Orationes 45
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
λόγῳ καὶ τῷ καθʼ ἕτερον χωρίς; ταυτὸν δὲ ἡμῖν ἐν ἅπασι σώζεται. περί τε γὰρ ἀμφοτέρων ὁμοῦ τοῖς αὐτὸς αὑτοῦ λόγοις περιωθεῖται καὶ πάλιν καθʼ ἕτερον αὐτὸς αὖ μαρτυρεῖ, τῷ τε τὸ πείθειν φανῆναι τῶν χρησίμων ἕν τι παρʼ αὐτῷ καὶ τῷ τῶν βιαζομένων καὶ ὑβριζόντων
κατηγοροῦντα παρʼ ὅλον τὸν λόγον φαίνεσθαι. τοσοῦτον γὰρ ἡ ῥητορικὴ κεχώρισται δυναστείας ὅσον, εἰ καὶ τοῦτʼ εἰπεῖν δεῖ, Πλάτων Διονυσίου. ἔστι τοίνυν μαθεῖν καὶ παρʼ αὐτοῦ τοῦ πράγματος καὶ τῶν συμπεπτωκότων ὅσον τὸ διάφορον τούτων ἑκατέρου, καὶ καθʼ ὅσην τινα τὴν ἀνάγκην ἐστί. φανήσεται γὰρ οὔθʼ ὅπου ῥητορικὴ σώζεται τύραννος ἐγγιγνόμενος, μέχρι ἂν σώζηται λόγῳ, οὔτʼ αὖ ῥητορικὴ περιοῦσα ἔνθα τυραννὶς κρατεῖ, ἀλλʼ ὅ τε ῥήτωρ πάντα πράττων ὅπως μηδεὶς τύραννος ἐγγένηται τό τε αὑτοῦ καὶ τὸ κοινὸν ὁμοῦ προορῶν, ὅπως μηδεὶς αὐτὸν τὸ λόγῳ πείθειν παρελόμενος αὐτὸς ἄγῃ κατʼ ἀρχὴν τὰ πράγματα, οἵ τε τύραννοι σκοποῦντες καὶ φοβούμενοι τῶν πάντων οὐδὲν μᾶλλον ἢ μή τις ἐγγένηται λέγειν καὶ πείθειν δυνατὸς, ὅστις συναγαγὼν τὰ πλήθη καὶ σύμβουλος καὶ μηνυτὴς τοῦ προσήκοντος γενόμενος ὁμοῦ τῆς τε ἀρχῆς καὶ τῆς ἐξουσίας ἀκύρους καταστήσει. διόπερ τὴν ἔχθραν ἀλλήλοις ἀναγκαίως ἔχουσιν· ἡ γὰρ τῶν ἑτέρων σωτηρία καὶ δύναμις μὴ εἶναι τοὺς ἑτέρους ἐστὶ τὴν ἀρχήν. ὥστε πόσου ποτʼ ἂν πρίαιντο οἱ ῥήτορες, εἰ οἷόν τʼ εἰπεῖν, φανῆναί τινα ὥσπερ ἐν μάχῃ σφίσιν, ἢ Πλάτωνα λέγω, ἢ καὶ ὁντινοῦν ἐπίκουρον καὶ βοηθὸν, τὰ τῶν τυράννων κακὰ εἰς μέσον οἴσοντα καὶ δείξοντα καὶ μηδὲ νύκτωρ ἀνήσοντα λέγοντʼ αὐτοὺς κακῶς. σχεδὸν γὰρ ἤδη τοὺς τῆς ῥητορικῆς αὐτῆς ἀναλώσει καὶ δείξει λόγους ὁ ταῦτα δεικνὺς, καί τινα τρόπον οἴκοθεν τοῖς ῥήτορσιν ἡ βοήθεια ἀφίξεται. οἱ δʼ αὖ τυραννεῖν ἐπιθυμοῦντες πόσου ποτʼ ἂν πρίαιντο ἀπιστηθῆναι τὸ τῶν ῥητόρων ἔθνος ἐν ταῖς πόλεσι καὶ κόλακας καὶ μαγείρων οὐδὲν βελτίουςὑποληφθῆναι, τοὺς τῷ λόγῳ πείθειν ἐπιχειροῦντας, ἵνα μὴ μάτην ἡ παροιμία τὰς ἐρήμους τρυγᾶν ἀγορεύῃ. εἶθʼ ἃ τοῖς ἀδικεῖν ἐπιχειροῦσι λυσιτελεῖ, πῶς ταῦτα συγχωρητέον