Orationes 45

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

ἐγκέκληκεν. ἴσως μὲν γὰρ οὐδὲ τοῖς ἱπποκενταύροις χαρίσασθαι ῥᾴδιον, εἴ τις ἐδημηγόρει παρʼ αὐτοῖς, οὐχ ὅτι κοινῇ λέγω πᾶσιν, ἀλλʼ οὐδὲ καθʼ ἕνα οἶμαι, εἴπερ ἦσαν διπλοῖ τὴν φύσιν· δήμου δὲ βουλήματα γνῶναι καὶ θεραπεῦσαι διὰ τέλους τίς μηχανή; καὶ ποῦ δυνατόν; οὐδεὶς γάρ ἐστιν εἷς δῆμος, οὐδὲ μιᾶς ἐπιθυμίας, οἶμαι δʼ οὐδʼ ἔσται· ἀλλʼ ὥσπερ ῥεύματα ἄλλος ἀλλαχόθεν φέρονται τοῖς πᾶσι μεμερισμένοι, ταῖς ἡλικίαις, τοῖς ἐπιτηδεύμασι, ταῖς φύσεσι, τῇ τύχῃ, ταῖς ἐπιθυμίαις, ἄλλος ἄλλα γιγνώσκων, εἴ γε γιγνώσκειν χρὴ καλεῖν τὸ μηδʼ ὁτιοῦν εἰδέναι περὶ τῆς ἀληθείας. καὶ νὴ Δίʼ οἱ μὲν νυνὶ πάρεισιν, οἱ δʼ αὖθις ὥσπερ τὰ φύλλα δοκεῖ μὲν εἶναι ταὐτὰ καὶ τῶν αὐτῶν δένδρων, ἔστι δʼ οὐδέποτε ἃ πρὸ τοῦ. ποίαις οὖν ἐπιθυμίαις ὁ ῥήτωρ μέλλει δουλεύσειν, ἢ τὰ τίσι δοκοῦντα ἐρεῖν, ἢ τίνων στοχάσεσθαι, οἵ γʼ οὕτως ἀτόπως ἔχουσιν, ὥστʼ οὐδʼ αὐτοὶ γνῶναι δύνανται τί βούλονται; ἀλλὰ τοσοῦτʼ ἀπέχουσι τοῦ ταὐτὰ φρονεῖν ἀλλήλοις ὥστʼ οὐδεὶς αὐτῶν ὡς ἔπος εἰπεῖν αὐτὸς αὑτῷ περὶ τῶν αὐτῶν ταὐτὰ φρονεῖ διὰ τέλους, ἀλλὰ πάντες ὥσπερ χειραγωγοῦ τοῦ ῥήτορος χρώμενοι ἀεὶ δέονται. εἰς τίνας οὖν εἰπέ μοι βλέψει; πάλιν

γὰρ ταυτὸν ἐρήσομαι. καὶ πῶς διακονήσεται ταῖς ἐπιθυμίαις; ὅταν γὰρ δέῃ μὲν διακονεῖν πολλοῖς, οὗτοι δʼ ὦσι μὴ κατὰ ταὐτὰ γιγνώσκοντες, πᾶσι δὲ ἀμήχανον ἐκ τῶν αὐτῶν ταὐτὰ χαρίζεσθαι, πῶς ὁ ῥήτωρ θεραπεύσει τὰς ἐπιθυμίας αὐτῶν; ἅμα γὰρ χαριεῖται τοῖς ἑτέροις καὶ τοὺς ἑτέρους ἀνιάσει. ὥστε οὐ μᾶλλον πρὸς ἡδονὴν ἢ πρὸς ἀηδίαν ἐρεῖ. πῶς οὖν καλεῖς διακόνους τούτους; οὐ γὰρ ἐγχωρεῖ. ὅτι τοίνυν αὐτὸς Πλάτων ὡμολόγηκε μὴ τὰ δοκοῦντα τοῖς πολλοῖς λέγειν τοὺς ῥήτορας ἔξεστιν ἴσως εἰπεῖν τοῦτό γε ὡς κἂν παῖς προσέχων φωράσειεν, ἵνα μὴ ἐλέγξειε λέγω. δίδωσι γὰρ δή που τοσοῦτον, πειθοῦς εἶναι

