Orationes 45

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

αὐτοῦ δεῖ τοῦ ποῦ ποθʼ ὁ σκοπὸς στοχάσασθαι, καὶ ὃ τότʼ ἦν παρὰ τῶν ὀφθαλμῶν, τοῦτʼ εἰκάσαι τῷ λογισμῷ· ἔπειτα φανέντος αὖθις στοχάζεσθαι πρὸς τὸ ὁρώμενον. φέρε γὰρ τὸν Ὀδυσσέα παρὰ τῆς Καλυψοῦς ἀκηκοότα πλεῖν ὅτι χρὴ τηρεῖν τὴν ἄρκτον ἐπʼ ἀριστερὰ χειρὸς ἔχοντα. οὔκουν τὰ καθʼ ἕκαστα καὶ διʼ ὧν εἶσιν ἡ ναῦς αὐτὸν ἤδη δεῖ συλλογίζεσθαι· πολλὰ γὰρ ἂν πελάγη περάσαις καὶ πολλοὺς ἂν εἰς τόπους καὶ λιμένας κατάραις ἐπʼ ἀριστερὰ τὴν ἄρκτον ποιησάμενος, ὡς δʼ αὖ καὶ ἐπὶ δεξίʼ,

ὥστε Φάρου τυχεῖν, οὐδὲ πορθμοῦ διὰ βιβλίου· ἀλλʼ ἀνάγκη τὰ ἐπὶ μέρους στοχάζεσθαι. φέρε γὰρ, τί μαθόντες νῦν μὲν εἴσω τοὺς οἴακας ἄγουσι, πάλιν δὲ εἰς τί ἔξω τῆς αὐτῆς ἡμέρας; οὐχὶ τοῦ ὁρωμένου στοχαζόμενοι, ἢ τοῦ μέλλοντος ὀφθήσεσθαι; τοῦ δὲ χάριν παρὰ τῶν ἐντυχόντων ποῦ θαλάττης εἰσὶν ἢ πρὸς τίνι γῇ πολλάκις πυνθάνονται; οὐχ οἵ γε ἀκριβεῖς, ἐρεῖς. τίς δʼ ἀνθρώπων ἀκριβὴς ἢ διαρκής; οὐκοῦν οὐδὲ τεχνίτης οὐδεὶς τῷ λόγῳ τούτῳ. εἰ δὲ τοῦθʼ οὕτως ἔχει, τί δεινὸν, εἰ μηδὲ ῥήτωρ τεχνίτης διαρκὴς μηδείς; καὶ μὴν εἰ μὲν τὸ κυβερνᾶν τέχνη, κἂν ἐπὶ τοῦ κεκλημένου κυβερνήτου μὴ σώζηται, τί κωλύει καὶ ῥητορικὴν τέχνην εἶναι, κἂν παρὰ τοῖς ῥήτορσιν εἶναι φάσκουσι μὴ σώζηται; εἰ δὲ δὴ καὶ περὶ τούτων διαλέγει τῶν κυβερνητῶν ὧν τις πυνθάνεται παρʼ ἑτέρου τι καὶ ζητεῖ, οὐ γὰρ περί γε τοῦ Ποσειδῶνος, οὐδὲ τῶν Νηρηίδων, οὐδὲ τῶν Διοσκούρων, ὅμως δʼ αὐτοῖς ἀποδίδως εἶναι κυβερνήταις, ὡς ἄνθρωπος ἀνθρώποις, καὶ τέχνην ἔχειν τὴν κυβερνητικὴν, τούτοις ἅπασίν ἐστι τὸ στοχάζεσθαι, οἴ γε καὶ πρὶν ἀπαίρειν εὐθὺς κάθηνται στοχαζόμενοι περὶ τῶν πνευμάτων· οὐ γὰρ παρὰ τοῦ γε Διὸς ἤκουσαν ἐπὶ τῆς Ἴδης ἢ τοῦ Γαργάρου, ἀλλʼ οἶμαι ἐξ ἀρχῆς εἰς τέλος στοχάζονται ἀνέμων λιμένων εἰ

