Orationes 45
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
λόγου χάριν καὶ δύναμιν δεικνὺς ἐνεχείρησε, πῶς ἔνεστιν αὐτῷ ῥητορικὴν ψέγειν ἐν ᾗ ταυτὸν ἦν; περὶ μὲν τοίνυν τούτων τῶν ἀνδρῶν οὕτω μεμαρτύρηκεν, ὅτι οὐ πρὸς τὸ χείριστον ἦγον τοὺς πολίτας, οὐδὲ τὰς ἐπιθυμίας αὐτῶν διετέλουν ἀποπληροῦντες, ἀλλὰ τοιούτων ἔργων ἡγεμόνες αὐτοῖς ἐγένοντο, ἃ καὶ Πλάτων οὐκ ἂν αἰσχυνθείη κοσμῶν, καὶ προστιθεὶς ἀρετὴν τοῖς εἰργασμένοις· οὐχ ὡς κατὰ Μίθαικον τὸν ὀψοποιὸν καὶ Θεαρίωνα τὸν ἀρτοποιὸν τὴν φύσιν γενομένων, ἀλλʼ ὡς χαλεπὸν τοῖς ἄλλοις καὶ εἰπεῖν πρεπόντως περὶ αὐτῶν. εἰς δὲ τὸν καθάπαξ λόγον πῶς αὖ καὶ ποῦ μαρτυρεῖ οὑτοσί; ἐν αὐτῷ Γοργίᾳ τούτῳ ἐν τοῖς Σωκράτους καὶ Καλλικλέους λόγοις. ἐλθὼν γὰρ ἐπʼ αὐτὸ τὸ λῦον τὸν λόγον καὶ φανερᾶς τῆς κρίσεως γενομένης σχίζεται περὶ αὐτὸ, καὶ ὁ μὲν οὕτως ἐρωτᾷ, ὁ δὲ ἀποκρίνεται ἀναμὶξ ὡδὶ πότερόν σοι δοκοῦσι πρὸς τὸ βέλτιστον ἀεὶ λέγειν οἱ ῥήτορες, τούτου στοχαζόμενοι ὅπως
οἱ πολῖται ὡς βέλτιστοι ἔσονται διὰ τοὺς αὐτῶν λόγους, ἢ καὶ οὗτοι πρὸς τὸ χαρίζεσθαι τοῖς πολίταις ὡρμημένοι καὶ ἕνεκα τοῦ ἰδίου τοῦ αὑτῶν ὀλιγωροῦντες τοῦ κοινοῦ ὥσπερ παισὶ προσομιλοῦσι τοῖς δήμοις, χαρίζεσθαι αὐτοῖς πειρώμενοι μόνον· εἰ δέ γε βελτίους ἔσονται ἢ χείρους διὰ ταῦτα οὐδὲν φροντίζουσιν; οὐχ ἁπλοῦν ἔτι τοῦτο ἐρωτᾷς. εἰσὶ μὲν γὰρ οἳ κηδόμενοι τῶν πολιτῶν λέγουσιν ἃ λέγουσιν, εἰσὶ δὲ καὶ οἵους σὺ λέγεις. ἐξαρκεῖ. εἰ γὰρ καὶ τοῦτό ἐστι διπλοῦν, τὸ μὲν ἕτερόν που τούτων κολακεία ἂν εἴη καὶ αἰσχρὰ δημηγορία, τὸ δὲ ἕτερον καλόν. οὐκοῦν καὶ παρʼ ἡμῶν ἐξαρκεῖ. εἰ γάρ ἐστι διπλοῦν καὶ μὴ ἀεὶ μὲν τὰ βέλτιστα λέγουσιν οἱ ῥήτορες, ἔστι δʼ ὅτε καὶ τὰ βέλτιστα, ἢ νὴ Δίʼ οἱ μὲν οὕτως, οἱ δὲ ἐκείνως λέγουσιν, ὁ κολακείαν ὁριζόμενος τὴν ῥητορικὴν εἶναι λόγος ἐν βραχεῖ λύεται. ἔτι τοίνυν σαφέστερον ἐπὶ τελευτῆς τοῦ διαλόγου τὸ πᾶν ἀποκαλύψας ἐκπέφαγκεν· οὐγὰρ ὑφʼ ἡμῶν γε ταῦτα παρεμβέβληται ἀλλὰ γὰρ, ὦ Καλλίκλεις, ἐκ τῶν αὐτῶν εἰσὶ καὶ οἱ σφόδρα πονηροὶ γιγνόμενοι ἄνθρωποι· οὐδὲν μὴν κωλύει καὶ ἐν τούτοις ἀγαθοὺς ἄνδρας ἐγγίγνεσθαι, καὶ σφόδρα γε ἄξιον ἄγασθαι τῶν γιγνομένων. χαλεπὸν γὰρ, ὦ Καλλίκλεις, καὶ πολλοῦ ἐπαίνου ἄξιον ἐν μεγάλῃ ἐξουσίᾳ τοῦ ἀδικεῖν γενόμενον δικαίως διαβιῶναι· ὀλίγοι δὲ γίγνονται οἱ τοιοῦτοι, ἐπεὶ καὶ ἐνθαδὶ καὶ ἄλλοθι γεγόνασιν, οἶμαι δὲ καὶ ἔσονται καλοὶ κἀγαθοὶ ταύτην τὴν ἀρετὴν τοῦ δικαίως διαχειρίζειν ἄν τις ἐπιτρέπῃ. εἷς δὲ καὶ πάνυ ἐλλόγιμος γέγονε καὶ
εἰς τοὺς ἄλλους Ἕλληνας Ἀριστείδης ὁ Λυσιμάχου· οἱ δὲ πολλοὶ, ὦ ἄριστε, κακοὶ γίγνονται τῶν δυναστῶν. ἐνταῦθα τοσοῦτον αὖ περαιτέρω προβέβηκεν, ὅσον οὐ μόνον ὡς ἐγχωρεῖ γίγνεσθαι προσωμολόγηκεν, ἀλλὰ καὶ ἕνα γε αὐτὸς ὠνόμακε, γεγόνασι δὲ, φησὶ, καὶ ἕτεροι καὶ ἐνταῦθα καὶ ἄλλοθι. ἐγὼ τοίνυν ἀφαιρῶ τοῦτο τὸ καὶ ἕτεροι καὶ εἴ τις ἑτέρωθι· ὃν δὲ καὶ πάνυ ἐλλόγιμόν φησι γεγενῆσθαι καὶ οὐ μόνον εἰς τοὺς πολίτας, ἀλλὰ καὶ εἰς τοὺς ἄλλους Ἕλληνας, τοῦτον τίθημι μόνον. ἔγκειται μὲν γάρ που ταῦτα μεταξὺ τοῦ μύθου οὐκ ἀσκέπτως ἐμοὶ δοκεῖν οὐδὲ φαύλως οὐδὲ ὡς ἐξέπεσεν, ἀλλʼ ὅπως συγκρυφθείη τε ὡς δυνατὸν μάλιστα, καὶ εἴ τις εὑρὼν χρῷτο, μηδʼ αὐτὸς δοκοῖ παρελθεῖν, ἀλλʼ ἐνείη. οὕτω μέσην τινὰ τάξιν εὗρε, καὶ ἅμα πρὸς τῇ τελευτῇ τοῦ λόγου τοῦ παντὸς ἃ θεὶς ἐν ἀρχῇ τοῖς ἐφεξῆς οὐκ ἔμελλεν ἔξειν οἶμαι χρῆσθαι. οὐ μὴν τούτου γε ἕνεκα καὶ ἡμᾶς παρήσειν, ἕως ἂν τοῦ γε αὐτοῦ καὶ περὶ τῶν αὐτῶν ὄντος τοῦ λόγου, προσθήσω δʼ ὅτι κἀν τοῖς αὐτοῖς τούτοις ἐνόντα φαίνηται. οὐκοῦν εἰ ὅτι μάλιστα ἕτερος μὲν ἐν τοῖς πᾶσι μήτʼ Ἀθήνησι μήτʼἄλλοθι μηδαμοῦ ῥήτωρ ἐλλόγιμος, μηδʼ ἔξω τῆς τοῦ κολακεύειν αἰτίας, γεγένηται δὲ εἷς Ἀθήνησι, τί μᾶλλον τό γε πρᾶγμα κακιστέον ὡς ἀναγκαίως φαῦλον; οὐ γὰρ εἰ ῥᾴδιον ἢ μὴ τῷ ὄντι γενέσθαι ῥήτορα προὔκειτο σκοπεῖν, ἐπεὶ τοῦτό γε καὶ ἡμεῖς, εἰ βούλει, μαρτυροῦμεν, κἂν εἰ τὴν Στέντορος φωνὴν κτησαίμεθα, φθεγξαίμεθʼ ἂν ὡς οὐ ῥᾴδιον, κἂν ὁ Νεῖλος, ὦ μακάριε, τοῖς ἑπτὰ στόμασιν εἰ λάβοι φωνὴν, ὥσπερ ὁ Σκάμανδρος κατὰ τὸν Ὅμηρον, ἀλλʼ εἰ δυνατὸν ἢ μὴ καὶ φύσιν ἔστʼ ἔχον συμβῆναι, τοῦτʼ ἦν ἐκ τοῦ λόγου. φέρε γὰρ πρὸς Διὸς, εἰ πρὶν Ἀριστείδην γενέσθαι, τοὺς κατὰ τῆς ῥητορικῆς λόγους τούτους ἐποιεῖτο, προθυμούμενος