τοῖς τὰ δίκαια τιμῶσι; πῶς οὖν τἀναντία λέγουσιν ἀλλήλοις οἱ ῥήτορες; —ἔστι μὲν οὐκέτι τοῦτʼ ἐν τοῖς εἰρημένοις ὑπὸ Πλάτωνος, ὅμως δὲ ὑπὲρ τοῦ πανταχῆ διακαθᾶραι τὸν λόγον μηδὲ τοῦθʼ ἡμῖν ἀνεξέταστον ἀφείσθω, καὶ ταῦτʼ ἰσχυρότατον πάντων ὂν σχεδὸν ὡς ἐν ψεύδεσιν ὧν ἐκεῖνος εἴρηκεν. —ὅτι, οἶμαι, καὶ ἡμῖν αὐτοῖς ἀπαντῶμεν ἐν τοῖς λόγοις, αὐτὸ τοῦτο ὃ κἀγὼ νῦν πεποίηκα· ἀλλʼ οὐδὲν μᾶλλον ὅ γʼ ἐξ ἀρχῆς λόγος διαφθείρεται, ἐπεὶ καὶ οἱ φιλοσοφεῖν οὕτω λεγόμενοι οὐ τοῖς αὐτοῖς λόγοις ἅπαντες δή που χρῶνται, ἀλλὰ καὶ τοῖς ἐναντιωτάτοις ἀλλήλοις. ἀλλʼ οὐδὲν κωλύει κατὰ τοὺς τυγχάνοντας τῆς ἀληθείας φιλοσοφίαν εἶναι καλὸν, οὐ δή που διπλοῦν ἐστιν οὐδʼ ἐναντίον αὐτὸ ἑαυτῷ. πῶς οὖν ἂν φαίη τις; ἢ φιλοσοφεῖν ἀμφοτέρους φήσομεν τἀναντία λέγοντας; ἢ τὸ φιλοσοφεῖν εἶναι καλὸν οὕτως ὡς ἔφην; ἴδοις δʼ ἂν καὶ κυβερνήτας ἐναντία ἀλλήλοις ναυμαχοῦντας, ἀλλʼ ὅμως τῆς κυβερνητικῆς ἐστι σώζειν τὴν ναῦν. οὕτω τοίνυν καὶ ὅταν οἱ ῥήτορες ἐναντία ἀλλήλοις, ὡς ἄν τις φαίη, λέγωσιν, οὐ κωλύεται τὸ ἐξ ἀρχῆς κεφάλαιον τῆς ῥητορικῆς, ἀλλὰ τὸ συμβαῖνον τῷ λόγῳ χρὴ σκοπεῖν μεμνημένους ὧν ἕνεχʼ εὑρέθη. ὁ μὲν οὖν ὑπὲρ ῥητορικῆς λόγος οὗτος.
ἐπεὶ δὲ καὶ Μιλτιάδου καὶ Θεμιστοκλέους καθήψατο καὶ Κίμωνος καὶ Περικλέους, οὐ πρὸς τὸ βέλτιστον φάσκων προστῆναι τῆς πόλεως, ἔστι μὲν οὐδὲν ἴσως κατεπεῖγον περὶ τούτων νῦν διαφέρεσθαι. οὗτοι μὲν γὰρ, εἰ δίκαια Πλάτων αὐτῶν κατηγόρηκε, δικαίως ἂν φαῦλοι νομίζοιντο· ῥητορικὴ δʼ, εἰ καὶ πάντων μοχθηροτάτους τούτους θείημεν, οὐδὲν μᾶλλον ἐλέγχεται. συγχωρούντων μὲν οὖν ἡμῶν ὅ γε ὑπὲρ ῥητορικῆς οὐκ ἀπόλωλε λόγος. εἰ δὲ δὴ καὶ περὶ τούτων ἐλέγχοιτο οὐ παντάπασιν εὐγνωμόνως τῷ λόγῳ κεχρημένος, πανταχῆ δειχθήσεται φιλονεικῶν. τοῦτʼ ἔστι προὔργου τὸ καὶ περὶ τούτων εἰπεῖν. φέρε δὴ πρὸς Διὸς, εἴ πως ἀναστάντες ἢ λαβόντες αἴσθησιν, ὥσπερ Πλάτωνι Δίων ὑπόκειται πρὸς Συρακοσίους λέγων, ταυτὶ πρὸς αὐτὸν εἴποιεν, ἡμεῖς, ὦ Πλάτων, ἄλλο μὲν οὐδὲν χρηστὸν τὴν Ἀθηναίων πόλιν εἰργασάμεθα· οὐ