δημιουργὸν τὴν ῥητορικήν· εἰ δὲ πισιευτικῆς ἢ διδασκαλικῆς οὐ διαφέρομαι τὰ νῦν εἶναι, ἀλλʼ οὖν τό γε πείθειν αὐτῷ προστίθησιν. ὅτε τοίνυν τὸ πείθειν ἐστὶ τῆς ῥητορικῆς, οὐ λέγουσι τὰ δοκοῦντα τοῖς πολλοῖς οἱ ῥήτορες. εἰ γὰρ τὰ δοκοῦντα λέγουσιν, οὐ πείθουσιν· οὐδεὶς γὰρ ἐφʼ αὑτοῦ γιγνώσκων ἑτέρῳ περὶ τούτου πείθεται. ἀλλὰ τούτῳ κεχώρισται τό τʼ ἐφʼ αὑτοῦ βεβουλεῦσθαι καὶ τὸ πεισθῆναι. ἀλλʼ εἰ καὶ τοῦτʼ ἄρα εἰπεῖν δεῖ, αὑτοῖς, οὐ τοῖς ῥήτορσι πείθονται οἱ τὰ δοκοῦντα αὑτοῖς ποιοῦντες. πείθει δὲ οὐδεὶς ὅστις μὴ τὴν αὑτοῦ γνώμην εἰπὼν ἐνίκησεν. ὥστʼ αὐτὸ τοὐναντίον τῷ Πλάτωνος λόγῳ συμβαίνει, εἰ τὰ τοῖς πολλοῖς δοκοῦντα λέγουσιν οἱ ῥήτορες. ἃ γὰρ οἱ

βουλόμενοι λέγουσι, ταῦτα πείθονται λέγειν. οὐκοῦν εἰ μὲν ἡ ῥητορικὴ πειθοῦς δημιουργὸς καὶ τὸ πείθειν τῶν ῥητόρων, οὐ κολακεύουσιν οἱ ῥήτορες· οὐ γὰρ διακονοῦσι τοῖς πολλοῖς, ἀλλὰ πείθουσιν· εἰ δʼ οἱ ῥήτορες τὰ δοκοῦντα λέγουσι τοῖς πολλοῖς, οὐ δημιουργὸς ἡ ῥητορικὴ πειθοῦς· πειθομένους γὰρ τοῖς πολλοῖς, ἀλλʼ οὐ πείθοντας παρέχεται. πρὸς ταῦτα ἑλοῦ ὁποτέρωθι τὸ ψεῦδος. Πλάτων γὰρ ἡμῖν ἐλέγχει Πλάτωνα, καὶ τὸ κάλλιστον, οὐ πόρρωθεν, ἀλλʼ ἐκ τῶν αὐτῶν καὶ τοῖς αὐτοῖς λόγοις ἀναμίξ. ὡς τοίνυν οὔτʼ ἄλογον ἡ ῥητορικὴ οὔθʼ οἷον, ὡς οὑτωσὶ φάναι, στοχάζεσθαι, οὐδʼ, εἰ μετέχει τέχνης, εὕρημα ποιεῖσθαι, οὐδὲ μεθʼ ὧν ἀρτίως διεξῄειν τεχνῶν εἶναι τῶν πολλῶν, ἀλλὰ καὶ πλεῖστον λόγου μετέχον, μᾶλλον δὲ ἅπαν ἐν λόγοις, καὶ μέγιστον καὶ πρῶτον τῶν ἐν ἀνθρώποις καὶ τελεώτατον καὶ πέρας, εἰ οἷόν τʼ εἰπεῖν, εὐχῆς