ἐκ παντὸς τρόπου δεικνύναι φαῦλόν τι καὶ φυγῆς ἄξιον, λέγων ὡς ἀδύνατον χρηστόν ποτε ἄνδρα ἢ δίκαιον γενέσθαι λόγων τοιούτων προσαψάμενον, οὐκ ἂν ἐψεύδετο; δηλοῖ τό γε Ἀριστείδην φανῆναι τοιοῦτον, εἴπερ μὴ ψευδῆ Πλάτων εἴρηκε περὶ αὐτοῦ. οὐκοῦν δεινὸν εἰ πρὶν μὲν Ἀριστείδην γενέσθαι προσδοκᾶν ἔδει γενήσεσθαί τινα
καὶ μὴ νομίζειν καθάπαξ ἀδύνατον, ἐπεὶ δʼ οὗτος ἐμφανὲς παράδειγμα ὑπάρχει, μήθʼ ὡς γενομένου τούτου μήθʼ ὡς ἐγχωροῦν ὅλως ἐγκαλεῖν. καὶ μὴν οὐδʼ ἐκεῖνο ἴσον, μὴ γενομένου μὲν ὅλως χρηστοῦ μηδενὸς τοῦτʼ ἂν ποιεῖσθαι τεκμήριον κατὰ τῆς ῥητορικῆς ὡς ἄφυκτον, ὁμολογουμένου δʼ ὑπʼ αὐτοῦ τοῦ κακῶς ἀγορεύοντος αὐτὴν καὶ γεγενῆσθαί τινας ἀξίους λόγου καὶ ἔσεσθαι, τοῦτο γάρ ἐστιν ὑπερφυὲς τὸ καὶ περὶ τῶν μελλόντων προλέγειν ὡς ἔσονται, εἶτʼ οἴεσθαι μηδὲν εἶναι πλέον. ἕτερον τοίνυν, ὅπερ ἐστὶν ἐκ τῆς τελευταίας ταυτησὶ μαρτυρίας, ὅτι καὶ πολλῷ μειζόνων εἶναι τοὺς τοιούτους ἐπαίνων ἀξίους προσωμολόγηκεν αὐτός. χαλεπὸν γὰρ, φησὶν, ὦ Καλλίκλεις, — οὐκοῦν καὶ ὦ Πλάτων—ἐν μεγάλῃ ἐξουσίᾳ τοῦ ἀδικεῖν γενόμενον δικαίως διαβιῶναι. εἰ τοίνυν ῥητορεύειν μέν ἐστινἀδικεῖν δύνασθαι κατʼ αὐτόν σε, δυνατὸν δʼ ἐστὶ καὶ δικαίως διαβιῶναι ῥητορεύοντα, μεῖζον δὲ τεκμήριον δικαιοσύνης τὸ δυνάμενον ἀδικεῖν ἡσυχάζειν ἢ τὸ μὴ, πῶς οὐ πολὺ τῶν κολάκων ἀπέχουσιν οἱ τοιοῦτοι, οἵ γε καὶ τῶν ἀναγκαίως δικαίων τοσοῦτον προέχουσιν; ἔοικεν οὖν τὸ τοῦ Ὁμήρου συμβαίνειν
καί τι ἔπος προέηκεν ὅπερ τʼ ἄρρητον ἄμεινον.τὸν γὰρ Ἀριστείδην οὐ μόνον οὐ κακῶς εἰπεῖν δυνηθεὶς, ἀλλὰ καὶ διαφέροντα ἀναγκαίως θεὶς, καὶ Μιλτιάδου καὶ Θεμιστοκλέους τοῦτο ὃ κατηγόρηκεν αὖθίς ἐστι διεφθορώς. ἀνδρῶν γὰρ ἂν εἴη τοῦτό γε ἤδη κατηγορεῖν, οὐ ψέγειν ῥητορικὴν, ὡς αἰτίαν τοῦ λέγειν ἢ πράττειν κακῶς. ὥσπερ τοίνυν αὐτὸς τὰ μὴ ἀναγκαῖα κατηγόρηκεν ἐκείνων, τί κωλύει καὶ ἡμᾶς αὖ τὰ μὴ ἀναγκαῖα ὑπὲρ αὐτῶν ἀντιθεῖναι; καίτοι διά γε τοῦτον ἐξ ἡμισείας ἀναγκαῖα. φανήσεται γὰρ οὐχ ἁπλῶς οὐδʼ ὡς νῦν μόνον δείκνυμεν εἰς τοὺς ἐναντίους λόγους ἐληλυθὼς αὐτὸς αὑτῷ, ἀλλὰ καὶ ἐξ ὧν ἐκείνους ᾐτίαται τοῦτον