γὰρ ἦμεν τῆς σῆς ἀρετῆς καὶ σοφίας ἐπιστήμονες, πάντα δʼ οὐ πᾶσιν οἱ θεοὶ διδόασιν· ἃ δʼ εἰς ἡμᾶς ἧκεν, εὔνοια, προθυμία, πίστις, ἀνδρεία, τὰ τοιαῦτα παρεσχόμεθα, ὥσθʼ ὑπερβολὴν ἑτέρῳ μὴ λιπεῖν, ἐν τοῖς τοιούτοις καιροῖς, ὦ Πλάτων, ἐν οἷς ἦν ἐν μὲν τῷ κρατεῖν ἅμα δόξα καὶ σωτηρία καὶ τὰ ἐκ τῶν εὐχῶν, ἡττηθέντας δὲ μηδʼ εἶναι τὸ παράπαν. λαβόντων δὲ ἡμῶν τούτους τοὺς λογισμοὺς καὶ τῶν θεῶν εὐμενῶς συναιρομένων ἐλευθέρα μὲν ἡ σὴ καὶ ἡμετέρα πατρὶς καὶ σώα καὶ ἀθῶος τῆς τῶν βαρβάρων ὕβρεως καὶ παρανομίας, ἐλευθέρα δὲ καὶ πᾶσα ἡ Ἑλλὰς, ἐξουσία δὲ καὶ σοὶ φιλοσοφεῖν καὶ τοῖς σοῖς ἑταίροις ἐγένετο καὶ πλεῖν ἐλευθέρως ὅποι ἐβούλεσθε καὶ ἔχειν ἡμῶν μνησθῆναι, καὶ ἔπειτα, εὔγνωμον δʼ ἦν, ὡς ἐπὶ τὰ βελτίω. ὡς εἰ τότε ἡμεῖς ἀπειπόντες παρεδώκαμεν ἡμᾶς αὐτοὺς τοῖς βαρβάροις ἀμαχητὶ, τίς ἂν ἡμῶν λόγος κατʼ ἀνθρώπους ἐγένετο; ἀλλʼ οὔτε αὐτοὶ τοιοῦτον οὐδὲν ἐπάθομεν οὔτε τοὺς ἄλλους ἠνεσχόμεθα, οὐδʼἐκολακεύσαμεν οὐδετέρους, οὔτε τὸν βασιλέα διʼ οὐδέτερον τούτων, ἢ φόβον, ἢ κέρδους ἐλπίδα, οὔτʼ αὖ τὸν δῆμον τῶν Ἀθηναίων. οὐ γὰρ ἦν, εἰ κολακεύειν ἐβουλόμεθα, αὐτοὺς σῶσαι, οὐδʼ ὅπως τι πρὸς ἡδονὴν ἀκούσονται
παρεδίδου τόθʼ ὁ καιρὸς, ἀλλὰ τοσοῦτον ἀπείχομεν τοῦ κόλακες τοῦ πλήθους εἶναι ὥστʼ οὐδὲ βουλομένοις ἡμῖν κολακεύειν ἐνῆν. ἀλλʼ οὔτε προῃρούμεθα οὔτʼ ἦν δυνατὸν οὔθʼ οὕτω τὴν Ἑλλάδα ἐσώσαμεν χαριζόμενοι καὶ ψυχαγωγοῦντες, ὥσπερ ὧν σὺ μέμνησαι τῶν κιθαρῳδῶν, ἀλλʼ ἐπεγείροντες, διδάσκοντες, αὐτοὶ παράδειγμα τοῖς ἄλλοις γιγνόμενοι τοῦ πῶς δεῖ καρτερεῖν ἐν αὐτοῖς τοῖς δεινοῖς καὶ ταῖς ἀκμαῖς τῶν κινδύνων, τὴν ἡμετέραν αὐτῶν, εἰ συγχωρεῖς εἰπεῖν, ἀρετὴν ἐπιδεικνύμενοι. τί οὖν ἡμῖν προφέρεις κολακείαν καὶ διακονίαν, καὶ τοὺς ἰδίᾳ τροφεῖα μὴ ἐκτίνοντας φαύλους ἂν εἶναι συμφήσας αὐτὸς ἡμῖν οὐ καλὴν χάριν ἐκτίνεις τῆς κοινῆς τῶν Ἑλλήνων σωτηρίας καὶ τροφῆς, ἣν σύ τε καὶ οἱ ἄλλοι διʼ ἡμᾶς ἐν ἐλευθερίᾳ τέθραφθε; εἰ ταῦτα λέγοιεν οἱ ἄνδρες, ποίους λαβυρίνθους σοφίας ἀνελίττων ἢ τί λέγων τῶν πάντων οἷός τε γένοιτʼ ἂν ἀντειπεῖν; πᾶσι τοίνυν προτέροις ἐστὶ λόγος πρὸς ταῦτα ἢ Πλάτωνι. διὰ τί; ὅτι ἐν αὐτοῖς τούτοις ἃ πρὸς τοὺς Δίωνος γέγραφεν