ἄξιον δεῖξαι. γνοίη δʼ ἄν τις εἰ σκέψαιτο τὴν φύσιν αὐτῆς καὶ ὑπὲρ τίνων καὶ πηλίκων τὸ κατʼ ἀρχὰς εὑρέθη καὶ τί πράττει καὶ ποιεῖ διὰ τέλους. οἶμαι τοίνυν ἅπαντας ἂν οἷς δυνατὸν συμφῆσαι τὸ μὴ κατὰ ταὐτὰ φῦναι τοὺς ἀνθρώπους, ἀλλὰ δυοῖν μερίδοιν τὴν μὲν οἵαν βιάζεσθαι καὶ πλεονεκτεῖν εἶναι, ἣν τῶν κρειττόνων τις ἂν εἴποι, λέγω δʼ οὐκ ἀρετῇ βελτιόνων, ἀλλʼ ἰσχυροτέρων, τὴν δʼ οἵαν ἐλαττοῦσθαι καὶ παρὰ γνώμην συγχωρεῖν ἀπορίᾳ τοῦ κωλύειν, ἣν τῶν ἀσθενεστέρων οὖσαν γιγνώσκομεν. τοῦτʼ οὖν εἶναι τὸ ποιῆσαν εὑρεῖν τι τοιοῦτον ἀνθρώπους ὑπὲρ αὑτῶν, ἢ θεούς γε ὑπὲρ τῶν ἀνθρώπων, ὃ τὴν μὲν ἰσχὺν ἐπισχήσει, τοῦ δὲ ἴσου καὶ δικαίου πᾶσιν ὥσπερ ἐνέχυρον γενήσεται ταυτὸν τοῖς τε πολλοῖς συμφέρον καὶ τοῖς πρὸς τὸ βιάζεσθαι πεφυκόσιν αὐτοῖς. οὐδὲ γὰρ ἐκεῖνοι ἔμελλον ἐκφεύξεσθαι τῶν ἀδίκων καὶ κακῶν ἔργων τἀπίχειρα, ἀλλὰ τῶν ἀσθενεστάτων πρώτων ἀναιρεθέντων ἄλλων ὑπʼ ἄλλων κατὰ μικρὸν, οὕτως ἀεὶ τῶν λοιπῶν ὑπεξαιρουμένων ἔμενε τελευτῶντας αὐτοὺς ἐφʼ ἑαυτοὺς ἐλθεῖν, ὥσπερ φασὶ τοὺς σπαρτοὺς, εἰ ἄρα καὶ ὁ μῦθος τοῦτο αἰνίττεται. ἐμοὶ μὲν γὰρ, εἴ τι δεῖ καὶ παραβῆναι, θαυμαστῶς δοκεῖ τοῦτο βούλεσθαι δηλοῦν. πεποίηκέ γε τὴν ἀρχὴν αὐτοῖς

τῆς γενέσεως ἐκ δράκοντος ὀδόντων, αὐτοὺς δʼ ἀναβῆναί φησι τοὺς ἄνδρας ἐνόπλους, Ἄρει δὲ ἀνθʼ Ἑρμοῦ μελῆσαι τοῦ θέρους. ὅπερ οὖν ἔφην, οὐδʼ αὐτοῖς τοῖς ὑπερέχουσι ταῖς δυνάμεσιν εἰς τέλος λυσιτελήσειν ἔμελλεν ἡ δοκοῦσα κατʼ ἀρχὰς εὐτυχία, ἀλλʼ ὑφʼ οὗ καὶ κρείττους ἦσαν, μᾶλλον δʼ ᾤοντο εἶναι, ὑπὸ τούτου κατελείπετο αὐτοῖς ἀπολωλέναι, ὥστʼ ἔρρειν κομιδῆ τὰ πάντων ἀνθρώπων. ἔδει δή τι κοινὸν εὑρεθῆναι φάρμακον τῷ γένει ταυτὸν ἅπασι συμφέρον, τοῖς ἰσχυροῖς, τοῖς ἥττοσι, τοῖς ἐπιεικέσιν· ὡς τοὺς μὲν ἢ κωλῦσαι πρὸ τῶν ἀδικημάτων,

