Orationes 45

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

πατρίδα καὶ ἱερῶν ἀθεραπευσίαν καὶ τάφους, μὴ διὰ φιλονεικίαν πάντως πάντα ἀπολέσῃ, βαρβάροις ἐπίχαρτος γενόμενος.

εἰ τοίνυν καὶ τοιαῦτα γέρα τοὺς τῶν ἠλευθερωκότων τὴν πόλιν ἐκγόνους λαμβάνειν εἰκὸς, ὥστʼ αὐτοὺς γίγνεσθαι δυνάστας καὶ βασιλέας ἀντὶ τῶν προτέρων ἐκείνων, ἦ που τούς γε αὐτοὺς ἐλευθερώσαντας ἅπαν τὸ τῶν Ἑλλήνων γένος οὐχὶ δίκαιον πρὸς τῷ μηδενὸς πλείονος ἀξιοῦν μηδʼ ἐλευθέρους τὸ κοινὸν ἐᾶν εἶναι δοκεῖν. εἰ δὲ δὴ καὶ τὸν τοῦ τῶν πολεμίων ἄρχοντα στρατοπέδου δίκαιον βασιλέα ποιεῖσθαι, ἐὰν ἐθελήσῃ πατρίδα καὶ ἱερῶν ἀθεραπευσίαν καὶ τάφους ἐλεῆσαι, καὶ ὅπως μὴ διὰ φιλονεικίαν πάντως πάντα ἀπολέσῃ βαρβάροις ἐπίχαρτος γενόμενος, τούς γε οὐ μετὰ πολεμίων ταξαμένους, ἀλλὰ πρὸς τοὺς ἐξ ἁπάσης γῆς πολεμίους ἀντιταξαμένους, ποῦ θήσομεν, οἳ πρὸς τῇ σφετέρᾳ πατρίδι καὶ ἄλλοις πολλοῖς ὤρθωσαν τὰς πατρίδας, καὶ ἱερὰ καὶ τάφους διετήρησαν, καὶ οὔτε αὐτῶν οὐδεὶς βαρβάροις ἐπίχαρτος ἐγένετο οὔθʼ ἡ Ἑλλὰς διʼ αὐτούς; ἆρά γε φαῦλα ἢ φαύλης χάριτος ταῦτʼ ἄξια τοῖς ἀνδράσιν; εἶθʼ οὓς, εἰ δεῖ πείθεσθαι τοῖς Πλάτωνος λόγοις, τιμῶν ἀξιοῦν δεῖ καὶ πολὺ μειζόνων ἢ κατὰ τὰς συνήθεις, τούτους τοῖς Πλάτωνος λόγοις πεισθέντες κόλακας καὶ διακόνους καὶ τοῦ μηδενὸς ἀξίους προσεροῦμεν; οὐ μέντἂν δίκαια ποιοῖμεν.

τὸ δὲ πάντων ἀτοπώτατον, ὅτι χρῆται μὲν τούτοις ἐν ἐλέγχῳ τοῦ κολακείαν εἶναι τὴν ῥητορικὴν, ὡς δὴ τούτους ὄντας ῥήτορας, πάλιν δʼ αὐτὸς αὐτοὺς ἀφίησι τῆς κολακείας. οὔκουν φησί γʼ αὐτοὺς ταύτῃ χρῆσθαι ἐν οἷς περὶ ὧν ἔπαθον λέγει. κἀν τούτοις οὖν ἀνάγκη θάτερον ἐψεῦσθαι. εἰ μὲν γὰρ ἡ ῥητορικὴ κολακεία, πάντως κόλακας δεῖ τούτους εἶναι, ῥήτοράς γε ὄντας, ὥς φησιν· εἰ δὲ