φθήσονται πάντων ὡς ἔπος εἰπεῖν. ὥστε σοι τὸ τοῦ μορίου εἴδωλον σκιᾶς ὄναρ εἰς ἔλεγχον κατὰ Πίνδαρον γίγνεται. πρὸς Διὸς, ἡ δὲ τῇ δικαιοσύνῃ ἀντίστροφος ἰατρική σοι καὶ δεύτερον ἀγαθὸν τῷ σώματι, εἰ δὲ βούλει, καὶ ἡ γυμναστικὴ, πότερον οὐ στοχάζονται τῆς φύσεως τῶν σωμάτων; νὴ Δία, ἐάν τε εἴπῃς γε, ἐάν τε μή. ἢ πρόοιδεν ὁ γυμναστὴς εὐθὺς ἐξ ἀρχῆς ὅπως ἡμῶν ἕκαστος ἔχει σώματος, οὐ παρὰ τῆς πείρας μανθάνει; τί δʼ ἐπειδὰν πρὸς τοῦτο γυμνάζῃ, πρὸς ὃ πειρᾶται, πότερʼ ὥσπερ ὁ Ἀπόλλων ὁ ἐν Δελφοῖς, οὕτως ἐξεπίσταται τὸ μέλλον, καὶ διισχυρίζεται τὸν ἄνδρα τόνδε ἐκ τῶνδε πανταχῆ καὶ πάντως ἀπαθῆ καταστήσειν ἢ καθάπαξ ἢ ποσόν τι χρόνου; οὐκοῦν ἢ μὴ στοχαζόμενον μαινόμενον τὸν γυμναστὴν λέγεις, ἢ σωφρονῶν αὐτὸς ὁμολογήσει στοχάζεσθαι τοῦ βελτίστου, τοιοῦτον δʼ οὐδὲν ἔχειν προειπεῖν οὐδʼ ἐπαγγείλασθαι. εἶεν. ὁ δὲ δὴ τῆς μὲν πείρας εἰς πίστιν ἰσχύσας καὶ τοῖς

φαρμάκοις καὶ ταῖς διαίταις ἤδη χρώμενος τούτοις ἰατρὸς, ὅπως δʼ ἕκαστος ἡμῶν ἔχει φύσεως ἢ συγκρίσεως ἀγνοῶν, ἆρʼ οὐ στοχαζόμενος προσάγει πάνθʼ ὅσα ἂν ποιῇ περὶ τὸν κάμνοντα ἀναφέρων εἰς τὸ εἰκός; ἐγὼ μὲν οἶμαι. ἢ δύναιτʼ ἄν τις αὐτῶν ἀποτόμως εἰπεῖν ὅτι τούτοις οὑτοσὶ χρώμενος ἔξω παντὸς ἔσται κινδύνου καὶ δυσχερὲς οὐδʼ ὁτιοῦν πείσεται; οὐ μέντἂν τοσοῦτον ἐλείποντο τοῦ τὴν Ἐπίδαυρον ἔχοντος θεοῦ, φαίης ἂν, καὶ μάλα ἐμοὶ γοῦν κατὰ νοῦν. ἀλλʼ ἀπὸ τῶν πολλῶν καὶ κοινῶν, οἶμαι, καὶ τὰ ἴδια εἰκάζουσιν. εἰ δʼ ἄρα καὶ ἰδίᾳ τισὶ παρηκολούθησαν, πρὸς αὐτὴν τὴν πεῖραν στοχάζονται, τὸ μέλλον ἑκάστῳ συνοίσειν ἐκλέγοντες. καὶ ταῦτα, ὦ Πλάτων, ταῖς

