Orationes 45
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
τῶν ὑπηρετῶν ἅττʼ ἂν εὑρίσκῃ βέλτιστα. ὥστε καὶ τὸν τῆς μαντικῆς ἐπέχει λόγον καὶ τὸν τῆς στρατηγικῆς, ἣν μηδὲν τῇ πολιτικῇ προσήκειν Πλάτων οὐκ ἐρεῖ. πῶς οὖν ῥητορικὴ πολιτικῆς μορίου εἴδωλον, εἰ μὴ οὕτως; ἀλλὰ μὴν οὕτω γε οὐκ εἴδωλον. εἶεν. αὐτοὶ δὲ οἱ στρατηγοὶ τί πράττουσιν, ὦ θαυμάσιε; οἶμαι μὲν οὐδὲν ἄλλο ἢ στοχάζονται οἵ γέ που βέλτιστοι καὶ φρονιμώτατοι καὶ τῆς τῶν πολεμίων διανοίας καὶ φύσεως τῶν σφετέρων στρατιωτῶν, καὶ τόπων γε οἶμαι καὶ καιρῶν. ἆρʼ οὖν τοῦ μηδενός εἰσιν ἄξιοι χρῆσθαι; οὐκ οἶμαί γε. ἀλλὰ μὴν εἰ διὰ τοσούτων γε ὧν εἶπον τεχνῶν—τὰς γὰρ πλείους ἀφίημι—τὸ στοχάζεσθαι φαίνεται τῶν ἔργων ἡγούμενον καὶ διὰ τούτου πάντα χωροῦντα, πῶς ἄξιον τούτῳ τὴν ῥητορικὴν ψέγειν; ἢ πῶς ὃ μόνον κοινόν ἐστι τῶν τεχνῶν ὡς εἰπεῖν, εἰς ἔλεγχον τοῦτο φέρειν, ὡς οὐ μετέχει ῥητορικὴ τέχνης; οὐδὲν γὰρ ἄλλο ἢ τοῖς συμβόλοις, διʼ ὧν ἔδει γνωρίσαι καὶ παραδέξασθαι, τούτοις διαφθείρειν αὐτήν ἐστιν, ὅταν ταῦτά τις ἐγχειρῇ λέγειν. οὐκοῦν οὐχ ὅτι στοχάζεται, διὰ τοῦτο οὐ μέτεστι τέχνης αὐτῇ, ἀλλʼ εἰ καὶ μὴ διʼ ἓν τῶν ἄλλων πάντων, διʼ ἓν τοῦτο μέτεστι τὸ στοχάζεσθαι, εἰ τοῦτʼ ἀληθὲς εἴρηκε Πλάτων ὅτι δὴ στοχάζοιτο. τί δὲ τἄλλα λέγοι τις ἂν, ἀλλʼ αὐτὴν τὴν πολυτίμητον εἴτʼ ἐπιστήμην εἴτε σοφίαν χρὴ προσειπεῖν, οὐκ αὐτὸς, ὦ πρὸς θεῶν, εἰκάζειν περὶ τῶν μεγίστων ὁμολογεῖς, ὅταν γέ που φῇς μὴ εἶναι διισχυρίσασθαι, ἀλλʼ ἀφίης
τῷ θεῷ, τἀκριβὲς εὖ ποιῶν καὶ φιλοσοφῶν ὡς ἀληθῶς; ἀλλʼ ἐγὼ, τοῦτʼ εἰπέ μοι, πεισθῶ μηδὲν εἶναι τὸν Δία βελτίω τοῦ Σολέως σοφιστοῦ; ὦγαθὲ, σκόπει μὴ πάντα τἀνθρώπεια ὅσον εἰκάσαι ᾖ, ἡ δὲ ἐπιστήμη καθʼ Ὅμηρον ἐν Διὸς οὔδει μόνου. ὅτι τοίνυν ὅλως ἐστὶ σόφισμα τὸφάσκειν τὰ δοκοῦντα τοῖς πλήθεσι ταῦτα συμβουλεύειν τοὺς ῥήτορας καὶ τούτου μόνου στοχάζεσθαι, εἰ καὶ μὴ παῖς ἐλέγξειεν, ἀλλʼ ὅστις γʼ εὖ φρονεῖ. ἐμοὶ μὲν γὰρ τοὐναντίον πᾶν φαίνεται, μήτʼ ἐν τῇ τῆς ῥητορικῆς φύσει πλεῖον εἶναι μηδὲν ἢ τὸ μὴ τὰ δοκοῦντα τοῖς πλήθεσιν εὐθὺς ἐᾶν γίγνεσθαι μήθʼ οἱ ῥήτορες ἄλλο τι μᾶλλον σκοπεῖν ἢ τὰ βέλτιστα, μήτε τοὺς δήμους αὐτοὺς τοῦτό γε ἐκφυγεῖν, ὡς οὐκ ἀμείνους σφῶν οἱ ῥήτορες λογίσασθαι περὶ τῶν πραγμάτων, καὶ πᾶσαν ὅλως τὴν τοῦ βίου σχέσιν καὶ τὴν τύχην· καὶ τοῦτʼ ἐξ αὐτῶν τῶν τιμῶν εἶναι δῆλον ὧν αὐτοῖς ἀπονέμουσιν. εἰ γὰρ ἦν ἀληθὲς τοῦτο, ὃ Πλάτων αἰτιᾶται, καὶ μὴ τοὺς δήμους ἦγον οἱ ῥήτορες, ἀλλʼ οὗτοι τῶν δήμων ἦσαν, πρῶτον μὲν τίς ἂν αὐτοῖς αἰδὼς καὶ τιμὴ παρὰ τῶν δήμων ἦν; ποῦ δʼ ἂν προεδρίας ἢ τῶν ὑπὲρ τοὺς πολλοὺς ἔτυχον; οὐδεὶς γὰρ τοὺς διακόνους ὡς κρείττους αὑτοῦ θαυμάζει, οὐδὲ οὗ πρότερος
περὶ τῶν πραγμάτων ἐντεθύμηται, τούτῳ τὴν αὑτοῦ γνώμην προστίθησιν. ἔπειτα τίς ἢ κήρυξ ἢ πρεσβεία δεηθήσεσθαί ποτʼ ἔμελλεν ἀνδρὸς ῥήτορος, εἰ τὰ δοκοῦντα τοῖς πλήθεσι συμβουλεύειν τῶν ῥητόρων εἶναι κατεδέδεικτο; τίς γὰρ ἂν ἢ πόλις πέμπουσα τὸν τοῦ μηδενὸς ἄξιον θεραπεύειν εἵλετο, ἢ πρεσβευτὴς ἥκων προσῆλθεν ἄν ποτε τούτῳ τοῦ πεῖσαι χάριν τὸν δῆμον, εἰ τοῦ βίου κεφάλαιον ὂν ἠπίστατο ἅττʼ ἂν ὁ δῆμος βούλοιτο, ταῦτα συμβούλεσθαι, καὶ περιμένειν τὴν ἐκείνου φωνὴν, ὥσπερ τὴν τῶν διδασκάλων οἶμαι παῖδες; τοὐναντίον μέντἂν ἢ ἐπὶ τῶν χορῶν εἶχεν, εἰ μὴ οἱ πλείους ἔμελλον τὸν ῥήτορα ἀναμένειν, ἀλλʼ ὁ ῥήτωρ ἐπεῖχεν ἕως ἂν ὁ δῆμος ἐπισημήνῃ. τίς δʼ ἂν ἰδίαν ἢ δημοσίαν δίκην φεύγων διʼ ὅτου νικήσει τῶν ῥητόρων ἐζήτησεν, εἰ τὰ δοκοῦντα τοῖς δικασταῖς ταῦτʼ ἐρεῖν ἔμελλεν ὁ ῥήτωρ καὶ μηδʼ ὁτιοῦν ἕτερον; οὕτω μέντἂν οἱ μάλιστα κινδυνεύοντες καὶ περὶ τῶν μεγίστων ἀγωνιζόμενοι πλεῖστον ῥητόρων ἠμέλουν. εἰσὶ μὲν γὰρ οἱ μάλιστα δή που κινδυνεύοντες οἷς χαλεπῶς ἔχει τὰ τῶν