ἢ παρʼ αὐτὰ τιμωρήσασθαι, τοῖς δʼ ἄδειαν τοῦ βίου παρασκευάσαι, τοῖς δὲ χάριν τὴν πρέπουσαν, ὅσοι τὸ δίκαιον ἐτίμων ἑκόντες. εὑρέθη τοίνυν ἐκ τούτων ῥητορικὴ καὶ παρῆλθε φυλακτήριον δικαιοσύνης καὶ σύνδεσμος τοῦ βίου τοῖς ἀνθρώποις, ὅπως μὴ ταῖς χερσὶ, μηδὲ τοῖς ὅπλοις, μηδὲ τῷ προλαβεῖν, μηδὲ πλήθει καὶ μεγέθει, μηδʼ ἄλλῳ τῶν ἀνίσων μηδενὶ κρίνοιτο τὰ πράγματα, ἀλλʼ ὁ λόγος τὸ δίκαιον ἐφʼ ἡσυχίας διαιροῖ. ἀρχὴ μὲν οὖν αὕτη καὶ φύσις ῥητορικῆς καὶ βούλημα τοῦτο σῶσαι πάντας ἀνθρώπους καὶ τὴν βίαν διὰ τῆς πειθοῦς ἀπώσασθαι. εὑρεθεῖσα δὲ ὑπὲρ τοιούτων καὶ τηλικούτων μόνη βιωτὸν ἡμῖν πεποίηκε τὸν βίον, τούς τε ἰδίους οἴκους καὶ τὰ κοινὰ τῶν πόλεων εἰς ὁμόνοιαν τὸ καθʼ αὑτὴν ἄγουσα καὶ τὸ διδάξαι καὶ μαθεῖν ἅπασιν ἀεὶ καθιστᾶσα καλὸν, τὴν δὲ ἀλογίαν καὶ τοὺς θορύβους πανταχοῦ φεύγειν τε καὶ μισεῖν πρώτη διδάξασα.

σκεψώμεθα δὴ καὶ τοὺς νόμους τί ποτʼ ἐστὶ τὸ ποιῆσαν, κἂν ἄλλην τις εὕρῃ νόμων ἀρχὴν, ἀλλʼ οὐχὶ τὴν αὐτὴν ἥνπερ καὶ ῥητορικῆς, λῆρον τοῦτο εἶναι λέγων,

νικάτω. ἀλλὰ μὴν τοῦτό γε πάντες ἂν εἴποιεν, ὡς οὐδὲ πρὸς ἓν τῶν πάντων ἐδέησε νόμων ἡμῖν, ἢ τὸ μηδὲν ὑπʼ ἀλλήλων πάσχειν δυσχερὲς, μηδὲ τοὺς φαύλους καὶ θρασεῖς τῶν χρηστῶν κρατεῖν, ἀλλὰ τοὺς χρηστοὺς τῶν φαύλων περιεῖναι μετὰ τοῦ δικαίου. ταυτὶ δύʼ ἔστιν ὡς εἰπεῖν τῶν νόμων κεφάλαια, τιμωρία τῶν ἀδικούντων καὶ τιμὴ τῶν ἐπιεικῶν. εἰ γὰρ ἕκαστοι τῆς ἀξίας τυγχάνοιεν, οὐκ ἔστιν ὅπως ἂν ἄμεινον σωθείη τὸ δίκαιον οὐδʼ ὅπως ἂν ἀσφαλέστερον τὸ κοινὸν τῶν ἀνθρώπων σώζοιτο. οὐκοῦν ταῦτα ἐνόντα ἐν τῇ τῆς ῥητορικῆς φύσει φαίνεται. οἷς μὲν γὰρ ἤρκει σιγῇ πλεονεκτεῖν, οὐκ ἔμελλον δή που δεήσεσθαι λόγου, οὔθʼ ὥστε εἰπόντες αὐτοὶ νικῆσαι, ἑτέρωθι γὰρ ἦσαν ἰσχυροὶ, οὔθʼ ὥστε ἑτέρων ἀκούειν, αὐτὸ γὰρ τοῦτʼ ἦν αὐτοῖς τὸ βούλημα ἀκούειν μηδενός. οἷς δʼ οὐκ ἦν

