶ σεμνύνεσθαι τὸν κυβερνήτην καίπερ σώζοντα ἡμᾶς. ὁρᾷς τί λέγεις; οὐ νόμος ἐστὶ, φῄς. ἀλλὰ τόν γε ῥήτορα νόμος, οὐκοῦν καὶ δίκαιον. ἀλλʼ ὁ κυβερνήτης ἐκεῖνά τε οἶδε καὶ πρὸς ἐκείνοις εἰ μὲν καὶ ταῦτα λογίζεται οὐκ ἂν ἔχοιμι εἰπεῖν, ἔστι δὲ καὶκυβερνήτῃ καὶ παντὶ συνιδεῖν ὅτι κυβερνήτης μὲν ὅστις
πλείστους ἀθρόους οὐκ ἔσωσεν ὑπὲρ χιλίους, τὸ δὲ τοῦ ῥήτορος πλήρωμα ὃ σώζει οὐ κατὰ ναῦν ἐστιν Αἰγυπτίαν, οὐδέ γε ὅλως μετρεῖται στόλῳ, ἀλλὰ καὶ λιμένες αὐτοὶ καὶ πόλεις, οὐ μυρίανδροι μόνον ἀντὶ τῶν μυριοφόρων, ἀλλὰ καὶ μετρῆσαι χαλεπαὶ τῇ τῆς ῥητορικῆς ὑποπίπτουσι τύχῃ τε καὶ προστασίᾳ. καὶ ὁ μέν γε κυβερνήτης κατάρας οὐκ ἔχει τί χρήσεται τῇ τέχνῃ, τοῦ δὲ ῥήτορος οὐδέν ἐστι χωρίον ἐξαίρετον. καταχώσει, φησὶν, ἡμᾶς ὁ μηχανοποιὸς τοῖς λόγοις. ποίοις, ὦ Γοργεία κεφαλή; μέχρι μὲν γὰρ ἁπλῶς μηχανοποιός ἐστι, μὴ ὅτι κοσμεῖν ἔχει λόγῳ τὴν τέχνην, ἀλλʼ οὐδὲ τἀκ τῆς τέχνης παρέχειν ἕως ἂν μὴ νικήσωσιν οἱ ῥήτορες· εἰ δὲ μέλλει καταχώσειν τοῖς λόγοις, τίς ἡ τούτων προεστηκυῖα δύναμις; οὐκοῦν ὅτε καὶ μηχανοποιῷ ῥητορικὴ χρήσιμον, εἴ γέ τι μέλλει περὶ τῆς τέχνης ἕξειν εἰπεῖν, πῶς οὐ πανταχῆ ῥητορικὴ χρήσιμον; ἧττον μὲν οὖν ἴσως τούτων ἄτοπα, ἀκόλουθα δὲ ὅμως ποιεῖ καὶ παιδοτρίβας ἰατρῶν ἐντιμοτέρους ἄγων. εἰ μὲν γὰρ οὐ ταύτην λέγεις γυμναστικὴν, ἀλλʼ ἁπλῶς τὴν ὁπωσοῦν τὸ σῶμα κινοῦσαν, πάντες ἄνθρωποι μετέχουσι γυμναστικῆς· πάντες γὰρ ὁπωσοῦν κινοῦνται. καίτοι θαυμάσαιμʼ ἂν εἰ πάντας ἀμείνους εἶναι συγχωρητέον τῶν ἰατρῶν καὶ τεχνικωτέρους χρῆσθαι σώματι. εἰ δὲ ἧς οἱ παιδοτρίβαι προεστᾶσι περὶ ταύτης λέγει, πῶς γε ἔνι ταύτην εἰς ταυτὸν ἄγειν ἰατρικῇ; πᾶσι γὰρ ὑπάρχει ἰδεῖν τοῦθʼ ὅτι χωρὶς μὲν παιδοτριβῶν πολλὰ γένη τῶνἀνθρώπων ἄγεται καὶ σώζεται, ἰατρικὴν δʼ εἶναι καὶ μὴ πᾶσι τὸ πᾶν ὡς εἰπεῖν διαφέρει. ἀλλʼ ἵνα μὴ λόγος ἡμῖν λόγον ἐκδέξηται, ἀγαπητὸν ὂν εἰ καὶ τοῖς ἐπικαίροις ἐξαρκέσαιμεν, ἐῶ τὸ νῦν εἶναι τὴν ὑπὲρ τούτου διαφοράν. καὶ ἡ τοῦ νεῖν ἐπιστήμη, φησὶν, ἐκ θανάτου σώζει. ὥστε τί οὐ καὶ ταύτην σεμνύνομεν; ὅτι, ὦ βέλτιστε—οὐδὲν γὰρ οὐδʼ ἡμεῖς ὑποστελούμεθα αἰσχύνῃ τὸ περὶ τῶν φανερῶν λέγειν—ὁ μὲν κάλλιστα νεῖν εἰδὼς αὐτὸς ἀρκούντως ἔχει σωθείς. ἕτερον δʼ οὐδεὶς πώποτε ἐπινέοντα ἔσωσεν αὑτῷ, ὅτι μὴ ὁ δελφὶς λέγεται τὸν Μηθυμναῖον Ἀρίονα. ὁ δὲ ῥήτωρ οὐχ αὑτὸν μόνον οὐδὲ ἄλλον ἕνα συσσώζειν, ἀλλὰ καὶ φίλους καὶ πόλιν καὶ συμμάχους δυνήσεσθαι μεμελέτηκε. καὶ ὅστις μὲν ἄριστος κολυμβητὴς, τριῶν καὶ τεττάρων πλέθρων οὐκ ἐπινεῖ περαιτέρω, πλὴν εἰ Σκύλλαν εἴποις· οὐδὲ ὅταν ἐκβῇ τῆς θαλάττης ἢ τῆς λίμνης ἢ τοῦ ποταμοῦ, χρήσιμον οὐδὲν τὸ νεῖν αὐτῷ· τῷ δὲ ῥήτορι καὶ λίμνας καὶ πελάγη καὶ ποταμοὺς ἐπελθεῖν δυνατὸν τῇ τέχνῃ· καὶ μένων οἴκοι καὶ πλέων καὶ καθεζόμενος καὶ βαδίζων ὁ αὐτός ἐστιν. ἆρʼ ἴσα πρὸς ἴσα ἀμειβόμεθα; καὶ οὔπω τὸ κυριώτατον εἴρηκα, ἀλλὰ νῦν προσαποκρινοῦμαι, ὅτι, ὦ θαυμάσιε, νεῖν μὲν καὶ σύες καὶ αἱ κύνες αἱ φαυλόταται πάντων ἐπίστανται, καὶ πολύ
γε ἱκανώτερον ἀνθρώπου, καὶ τάς γε ἐλάφους φασὶν ἐπινεῖν ἐπὶ πλεῖστον τῆς θαλάττης ἐχομένας ἀλλήλων, πρώτην καὶ τελευταίαν ἀεὶ γιγνομένην τὴν αὐτὴν ἐκ διαδοχῆς. τὴν δὲ τοῦ λόγου φύσιν καὶ δύναμιν οὐ λαγωοῖς καὶ πιθήκοις οὐδὲ ἐλάφοις ἐνέθηκεν ὁ πάντα δημιουργήσας θεὸς, οἶμαι δὲ οὐδὲ τοῖς λέουσιν οὐδὲ τῶν ἄλλων ζώων οὐδέσιν, οὔθʼ ὅσα ἐν θαλάττῃ οὔθʼ ὅσα κατʼ ἤπειρον οὔθʼ ὅσα ὑπερπέταται, ἀλλʼ ἐν δυοῖν γένεσι μόνοις τοῦτο ἵδρυται, προτέρῳ μὲν καὶ τελεωτάτῳ τῷ πάντων ἀρίστῳ, δευτέρῳ δὲ τῷ πάντων τῶν λοιπῶν ἀρίστῳ, διʼ ἓν τοῦτο ὃῥητορικὴ παραλαβοῦσα ἄγει καὶ κοσμεῖ τὸν ἔχοντά τε καὶ τοὺς χρωμένους αὔξουσα τὸ προσῆκον αὔξεσθαι κατὰ τὴν φύσιν ἀνθρώπῳ. καίτοι εἰ τοσαῦτα Πλάτων ἐπέδειξεν ὑπὲρ τοῦ κολακείαν εἶναι ῥητορικὴν, ὅσα νῦν ἡμεῖς ὑπὲρ παντὸς τοῦ ἐναντίου δείκνυμεν, οὐκ οἶδʼ ὅπως ἄμεινον ἐπιστώσατο τὸν λόγον. εἰ δὲ οἴεται παραδειγμάτων φαυλότητι καταισχύνειν αὐτῆς τὴν ἀξίαν, ἐμοὶ μὲν οὐκ ἔτι τἀπὶ τούτοις ῥητά· δύναιτο δʼ ἄν τις τὸ τοῦ Ὁμήρου σώζων ἔπος πρὸς ἔπος τὸ ὅμοιον ἀνταποδιδοὺς ὑπολαμβάνειν, τί δαί; οὐχὶ καὶ αἱ τιτθαὶ τοῖς παιδαρίοις ταῦτα λέγουσι καὶ οἱ γραμματισταὶ καὶ οἱ παιδαγωγοί; ὑπερεμπίπλασθαί σε οὐ χρὴ καὶ βαδίζειν ἐν ταῖς ὁδοῖς ὅτι χρὴ κοσμίως καὶ τοῖς
πρεσβυτέροις ὑπανίστασθαι καὶ τοὺς γονέας φιλεῖν καὶ μὴ θορυβεῖν μηδὲ κυβεύειν μηδʼ ἴσχειν, εἰ βούλει, τὼ πόδʼ ἐπαλλάξ· ἀλλʼ ὅμως οὐ διὰ ταῦτα μέγα φρονοῦσιν αἱ τιτθαὶ οὐδὲ ἀξιοῦσι πρὸ τῶν φιλοσόφων εἶναι. ὥστε ἣν ἂν πλείστου θῇς ἀξία δυοῖν ἴσως ἢ τριῶν μνῶν. οἱ δὲ παιδαγωγοὶ καὶ ὑποβαρβαρίζοντες ταῦτα νουθετοῦσιν οἱ πολλοὶ καὶ φέρουσιν ἐνίοτε ἀντὶ παιδαγωγῶν θυρωροὶ γιγνόμενοι τοῖς αὐτῶν δεσπόταις, ὁπόταν καταλύσωσι τὴν τέχνην· καὶ οὐ μὰ Δία οὐκ εἰ τῶν ῥητόρων ἔλαττον ἕξουσι δυσκολαίνουσιν, οὐδέ γε ἐκεῖνο λέγουσι, τί δή ποτε αὐτοὶ μὲν ὁσημέραι βοῶντες καὶ κονδυλίζοντές γε ἐνίοτε καὶ οὐχ ὅσον ἀφοσιώσασθαι νουθετοῦντες οὐκ ἀνεσπάκασι τὰς ὀφρῦς, οὐδὲ εἰς τὴν προεδρίαν ὠθίζονται, οὐδὲ τὴν τοῦ τὰ μέγιστα τῶν ἀνθρωπείων πραγμάτων ἐπίστασθαι δόξαν οὐδέπω καὶ νῦν εἰλήφασιν· οἱ δὲ φιλόσοφοι σεμνύνονται καὶ γαυριῶσι καὶ πρωτείων ἀντιποιοῦνται καὶ μεγάλους αὑτοὺς ἄγουσι καὶ ταῦτα λέγοντες ἐν αὑτοῖς, καὶ οὔτε τοῖς ῥήτορσιν ὑπείκουσιν οὔτε τοῖς παιδαγωγοῖς ἴσον οἴονται δεῖν φρονεῖν. ἀλλʼ οὔτε ταῦτα ἔχει λόγον ὑγιᾶ κἀκεῖνα