ἀκροωμένων καὶ οἱ ταῖς διαβολαῖς προκατειλημμένοι. εἰδὲ ἃ δοκοίη τοῖς ἀκροωμένοις, ταῦτʼ ἔργον ἐπεποίηντο λέγειν οἱ ῥήτορες καὶ ταῦτʼ ἐπηῦξον, Ἡράκλεις, ἦν αὐτῷ οἴκοθεν φέρειν τὸν ὄλεθρον, εἴ τις ἦγε ῥήτορα πρὸς τοιοῦτον πρᾶγμα ὥσπερ ἂν εἴ τις αὑτῷ τὸν δήμιον συνεισῆγεν. ἆρʼ οὖν ταῦθʼ οὕτως ἔχει καὶ οἱ μάλιστα ἀποθανεῖσθαι
προσδοκῶντες καὶ οἷς πλεῖστος ἔπεστι φόβος μὴ τῶν ἴσων τεύξεσθαι, οὗτοι καὶ διαφερόντως ἀμελοῦσι τῶν ῥητόρων; οὐκ ἔστι ταῦτα. οὐχ οὕτω παράδοξα ἐρεῖ Πλάτων. ἀλλʼ ἐπὶ θύρας ἔρχονται, δέονται, προσκυλινδοῦνται, πάντων φάρμακον τὴν ῥητορικὴν εἶναι νομίζοντες, θανάτου, φυγῆς, αὐτῶν τῶν φόβων, δικαστῶν ὀργῆς, δήμου φιλονεικίας, πάντων. διὰ τί; ὅτι οὐ τὰ δοκοῦντα τοῖς καθημένοις ἴσασι λέγειν μελετῶντας τοὺς ῥήτορας, —οὐ γὰρ ἂν οὐδὲ αὐτὸ τοῦτʼ ἐνῆν λέγειν μελετᾶν αὐτοῖς, εἰ τοῦτο ἔμελλον—ἀλλʼ ἴσασιν αὐτοὺς πόρρωθεν προσέχοντας τοῖς πράγμασι καὶ μελετῶντας λέγειν ὡς ἡ τῶν πραγμάτων τάξις ἀπαιτεῖ, καὶ τῆς τούτων φύσεως στοχαζομένους, οὐ τῆς τῶν ἀκροωμένων, εἰ δʼ ἄρα καὶ τῆς τῶν ἀκροωμένων, οὐχ ὥστε τὰς ἐκείνων ἐπιθυμίας θεραπεύειν, οὐδʼ ὅσα βουλομένοις ἐστὶν ἀκούειν λέγειν, ἀλλʼ ὅσα βέλτιον εἰπεῖν, ταῦτʼ εἰπόντας πεῖσαι δυνηθῆναι· ὥσπερ γε καὶ τοὺς ἰατροὺς στοχαζομένους ὁρῶμεν τῆς φύσεως τῶν σωμάτων, οὐ μὴν ὥστε χαρίζεσθαι ταῖς ἐπιθυμίαις ἁπλῶς, ἀλλʼ ὥστε τὸ βέλτιστον μὴ εἰκῆ προσενεγκεῖν, ἀλλʼ ὡς μάλιστʼ ἂν ὁ κάμνων παραδέξαιτο. ἄχρι τούτου φημὶ κἀγὼ τὸν ῥήτορα τῶν ἀκροωμένων στοχάζεσθαι, καὶ τοῦτό γε εἰ λέγεις, συγχωρῶ, ἀλλʼ οὐ δουλεύων οἶμαι τοῖς πλήθεσιν οὐδὲ ὑπὲρ τοῦ χαρίζεσθαι παρατηρεῖ τὰς φύσεις, ἀλλὰ τὸ τοῦ Δημοσθένους, ὅπως τὰ βέλτιστα εἰς δέον εἴποι. ἐγὼ δʼ οὐχ ὅ τι χρὴ λέγειν περὶ τῶν παρόντων ἀπορῶ φησὶν ἀλλʼ ὅντινα χρὴ τρόπον πρὸς ὑμᾶς περὶ αὐτῶν εἰπεῖν. εἶτα παρρησιάζεται, καὶ μάλα