σαῖς ἀδαμαντίναις ἀνάγκαις ἀποδείκνυται. ὅτι μὲν γὰρ οὐ ταὐτὰ πᾶσι λυσιτελεῖ τοῖς σώμασιν οὔτε νοσοῦσιν οὔτε ὑγιαίνουσι λέγω, ἀλλʼ ὥσπερ οὐ ταὐτὰ νοσοῦσί τε καὶ ὑγιαίνουσιν, οὕτω καὶ ἔτι μᾶλλον οὔτε ἐν ταῖς νόσοις ἅπασι ταὐτὰ οὔτʼ ἐπὶ τῆς ὑγιείας αὐτῶν πεύσει τῶν ἰατρῶν. τὰς δʼ ἁπάντων αὖ διελέσθαι φύσεις ἀδύνατον. ὥσπερ γὰρ ταῖς ἰδέαις διαφέρειν ἀλλήλων ἐν πᾶσιν ἀνθρώποις ἐστὶν, οὕτως κἀν τῇ διʼ ὅλου φύσει τοῦ σώματος ἄλλος

ἄλλου κεχώρισται διὰ παντὸς τοῦ γένους. ἀλλὰ μὴν τόν γε συντυχόντα καὶ δεηθέντα κελεύει θεραπεύειν ἡ τέχνη, κἂν ἐκ περάτων ἥκῃ τις ἀρτίως. τί οὖν δεῖ λοιπὸν ἢ στοχάζεσθαι; εἰ γὰρ μήτʼ εἴσεται πάντας καὶ θεραπεύσει τὸν προσελθόντα, καὶ τοσοῦτον εἴσεται δή που, μὴ πᾶσι δεῖν τῶν αὐτῶν, ὃ λέγω λείπεται. ἢ σὺ τἀναντία δείξας μὴ σφυρήλατος σταθεὶς ἐν Ὀλυμπίᾳ μόνον, ἀλλὰ καὶ πομπείου τυχὼν Παναθηναίοις τοῖς μεγάλοις περίιθι. σκόπει δὴ καὶ περὶ τῆς γραφικῆς, ἣν εἰ καλεῖς τέχνην, οὐκέτʼ ἐρήσομαι· καλεῖς γὰρ ἐν αὐτοῖς γε τούτοις τοῖς Γοργιείοις λόγοις. ἆρʼ οὖν ἄλλο τι ταύτης κεφάλαιόν ἐστι πλὴν στοχάζεσθαι τῶν ἀεὶ παρόντων καὶ ὧν ἂν τὴν μίμησιν δέῃ ποιήσασθαι; καὶ μὴν εἰ μὴ τοῦτο, τί ἕτερον; αὕτη γοῦν ἐστιν ἡ καὶ τὸ ῥῆμα πεποιηκυῖα τῷ πράγματι· αἱ γὰρ τῶν γραφέων εἰκόνες εἰκάζειν ἐποίησαν καὶ περὶ τῶν ἄλλων λέγεσθαι. εἰ δʼ ἄρα πρότερον ἦν τὸ ῥῆμα τῆς τέχνης, ἔτι κάλλιον μαρτυρεῖται μόνου τοῦ εἰκάζειν εἶναι τὴν τέχνην, εἴπερ τὸ ἔργον αὐτῆς εἰκὼν εἶναι κρατεῖ. οὐ μὴν οἶμαι λόγου χωρὶς εἰκάζει, ἀρχὴν γὰρ οὐδʼ ἂν εἴκαζεν, εἰ μὴ εἶχε διʼ ὅτου, ἀλλʼ εἰκάζει πρὸς τὸν τῆς φύσεως λόγον. εἰ δέ σοι φίλον καὶ περὶ τούτου φιλονεικεῖν, ἔχε τἄλλα
ἡμετέραν χάριν, ἀλλʼ ὡς οὐχ ἥ γε τῶν χρωμάτων κρᾶσις στοχαζομένης ἐστὶ τῆς τέχνης, καὶ οὐ τέχνης μόνον, ἀλλὰ καὶ φύσεως ἱκανῆς. ταυτὶ μόνον δείξας καταγέλα τῆς