ἑταίρους καὶ ἐν οἷς ὁ Δίων αὐτῷ τετελευτηκὼς ὑπόκειται λέγων ὡς ἔμπνους ἔνεστι ταυτὶ δεξάμενοι δὲ τοὺς τοιούτους νόμους, ἐπειδὴ κατέχει κίνδυνος Σικελίαν, καὶ οὔτε κρατεῖτε ἱκανῶς οὔτʼ αὖ διαφερόντως κρατεῖσθε, δίκαιον ἂν ἴσως καὶ συμφέρον γένοιτο ἡμῖν πᾶσι μέσον τεμεῖν τοῖς τε φεύγουσιτῆς ἀρχῆς τὴν χαλεπότητα ὑμῖν καὶ τοῖς τῆς ἀρχῆς πάλιν ἐρῶσι τυχεῖν· ὧν οἱ πρόγονοι τὸ μέγιστον ἔσωσαν ἀπὸ βαρβάρων τοὺς Ἕλληνας, ὥστʼ ἐξεῖναι περὶ πολιτείας νῦν ποιεῖσθαι λόγους· ἔρρουσι δὲ τότε οὔτε λόγος οὔτʼ
ἐλπὶς ἐλείπετʼ ἂν οὐδαμῆ οὐδαμῶς. ἡμῶν δέ γε οὐχ οἱ πρόγονοι, φαῖεν ἂν, ἀλλʼ ἡμεῖς αὐτοὶ τοῖς ἡμετέροις αὐτῶν ἔργοις καὶ βουλεύμασι καὶ λόγοις ἀπὸ τῶν βαρβάρων τοὺς Ἕλληνας ἐσώσαμεν, οὐ τὸ ἐν Σικελίᾳ κατοικοῦν μέρος αὐτῶν, ἀλλὰ τοὺς σύμπαντας καὶ τοὺς τῆς ἁπάσης οἰκουμένης τὸ ἕτερον μέρος νομισθέντας, ἐξ οὗ τότε τοῖς βαρβάροις ἀντάραντες ἐώσαντο, ὥστʼ ἐξεῖναί σοι περὶ πολιτείας νῦν ποιεῖσθαι λόγους, καὶ περὶ αὐτῶν ἡμῶν, ἔρρουσι δὲ τότε οὔτε λόγος οὔτʼ ἐλπὶς ἐλείπετʼ ἂν οὐδαμῆ οὐδαμῶς. νῦν οὖν φησὶν ὁ Δίων τοῖς μὲν ἐλευθερία γιγνέσθω μετὰ βασιλικῆς ἀρχῆς, τοῖς δὲ ἀρχὴ ὑπεύθυνος βασιλικὴ, δεσποζόντων νόμων τῶν τε ἄλλων πολιτῶν καὶ τῶν βασιλέων αὐτῶν, ἄν τι παράνομον πράττωσιν. ἐπὶ δὲ τούτοις ξύμπασιν ἀδόλῳ γνώμῃ καὶ ὑγιεῖ μετὰ θεῶν βασιλέα στήσασθε, πρῶτον μὲν τὸν ἐμὸν υἱὸν χαρίτων ἕνεκα διττῶν, τῆς τε παρʼ ἐμοῦ καὶ τῆς παρὰ τοῦ ἐμοῦ πατρός· ὁ μὲν γὰρ ἀπὸ βαρβάρων ἠλευθέρωσεν ἐν τῷ τότε χρόνῳ τὴν πόλιν, ἐγὼ δὲ ἀπὸ τυράννων νῦν δὶς, ὧν αὐτοὶ μάρτυρες ὑμεῖς γεγόνατε. δεύτερον δὲ δὴ ποιεῖσθε βασιλέα τὸν τῷ μὲν ἐμῷ πατρὶ ταυτὸν κεκτημένον ὄνομα, υἱὸν δὲ Διονυσίου, χάριν τῆς τε δὴ νῦν βοηθείας καὶ ὁσίου τρόπου· ὃς γενόμενος τυράννου πατρὸς ἑκὼν τὴν πόλιν ἐλευθεροῖ, τιμὴν αὑτῷ καὶ γένει ἀΐδιον ἀντὶ τυραννίδος ἐφημέρου καὶ ἀδίκου κτώμενος. τρίτον δὲ προκαλεῖσθαι χρὴ βασιλέα γίγνεσθαι Συρακουσῶν, ἑκόντα ἑκούσης τῆς πόλεως, τὸν νῦν τοῦ τῶν πολεμίων ἄρχοντα στρατοπέδου, Διονύσιον τὸν Διονυσίου, ἐὰν ἐθέλῃ ἑκὼν εἰς βασιλέως σχῆμα ἀπαλλάττεσθαι, δεδιὼς μὲν τὰς τύχας, ἐλεῶν δὲ