ἄλλως τῶν ἴσων τυχεῖν, τοῦ πείθοντος ἔδει λόγου· τοῦτο δʼ αὖ εὐθὺς ὑπὲρ τῆς δικαιοσύνης. ὁ μὲν γὰρ αὑτῷ καὶ ταῖς παρασκευαῖς ἐπιτρέπων τὸ δοκοῦν ἑαυτῷ ἀξιοῖ κρατεῖν, ὁποῖόν ποτʼ ἂν ᾖ, ὁ δʼ ἀφʼ ὧν καὶ τοὺς ἔξω δεῖ πεῖσαι ταῦθʼ ὁρῶν καὶ ταῦτʼ ἀξιῶν μελετᾶν, οὐ φεύγει τὴν τοῦ ποῖʼ ἄττʼ ἐστὶν ἃ βούλεται βάσανον. φαίνεται τοίνυν ἡ ῥητορικὴ τῇ νομοθετικῇ τῆς αὐτῆς φύσεως μετειληφυῖα, εἴπερ τό γε ἀκριβὲς ἐπʼ ἀμφοτέρων δεῖ θεωρεῖν, μᾶλλον δὲ μέρος οὖσα τῆς ῥητορικῆς ἡ νομοθετικὴ καὶ τοῖς πᾶσι δευτέρα πως, πρῶτον μὲν ὅτι καὶ περὶ αὐτῶν ἔδει τῶν

νόμων λόγου τοῦ πείθοντος. εἰ γάρ ἐστιν εὔδηλον ὅτι οἱ νόμοι μὲν ὑπὲρ τοῦ πάντας τὸ προσῆκον ἔχειν ἔμελλον τεθήσεσθαι, τοῦτο δʼ οἱ τῇ χειρὶ κρείττους οὐκ ἔμελλον συμβουλήσεσθαι, πῶς οὐκ ἀναγκαίως ἔδει λόγου τοῦ πείσοντος ἤδη; οὐ γὰρ βιάσασθαί γε ἐνῆν τοὺς πρὸς αὐτὸ τοῦτο πεφυκότας, οὐδʼ ἦν αὕτη νόμων ἀρχή· ὑπὲρ γὰρ αὐτοῦ τοῦ μὴ βιάζεσθαι τοὺς νόμους ἔδει θέσθαι. οὔκουν ἦν τιθέναι βιασάμενον, ἀλλὰ τοῦτʼ ἦν πρῶτον παρὰ τοὺς νόμους. ἔδει δὴ πεῖσαι μάλιστα μὲν καὶ τοὺς ἀντιπράττοντας αὐτοὺς, καὶ βελτίους γε εὐθὺς αὐτῷ τούτῳ ποιῆσαι· εἰ δὲ μὴ, τούς γε πολλοὺς καὶ ὑπὲρ ὧν ἐτίθει τις. οἱ μὲν γὰρ τῇ σφετέρᾳ φύσει χρώμενοι πρὸς τοὺς πολλοὺς ἀδικεῖν ἔμελλον τοὺς ἄλλους, οἱ δὲ τῇ τῆς ῥητορικῆς καὶ σφετέρᾳ πρὸς ἐκείνους εὖ ποιήσειν ἔμελλον κἀκείνους, εἴπερ σωφρονεῖν ἔμελλον. εἰ δʼ ἄρα ἐκεῖνοι μὴ ἐδέχοντο, λοιπὸν ἦν πεῖσαι τοὺς πολλοὺς καὶ ὑπὲρ ὧν ἐτίθει τις αὐτὸ τοῦτο, ὅτι ὑπὲρ αὑτῶν τίθησιν. ἔδει δὴ λόγων καὶ πειθοῦς. διʼ ἓν μὲν τοῦθʼ οὕτως ἀναγκαίως ἡ ῥητορικὴ νόμων πρότερον καὶ ἡγούμενον, δεύτερον δὲ τί χρὴ τοὺς νόμους αὐτοὺς, ὦ πρὸς θεῶν, εἶναι φῆσαι πλὴν λόγους, τοσοῦτον τῶν ἄλλων ἐξηλλαγμένους ὅσον εἰσὶ γεγραμμένοι; εἰ μὲν ἐγώ τι μέμνημαι, καὶ Σωκράτει συνδοκεῖν Αἰσχίνης