ῥητορικῆς. καὶ μὴν τό γε κάλλιστον τῆς τέχνης καὶ τελεώτατον καὶ ᾧ γραφικὴν ἢ πλαστικὴν εἶναι διαφέρει, τοῦτʼ ἐστὶν ἡ τοῦ χρώματος δή που μίξις. ἐγγὺς γὰρ ἄγει τὸ εἰκασθὲν τῆς ἀληθείας. οὐκοῦν ᾧ μεγίστῳ προέχει, τοῦτʼ ἀφαιρεῖς, ἐὰν μὴ λίπῃς τὸ εἰκάζειν. καὶ τί δεῖ τὰς ἄλλας ἐξετάζειν τέχνας ὅσαι διὰ τοῦ στοχάζεσθαι χωροῦσιν; αὐτὴ γὰρ ἡ μαντικὴ κινδυνεύει τοῦτʼ εἶναι μόνον εἰκάσαι· καίτοι φαίη τις ἂν οὑτωσὶ σκοπῶν καὶ διαιρῶν ὅτι τούτῳ καὶ μόνῳ μάντιν ἢ ἰδιώτην εἶναι διαφέρει, τῷ τὸ μὲν εἰκάζειν ἁπάντων, τὸ δʼ ἐπίστασθαι τοῦ μάντεως εἶναι· ἐγὼ δέ φημι τὸν μάντιν αὐτὸ τοῦτʼ ἐπίστασθαι εἰκάσαι, πλέον δʼ οὐδʼ ὁτιοῦν. καὶ τούτου Πλάτωνα παρέξομαι μάρτυρα, κἂν μὴ φαίνηται μαρτυρῶν, ἔμοιγε πιστεύσῃ μηδείς. τὸ δὲ ἥδιστον τῆς μαρτυρίας, οὐ γὰρ ἐν ἄλλοις τισὶ δράμασιν ἢ λόγοις, ἀλλʼ ἐν αὐτοῖς οἷς ἀρτίως εἰς ἑτέρων ἀπόδειξιν ἐχρώμεθα ἔνεστι διαρρήδην, ἐπεὶ τήν γε τῶν ἐμφρόνων ζήτησιν τοῦ μέλλοντος διά τε ὀρνίθων ποιουμένων καὶ τῶν ἄλλων σημείων, ἅτε ἐκ νοῦ καὶ διανοίας ποριζομένων ἀνθρωπίνῃ οἰήσει, οἰονοϊστικὴν ἐπωνόμασαν, ἣν νῦν οἰωνιστικὴν τὸ ω σεμνύνοντες οἱ νέοι

καλοῦσιν. οὐκοῦν ὅτε τὴν οἰωνιστικὴν εἰκαζόντων εἶναι φῂς τῶν ἀνθρώπων, οὐκ ἐκφεύγει μαντικὴ τὸ μὴ εἰκάζειν κατὰ τοῦτο, εἴπερ μέρος οἰωνιστικὴ μαντικῆς. καὶ μὴν ὅτι καὶ διὰ τῶν ἄλλων σημείων προστίθης αὐτός. τοῦτο δʼ ὅταν προσθῇς, ἅπασαν δίδως τὴν μαντικὴν εἰκασίαν εἶναι, καὶ μάλα ὀρθῶς κατὰ γοῦν τὴν γνώμην τὴν ἐμήν. οὐ γὰρ ὁμοίως, οἶμαι, οἵ τε θεοὶ τὰ μέλλοντα ἴσασι καὶ τῶν ἀνθρώπων ὅσοι φάσκουσιν. οἱ μὲν γὰρ ἃ μέλλουσι ποιεῖν ἐπίστανται, καὶ πρόκειται τὰ πράγματʼ αὐτοῖς ὥσπερ ἐν ὀφθαλμοῖς. διὰ τοῦτο Ζεὺς ἐν θεοῖσι μάντις ἀψευδέστατος, οἱ δʼ ὥσπερ ἐν σκότῳ τὰ πράγματα κρίνουσι, πρὸς μαρτυρεῖ. τὸ γὰρ δεύτερόν ἐστιν αὐτῷ καὶ τέλος αὐτὸς ἔχει. οἱ δʼ ὥσπερ ἐν σκότῳ τὰ πράγματα κρίνουσι, πρὸς τὸν ψόφον ἤ τι τῶν ἐκφανέντων, διηνεκὲς δʼ οὐδὲν ἔχουσι