οὐδὲν οὗτοι κολακείᾳ προσήκουσι, ποῦ ῥητορικὴ κολακεία διὰ τούτους ἢ τί τούτων ἔδει τῶν παραδειγμάτων; ᾤμην δὲ οὐδὲ τοῦτο τῶν δικαίων εἶναι, τὰς προαιρέσεις τὰς ἐκείνων ἐξετάζοντας τὰς συμφορὰς αἷς ἐχρήσαντο ὑπολογίζεσθαι. οὐ γὰρ εἰ μὴ κατὰ νοῦν ἀπήλλαξαν, φαῦλοι γεγόνασιν, ἀλλʼ εἰ μὴ τὰ βέλτιστα ἐβουλεύοντο τοῖς πράγμασιν. ἐκεῖνο μὲν γάρ ἐστι τῆς τύχης κατηγορεῖν, τοῦτο δὲ τὴν γνώμην ἐλέγχειν. φέρε γὰρ σὺ πρὸς τὸ βέλτιστον, ὦ Πλάτων, προύστης Ἀθηναίων ἤ τινος ἄλλου δήμου τῶν ἐν τοῖς Ἕλλησιν ἢ τοῖς βαρβάροις; ἐκείνων φαίη τις ἂν ἡδέως. οὐκ ἔχοις ἂν εἰπεῖν· οὐδὲ γὰρ προύστης ὅλως. τί δὲ ὁ σὸς διδάσκαλος καὶ ἑταῖρος Σωκράτης; οὐδʼ οὗτος. τί δὲ Σπεύσιππος ἢ Χαιρεφῶν; οὐκ ἂν φαίης. πότερον οὖν ἔστι δῆμον καθάπαξ ἀποφῆναι χρηστὸν καὶ ἄμεμπτον καὶ δίκαιον, ἢ τοῦτο μὲν οὐδʼ ἐπʼ ἀνδρὸς οἷόν τε διισχυρίζεσθαι; καὶ μὴν εἰ μὲν ἐγχωρεῖ, τί παθὼν οὐκ ἀπέδειξας αὐτὸς, οὐδʼ

ἐπʼ αὐτῶν τῶν πραγμάτων ἐφάνης βελτίων πολίτης ἡμῶν; εἰ δʼ ἀμήχανόν ἐστι, τί προφέρεις ἡμῖν εἴ τι καὶ προσεκρούσαμεν, φαῖεν ἂν αὖθις ἐκεῖνοι, καὶ τί τῶν ἀδυνάτων αἰτεῖς εὐθύνας; τοσούτῳ γὰρ ἡμεῖς λυσιτελέστεροι σοῦ τῷ δήμῳ γεγόναμεν ὅσῳ σὺ μὲν οὔτε χεῖρον οὔτε βέλτιον οὐδὲν οὔτʼ εἶπας οὔτʼ ἔπραξας, ἀλλʼ ἀπώκνησας ἁπλῶς, ἡμεῖς δʼ ὅσον ἧκεν ἐφʼ ἡμᾶς οὐ καθυφείκαμεν, ἀλλʼ ὥσπερ χρημάτων εἰσφορὰν πλήρη τὴν ἀπὸ τῶν λογισμῶν καὶ τῶν λόγων παρεσχόμεθα τῇ πατρίδι, καὶ οὔτε πλῆθος τῶν τἀναντία ἐρούντων ὠκνήσαμεν οὔτʼ ἰσχὺν πλουσίων κατεδείσαμεν, οἷς ἀναγκαῖον ἦν τὸν ὑπὲρ τῶν κοινῶν πράττοντα προσκρούειν, οὔτε δικαστὰς οὔτε κινδύνους οὔτε τοὺς οἴκοι οὔτε τοὺς ἔξω πρὸς τοὺς πολεμίους οὔθʼ ὅλως τὰ τῆς