ἐπαινεῖν οὐκ ἔχων, ἢ εἴπερ ὀρθῶς ἐπαινεῖ τοῦτον, διʼ αὐτὸ τοῦτο οὐδʼ ἐκείνους ἔχων αἰτιάσασθαι. πῶς; ὅτι σύμβολον οἶμαι ποιεῖται τοῦ κακῶς Ἀθηναίων ἐκείνους προστῆναι τὸ παθεῖν αὐτοὺς ὑπʼ Ἀθηναίων κακῶς, ὡς οὐκ ἂν τούς γε βελτίους ὑπʼ αὐτῶν γενομένους ἁμαρτόντας εἰς τούτους ὑφʼ ὧν μηδʼ εἰς τοὺς ἄλλους ἁμαρτάνειν ἐπαιδεύθησαν. ταῦτα δʼ οὕτω
θεὶς καὶ ἡνιόχους καὶ τὰ τοιαῦτα ἐπεισαγαγὼν ἐνταυθοῖ τόν γε Ἀριστείδην οὐ μόνον οὐδὲν φλαῦρον εἴρηκεν, ἀλλὰ καὶ σαφῶς ἐξαίρετον τῶν ἄλλων πεποίηται. καίτοι εἰ τὸ παθεῖν κακῶς ὑπʼ Ἀθηναίων δεῖγμα τοῦ μὴ καλῶς Ἀθηναίων προστῆναί ἐστιν, οὐδʼ Ἀριστείδης προὔστη καλῶς·
οὐδὲ γὰρ οὗτος ἀθῶος δή που διέφυγεν, ἀλλʼ ἐξέπεσε, προσθήσω δʼ ὅτι οὗτός γε οὐδὲ ἐν δικαστηρίῳ δυστυχήσας ὥσπερ Μιλτιάδης καὶ Περικλῆς οὐδʼ ὑπὸ τούτων οἷς προσέκρουσεν ὑπὲρ τῶν πολλῶν, ἀλλʼ ἐξοστρακισθεὶς ὑπʼ αὐτοῦ τοῦ δήμου. οὐκοῦν εἰ μὲν μηδέν ἐστι τοῦτο σύμβολον κακίας, εἴ τις ῥήτωρ ἠτύχησε πρὸς τούτους ὧν προὐστήκει, οὔτε Μιλτιάδης οὔτε Θεμιστοκλῆς, οὐδʼ εἴ τις ἄλλος, ἅμα τʼ ἔπταισαν καὶ δικαίως ἂν φαῦλοι νομίζοιντο· εἰ δʼ ἐκεῖνοι τούτοις ἐξελέγχονται, τί κωλύει μηδʼ Ἀριστείδην ἐλλόγιμον μηδʼ ἔξω τῆς ἐκείνων αἰτίας τιθέναι; ὥστʼ οὐ μόνον τοῖς κατὰ ῥητορικῆς λόγοις, ἀλλὰ καὶ τοῖς ἰδίᾳ κατὰ τῶν ἀνδρῶν, ὅ γε Ἀριστείδης ὑπεναντίως ὑπʼ αὐτοῦ τιμηθεὶς ἐκείνοις οὓς κακίζει βοηθῶν φαίνεται, ὥσπερ ἐπεισόδιον παρὰ δόξαν προχωροῦν. ἔπειτʼ ἄγει τὸν κυβερνήτην, καὶ τίνος ἕνεκα, φησὶν, οὐ φρονεῖ μέγα οὐδὲ ἴσον τῷ ῥήτορι, σώζων ἐκ θανάτου καὶ οὗτος ἀνθρώπους καὶ αὐτοὺς καὶ χρήματα; ἐγὼ δὲ ὁρῶ μὲν κἀκεῖνο ὑπάρχον ἀντερωτῆσαι, τίνος οὖν ἕνεκα οὐδὲ αὐτὸς τῷ κυβερνήτῃ παραχωρεῖς; εἰ γὰρ φιλοσοφίας ἕνεκα ἀτίμως ὑπὸ τῶν πολλῶν ἀγομένης πλεῦσαι φῂς εἰς Σικελίαν τῷ Δίωνι βοηθὸς, οὐχ ἧττον ὁ κυβερνήτης ἐκεῖνον ἔσωζεν ὁ σὲ ἄγων, καὶ ταῦτα μέντοι διὰ τοῦ μεγίστου τῶν πελαγῶν, ἀλλὰ τοσούτῳ σοῦ πλέον εἰπεῖν ἔχει, ὅσῳ καὶ αὐτὸν τὸν μέλλοντα σώζειν τὸν Δίωνα ἔσωζεν. ἀλλʼ ἐῶ ταῦτα. ἀλλὰ πῶς οὐκ ἄτοπον ὡς ἀληθῶς, εἰ αὐτὸς μὲν ὁ κυβερνήτης μὴ ἀξιοῖ τὸ ἴσον φρονεῖν τῷ ῥήτορι μηδʼ