γε, ὡςἐγᾦμαι, λαμπρῶς. πέπεισμαι γὰρ ἐξ ὧν παρὼν καὶ ἀκούων σύνοιδα τὰ πλείω τῶν πραγμάτων ὑμᾶς ἐκπεφευγέναι τῷ μὴ βούλεσθαι τὰ δέοντα ποιεῖν, οὐ τῷ μὴ συνιέναι. εἰ τοῦτʼ ἔστιν, ὦ Πλάτων, τὸ στοχάζεσθαι καὶ προσομιλεῖν τὰς φύσεις τηροῦντα, οὐκ ἐκφεύγομεν τὰς αἰτίας, πάντες ἐροῦσιν οἱ ῥήτορες. εἰ δʼ εἴκειν αὐτοὺς τοῖς πλήθεσι φῂς καὶ ποιεῖν τὰ κελευόμενα, ἀλλʼ οὐ κελεύειν, τὴν θεράπαιναν εἴληφας ἀντὶ τῆς δεσποίνης, καὶ τοὺς δημοσίους ψέγων δοκεῖς τοὺς ῥήτορας. ἀλλʼ οὔθʼ οἱ δημόσιοι μέγα φρονοῦσιν ἐφʼ ἑαυτοῖς, ὅτι δουλεύουσι τοῖς τῆς πόλεως βουλήμασι, καὶ τοῖς ῥήτορσι τοῦ φρονεῖν αὐτὸ τοῦτο αἴτιόν ἐστι τὸ μὴ τὰ δοκοῦντα τοῖς δήμοις λέγειν, ἀλλʼ ἃ δοκοῦσιν αὐτοὶ βέλτιστα εἶναι. εἰ δὲ ἦσαν διάκονοι τῆς τῶν ὄχλων ἐπιθυμίας καὶ τὰ δοκοῦντα τοῖς καθημένοις ἐδημηγόρουν, οὐδʼ ἂν παρρησιάσασθαί ποτʼ αὐτοῖς ἐξῆν, οὐχ ὅπως ὑπὲρ τοὺς ἄλλους φρονεῖν. ἀλλʼ οἶμαι συνίσασιν αὑτοῖς οὐ τὰς ἡδονὰς θεραπεύουσιν, ἀλλὰ τὰς ἐπιθυμίας σωφρονίζουσιν, οὐδʼ ὁρῶσιν εἰς τοὺς πολλοὺς, ἀλλὰ τοῖς πολλοῖς ὁρῶσιν εἰς τούτους, οὐδʼ ἀρχομένοις ὑπὸ τῶν ἰδιωτῶν, ἀλλʼ ἄρχουσιν αὐτοῖς τῶν πολλῶν· καὶ τὴν ἐπωνυμίαν διὰ τοῦτο εἰλήφασι παρʼ αὐτῶν ἀντʼ ἄλλου συμβόλου μαρτύριον τῆς ἐξουσίας, λέγω τὴν τῶν δημαγωγῶν,
οὐκ ἐπειδήπερ ὑπὸ τῶν δήμων ἄγονται, ὦ πάντʼ ἄνω καὶ κάτω ποιῶν, ἀλλʼ ὅτι τοὺς δήμους ἄγουσιν· ὥσπερ γε δὴ καὶ τοὺς παιδαγωγοὺς, οἶμαι, καλοῦμεν, οὐκ ἐπειδήπερ ὑποπεπτώκασι τοῖς παισὶν, ἀλλʼ ὅτι αὐτοῖς ἡγοῦνται. ὅ τι γὰρ ἂν φαίης ἁρμόττει τὸ τοιοῦτον ἀκοῦσαι τῷ ῥήτορι, ἄρχων, προστάτης, διδάσκαλος, πάντα ταῦτʼ ἐστὶ τοῦ ῥήτορος τὰ ὀνόματα. ὅπερ γάρ εἰσι τοῖς παισὶν οἱ διδάσκαλοι, τοῦτο τοῖς δήμοις εἰσὶν οἱ ῥήτορες· δεικνύουσιν ἃ χρὴ πράττειν καὶ παιδεύουσι ταῖς γνώμαις καὶ τοῖς ψηφίσμασι. καὶ ἡ φύσις οὕτω ταῦτʼ ἔταξεν. οὐ δουλεύει ταῖς τῶν χορευτῶν ἐπιθυμίαις ὁ κορυφαῖος, ἀλλʼ εἴ τί που καὶ χαρίζεται, τὸ μηδὲν ἀπᾷσαι συμπαρατηρῶν τῷ χαρίζεσθαι.ἀλλʼ οὐχ ὑποβάλλουσί γε αὐτῷ τὰ ἐνδόσιμα οἱ χορευταὶ, οὐδʼ ὅπως ἂν ἐκεῖνοι κελεύωσιν, οὕτω προσάγει τὸ μέλος καὶ τὸν ῥυθμὸν, οὐδὲ τί χρὴ διδάσκειν αὐτοὺς παρʼ ἐκείνων μανθάνει, οὐ μᾶλλόν γε ἢ παρὰ τῶν ναυτῶν ὁ κυβερνήτης μανθάνει τί χρὴ πράττειν. ἀλλʼ ἀκούουσι μὲν οἱ ναῦται ἃ προστάττει, λέγει δὲ ὁ κυβερνήτης οὐκ εἴ τι καὶ δοκοῦν τοῖς ναύταις, ἀλλʼ οὖν αὐτὸς ὢν κύριος ἐν τῇ νηὶ τῶν ναυτῶν. πανταχοῦ πάντʼ ἐστὶ πρὸς τοὺς ἡγεμόνας,
καὶ τὰ τούτων ἡγεῖται βουλήματα. ἕπεται δὲ τὰ μὲν ἑκουσίως, τὰ δὲ ἀκουσίως τὰ τῶν πολλῶν. κορυφαῖος χοροῦ, ναυτῶν κυβερνήτης, στρατιωτῶν στρατηγὸς, δήμου ῥήτωρ ἡγεῖται. πάντες μὲν οὖν ἄρχοντες φύσει κρείττους τῶν ὑφʼ αὑτοῖς· εἰ δέ τις μετʼ ἐξουσίας καὶ χαρίζεται, πείθων, οὐκ ἀναγκάζων, καὶ πρὸς τῷ σώζειν τὴν ἑαυτοῦ τάξιν στοχάζεται καὶ τῆς ἐπιθυμίας τῶν ὑφʼ αὑτῷ, οὗτος ἐκεῖνός ἐστιν ὁ τῷ ὄντι πολιτικὸς καὶ ὃν Ὅμηρος ἔφη πατέρα ὣς ἤπιον εἶναι. οἶμαι δὲ τὸν αὐτὸν καὶ ῥήτορα ἄριστον πεποίηκεν, ᾧ τοῦτο ἀνέθηκε. μὴ δὴ τοῦτο λέγε ὡς ὄνειδος κατὰ τῶν ῥητόρων εἰ χαρίζονται, ἀλλʼ εἰ μετὰ τοῦ βελτίστου καὶ τῆς χάριτος στοχάζονται. καὶ κατὰ τοῦτʼ ἀπόδος τῇ ῥητορικῇ τὴν πρέπουσαν εὐφημίαν, ἵνα τοῖς ὁμοίοις αὐτὴν ἀμειβόμενος φανείης. εἰ δὲ λέγεις ὡς ἁπλῶς χαρίζονται καὶ δουλεύουσι ταῖς ἐπιθυμίαις, τίς ἡ πίστις; ἐγὼ μὲν γὰρ παρʼ αὐτῶν τῶν πραγμάτων τὴν ἑτέραν παρέχομαι. εἰ γὰρ μήθʼ ὑπὸ τῶν δήμων ἔμελλον οὕτω γε θαυμασθήσεσθαι μήθʼ ὑπὸ τῶν ἰδιωτῶν μήθʼ ὑπὸ τῶν πολιτῶν μήθʼ ὑπὸ τῶν ξένων μήτʼ αὐτοὶ μηδαμῶς ἅπερ νυνὶ σεμνύνεσθαι, συνελόντι δʼ εἰπεῖν, εἰ μήτʼ εὐδοξήσειν μήτε χρηματιεῖσθαι μήτε ἰσχύσειν μήτε ἐρεῖν, πῶς ἐγχωρεῖ τοιαύτην αἰτίαν κατʼ αὐτῶν παραδέξασθαι, διʼ ἧς ταῦτʼ ἀπήντησεν ἄν; ἔτι τοίνυν καὶ ὅλως ἀδύνατα