τύχης καὶ τοῦ μέλλοντος ἄδηλα. ἃ φυγεῖν μὲν δή που ῥᾷον ἢ ὑποστῆναι παντί. τοῦτο δʼ εἰ πάντες ἐν ταῖς ἀνάγκαις λογίσαιντο, οἴχεται τὰ τῶν πόλεων πράγματα. ταῦτʼ ἂν, οἶμαι, φαῖεν, μετρίως, ὡς ἐγᾦμαι, λέγοντες. εἶεν. τί δʼ εἰ βελτίστους μὲν μὴ ἀπέφηναν καθάπαξ Ἀθηναίους, βελτίους δʼ ἔστιν ᾗ; τί δʼ εἰ μείζω καὶ περὶ τούτους καὶ περὶ ἄλλους ἐξήμαρτον ἂν, εἰ μὴ τοῖς ὑπʼ ἐκείνων λόγοις κατείχοντο; ἔπειτα τὸν μὲν ἰατρὸν φῂς λιμῷ ἂν ἀποθανεῖν, εἰ πρὸς τὸν ὀψοποιὸν ἀγωνίζοιτο ἐν παισὶν ἢ τοιούτοις ἀνθρώποις, οἳ μὴ δύνανται γνῶναι τἀληθές· εἰ δὲ Μιλτιάδης καὶ Κίμων καὶ Περικλῆς πρὸς τὸ βέλτιστον ἄγοντες τὰ πράγματα ἔσθʼ ἃ καὶ προσέπταισαν, τοῦτο θαυμάζεις;

ἐνθυμοῦμαι δʼ ἔγωγε πῶς ἀνέχεσθαι χρὴ ὅτʼ

Ἀλκιβιάδην μὲν καὶ Κριτίαν Σωκράτει συγγενομένους, οἳ τοσαύτας καὶ τηλικαύτας αἰτίας ἐσχήκασι καὶ ὑπὸ τῶν πολλῶν καὶ ὑπὸ τῶν ἐπιεικῶν, ὥστε Κριτίου γε οὐδʼ ἐπινοῆσαι ῥᾴδιον ἐξωλέστερον, ὃς ἐν τριάκοντα τοῖς πονηροτάτοις τῶν Ἑλλήνων πρῶτος ἦν, τούτους μὲν οὔ φασι δεῖν ἐν τεκμηρίῳ ποιεῖσθαι ὅτι Σωκράτης τοὺς νέους διέφθειρεν, οὐδʼ εἶναι τἀκείνων ἁμαρτήματα οὐδʼ ὁτιοῦν πρὸς Σωκράτη τὸν οὐδὲ αὐτὸν ἔξαρνον ὄντα τὸ μὴ οὐ διαλέγεσθαι τοῖς νέοις· εἰ δʼ Ἀθηναίων δῆμος ἐν πολλοῖς καὶ μεγάλοις οἷς καὶ ὑπὲρ αὑτοῦ καὶ ὑπὲρ τῶν Ἑλλήνων διεχείρισεν ἔσθʼ ἃ μὲν ὀρθῶς καὶ προσηκόντως ἐβουλεύσατο, ἔστι δὲ ἃ καὶ ἐξήμαρτεν εἰς τοὺς προεστηκότας, ταῦτʼ ἀξιοῦσιν αὐτοῖς τοῖς προστάταις λογίζεσθαι. καὶ Λεσβίους μὲν Τέρπανδρος οὐχ οἷός τʼ ἐγένετο πάντας ποιῆσαι μουσικοὺς, οὐδʼ Ἀρίων, οὐδʼ εἴ τις ἄλλος ἐν Λέσβῳ μουσικὴν ἐποιήσατο· εἰ δὲ Θεμιστοκλῆς καὶ Περικλῆς μὴ καθάπαξ ἐπαίδευσαν Ἀθηναίους τὴν πολιτικὴν ἀρετὴν, τοῦτʼ ἐκείνους, ὡς ἔοικεν, ἐλέγχει τοῦ μηδενὸς ἀξίους ὄντας, ὥσπερ ἂν