προειπεῖν. τεκμήριον δέ· εἰ γὰρ μὴ φράσαις τὸ ἐρώτημα, οὐδὲν ἔχει σοι λέγειν περὶ ὧν εἶδε σημείων. ἀλλʼ ἀντὶ τοῦ περὶ τοῦ μέλλοντος ἔχειν εἰπεῖν οὐδʼ αὐτὸ τοῦτο οἶδεν ὅτου χάριν ἥκεις, εἰ μὴ πύθοιτο. οὐ γὰρ ἔγκειται τὰ πράγματα αὐτῷ προφαινόμενα, ἀλλὰ τὰς πίστεις τοῖς σημείοις προσάγων εἰκάζει πρὸς τὸν λόγον. καὶ οὐ μόνον κατὰ τοῦτʼ ἐλέγχεται στοχάσασθαι τοῦ μέλλοντος ὂν τὸ μαντεύεσθαι, ὅπερ καὶ τῶν ποιητῶν ἤδη τις ἐμαρτύρησεν, ἀλλὰ κἂν ἀποκρίνηται τὸ ἐρωτηθὲν, εἰκάζει τὰ κύκλῳ πρὸς τὸ πρᾶγμα.

νίκη πολέμου, καὶ τίνος συμβάντος οὐκ οἶδεν, οὐδʼ ἁπλῶς τῶν περὶ τὴν μάχην οὐδὲν, ἀλλʼ εἰκάζει. πάλιν ἢ πολιτῶν, ἤ τινων ἄλλων ἐπιβουλὴ, καὶ τὸν τρόπον οὐκ ἔχει φράσαι, ἀλλʼ ὥσπερ τὰ ὀνείρατα οὕτως συμβάλλεται. τὴν δʼ Αἰγυπτίων σοφίαν τίς οὐκ οἶδε τῶν ἐντετυχηκότων; ὡς ἅ γʼ ἂν ἢ φοβήσῃ περὶ τοῦ μέλλοντος ἢ ὑπόσχηται, τόν γε τρόπον καὶ τοὺς τόπους καὶ τὸ μέτρον, οὐκ ἔχει διορίσασθαι ἀλλʼ ἢ πλοῦτον, ἢ πενίαν, ἢ λύπην, ἢ χαρὰν, ἢ θάνατον, ἢ πράξεις, ἢ τὰ τοιαῦτα λέγει, αὐτὰ δʼ ἕκαστα οὐ συνείληφεν, ἀλλὰ τὰ μὲν πρὸς τὸ μέγεθος τῶν φαινομένων, τὰ δὲ πρὸς τὰ νόμιμα εἰκάζει τὰ ἑκάστων, τὰ δὲ πρὸς τὰ ὅμοια, ἔστι δʼ ἃ καὶ πλεῖστον ἀλλήλων κεχωρισμένα. πανταχοῦ δὲ τὴν ἐπίνοιαν παρακαλεῖ, ὅτι ταύτης καὶ μόνης καὶ μόνον εἶναι δοκεῖ τὸ εἰκάζειν, ἀλλὰ μὴ ἁπλῶς εἰπεῖν. οὐδὲν οὖν ἀλλʼ ἢ εἰκάζουσα τῇ ἀληθείᾳ φαίνεται διὰ πάντων. τί δὲ περὶ ῥητορικῆς εἰ στοχάζεται θαυμάζεις; φαίνεται γὰρ ὁμοίως διακειμένη τῇ μαντικῇ, πλὴν ὅσον μαντικὴ μὲν ἀπήλλακται στοχασαμένη, ῥητορικὴ δὲ οὐ στοχάζεται μόνον τῶν πραγμάτων, ἀλλὰ καὶ πράττει διὰ