εἴ τις καὶ θεῶν κατηγοροίη τοῖς αὐτοῖς λόγοις, ὅτι χρῆν αὐτῶν τὴν πρόνοιαν εἶναι τοιαύτην ὥστʼ ἀδικίαν καὶ ἀγνωμοσύνην ἀνελεῖν παντάπασιν ἐξ ἀνθρώπων καὶ μηδὲν ἁμαρτάνειν μηδένας ἀνθρώπων μηδαμῆ. νῦν δὲ πῶς ἢ προνοεῖν αὐτοὺς χρὴ νομίζειν, ὅταν μὴ παύωνται πλημμελοῦντες ὧν ἄρχουσιν ἢ μὴ δικαίως ὑπʼ ἐνίων ἀμελεῖσθαι; οὔκουν οἵ γʼ ἵπποι τοὺς μὲν οὐδεπώποθʼ ἁψαμένους αὐτῶν γνωρίζουσι προσβλέποντες, τοὺς δʼ ἐφεστῶτας

μισοῦσι καὶ φεύγουσιν· ἀλλὰ τοῦτό γε καὶ τοῖς ὄνοις ἀπέδωκεν ἡ παροιμία, τὸν ξύοντα ἀντιξύειν· ἄνθρωποι δʼ ἄρα ὑπὸ θεῶν ἀγόμενοι θεοὺς οὐ νομίζουσιν, ἢ περὶ αὐτούς τι φαῦλον τοὺς θεοὺς λέγουσι καὶ πράττουσι. καὶ ὁ μὲν ἡνίοχος παραλαβὼν λακτίζοντας τοὺς ἵππους πραΰνει καὶ τιθασεύει καὶ τελευτῶν ἐπʼ αὐτῶν ἀσφαλῶς καὶ κατὰ πολλὴν ῥᾳστώνην εἶσιν ὅποι βούλεται· οἱ θεοὶ δὲ οὔπω καὶ νῦν ἐξῃρήκασιν ἐξ ἀνθρώπων ἀδικίαν ἐκ τοσούτου, καὶ ταῦτα ἐκ τοῦ παντὸς αἰῶνος πολιτευόμενοι, καὶ προσέτι εἰς ἑαυτοὺς ἁμαρτάνοντας ὁρῶντες ἔστιν οὓς αὐτῶν. ἀλλὰ μὴν ὅτε ταῦτα οὐδʼ ἂν εἷς ὑγιαίνων εἴποι σπουδῇ πλὴν ὡς ἡμεῖς νῦν εἰς ἔλεγχον λόγου, πῶς οὐ κομιδῆ Πλάτων συκοφαντεῖ; εἰ γὰρ ἃ μηδʼ οἱ θεοὶ πώποτε πεποιήκασι, μηδὲ παρʼ αὐτῆς τῆς Ἀθηνᾶς τῆς πολιάδος εἶχεν ἀπαιτῆσαι, ταῦτα παρὰ Θεμιστοκλέους καὶ Περικλέους ἀπαιτεῖ, αὐτὸν ἐρωτῶ πῶς οὐ συκοφαντεῖ. ἀλλʼ οἶμαι τὴν μὲν τοῦ δήμου φύσιν οὐκ ἠδυνήθησαν μεταποιῆσαι οὐδʼ ἀφανίσαι· ἔστι δʼ αὕτη μηδέποτε γενέσθαι πάντα χρηστὸν μηδʼ ἀναμάρτητον· ὅσα δʼ ἢ κινδυνεύοντας ἔδει προνοήσασθαι, ἐν οἷς ἅμα καὶ τῶν πολλῶν καὶ τῶν ἐπιεικῶν ἦν εὐεργέτας εἶναι, ἢ κατʼ ἐξουσίαν πράττοντας ἀπάγειν ἀπὸ τῶν δυσχερεστάτων ἀεὶ καὶ ὡς ἐλάχιστον τρέπειν τὰ τῆς φύσεως ἁμαρτήματα, ταῦτʼ οὐκ ἔστιν ὅπως οὐ παρὰ τούτοις ὄντα φανήσεται, καὶ ταῦτα πρὸς τῷ λόγῳ τῷ παρʼ ἡμῶν καὶ ταῖς ἀποδείξεσι Πλάτων αὐτὸς ἐπισφραγίζεται καὶ ἔστιν ἡμῖν κἀνταῦθα

μάρτυς ὑπὸ τῆς αὐτῆς δεξιότητος ἧσπερ κἀν τοῖς ἄνω κατὰ τὴν χρείαν ἀεὶ καὶ τὸ λοιπὸν, ἐὰν αὐτὸς αὐτοὺς ἐπαινῶν ἐπιδειχθῇ. πῶς οὖν ἄν τις περιφανέστερον ἢ λαμπρότερον τοὺς ἄνδρας ἐπῄνεσεν ἢ ὡς οὗτος τὸν ἐπιτάφιον λόγον αὐτοῖς ποιήσας; ἐν ᾧ καὶ τοῖς ἄλλοις προξενεῖν φησι καὶ προμνᾶσθαι, εἰς ᾠδάς τε καὶ τὴν ἄλλην ποίησιν θεῖναι, κοσμήσαντας ἀξίως τῶν πραξάντων, λέγω δὴ τὰ τούτων ἔργα. τοῦτο γάρ ἐστι τὸ χαριέστατον, ὅτι καὶ πάντα τἄλλα παρεὶς καὶ παριδὼν ἐπʼ αὐτὰ τὰ τούτων ἴδια καὶ τὴν τούτων πολιτείαν ἐλήλυθεν, ὡς μάλιστα ἐκ τούτων ἐμφανιῶν τὴν τῶν τετελευτηκότων ἀρετὴν, μέγιστον μὲν θεὶς ἁπάντων τῶν ἔργων τὸ Μαραθῶνι, δεύτερον δὲ τὸ Σαλαμῖνι, κεφάλαιον δʼ ἐπιθεὶς ὡς τοῖς βαρβάροις ἐπέδειξαν ὅτι πᾶς πλοῦτος καὶ δύναμις ἀρετῇ ὑπείκει.

οὐκοῦν ὅτε τοὺς ταῦτα βουλευσαμένους καὶ πράξαντας ἐπαινεῖ, τὸν Θεμιστοκλέα καὶ τὸν Μιλτιάδην ἐπαινεῖ. οὗτοι γὰρ ἦσαν οἱ τούτων ἡγούμενοι. καίτοι πῶς οὐκ ἄτοπον ὧν τὰ ἔργα κοσμεῖ, τούτων τὴν πολιτείαν φαυλίζειν, καὶ ἃ τῆς τῶν πεισθέντων ἀρετῆς τίθεται δείγματα, ταῦτα μὴ τῆς τῶν πεισάντων πρῶτον ὑπάρχειν ἡγεῖσθαι; καὶ γὰρ ὅσοι μὲν ὑπὸ τῆς βουλῆς αἱρεθέντες ἐπὶ τοῦ πλήθους τοὺς ἐπιταφίους τούτους διεξέρχονται ἔχουσιν ἴσως ἀποφυγὴν ὡς ἐξ ἀνάγκης ἐκόσμησαν καὶ οὐκ ἄν τις πρᾶγμα ποιοῖτο τοὺς λόγους αὐτῶν· ὅστις δʼ ἐξεπίτηδες καὶ καθʼ ἑαυτὸν ἐποίησε περὶ αὐτῶν, εὔδηλον ὡς

οὐκ ἂν, εἰ μὴ καὶ αὐτοὺς ἀξίους λόγου καὶ τὰ ἔργα ἡγοῖτο. οὐ γὰρ κολακεύων γε Ἀθηναίους ταῦτα εἰρηκέναι φησὶν, οὐδʼ ἂν αὐτὸς λέγῃ πιστεύσομεν ἡμεῖς. εἰ γὰρ αὖ