Orationes 45

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

εἰ καὶ μὴ πρότερον, ἀλλὰ νῦν γε εἰρημένον, οἱ μέγιστοι τῶν ἐν ταῖς τέχναις οὐχ ᾧ μετεσχήκασι τῆς τέχνης μέγιστοι γεγόνασιν, ἀλλʼ ᾧ τὴν τέχνην παρεληλύθασι. διὰ ταῦτα καὶ συμφοιτητῶν οἱ μὲν χείρους, ἀλλὰ καὶ κρείττους, ὁ Φειδίας, ὁ Ζεῦξις, ὁ Ἱπποκράτης, ὁ Δημοσθένης, ὅντινα βούλεται θαυμάζειν τις. οὐ γὰρ ὥσπερ ὅροις τακτοῖς ἐνέμειναν, οὐδʼ ἐν μικρῷ τὰ σφέτερʼ αὐτῶν ἤγαγον, οὐδʼ ὡμολόγησαν ὑπὸ τῆς τέχνης ἄρχεσθαι, ἀλλʼ ἐνιδόντες τῇ

φύσει τῶν λόγων, οἱ δὲ τῶν πραγμάτων, παῖδας τοὺς πρὸ αὑτῶν ἀπέδειξαν, καὶ μάλʼ ἀναγκαίως καὶ κατʼ αὐτὴν τὴν φύσιν. ἐπειδήπερ καὶ λόγων καὶ πραγμάτων ἁπάντων καὶ θεῶν καὶ ἀνθρώπων ἡγεμών ἐστι φύσις, οὐ τέχνη, καὶ τὰ πράγματα οὕτως ἔχει, ὡς ἡ φύσις αὐτῶν ἔχει, οὐχ ὡς ἡ τέχνη. ἀλλὰ καὶ ἡ τέχνη τῆς φύσεώς ἐστιν, οὐχ ὡς ἡ φύσις τῆς τέχνης ἔργον· νὴ Δίʼ ἔγωγʼ ἂν εἴποιμι καὶ εὕρημα καὶ κτῆμα τὴν τέχνην εἶναι τῆς φύσεως. ἅ τις εἰ μὴ παραδέξεται, τοὺς πρώτους εὑρόντας αὐτὰς τὰς τέχνας τοῦ μηδενὸς ἀξίους εἶναι κρινεῖ. καὶ πρεσβεύων τὴν τέχνην ἀτιμάσει τοὺς πατέρας τῶν τεχνῶν. διὰ τί; ὅτι οὐ χαλκευτικὴ χαλκευτικὴν εὗρεν οὐδʼ ἰατρικὴ ἰατρικὴν, οὐδὲ ἁπλῶς εἰπεῖν οὐδεμίʼ εὗρε τέχνη τέχνην, ἀλλὰ πάσας τὰς τέχνας, ὅπερ εἶπον, ἡ φύσις εὗρεν. εἰ γὰρ αἱ τέχναι τὰς τέχνας ἔμελλον εὑρήσειν, οὐκ ἂν ἦν λαβεῖν τὴν ἀρχήν. οὐ γάρ πω τεχνῶν οὐσῶν οὐκ ἂν ἦν τέχνην εὑρεῖν· τῇ γὰρ μὴ οὔσῃ πῶς ἐνῆν εὑρεῖν; εἰ δʼ αὖ τὸ φύσει γιγνόμενον φαυλότερον τῆς τέχνης, πάντες ἂν οἱ πρῶτοι τὰς τέχνας εὑρόντες ἦσαν φαυλότατοι· πάντες γὰρ φύσει τὰς τέχνας εὗρον τὸ ἐξ ἀρχῆς. οὐκοῦν καὶ κατὰ τοὺς εὑρόντας ἐξ ἀρχῆς καὶ κατὰ τοὺς ὑπερέχοντας ἡ φύσις νικᾷ. καὶ μὴν εἴ τις ἐξετάζοι τί ποτʼ ἐστὶν ᾧ στρατηγὸς στρατιώτου διαφέρει, καὶ ὅλως ἄρχων ἰδιώτου, τοῦτʼ ἂν εὕροι προφαινόμενον, ὅτι ἄρχοντος μέν ἐστι προστάξαι,
ἀρχομένου δʼ ἀκούσαντα ποιῆσαι. οὐκοῦν προστάττει μὲν

ὁ εὑρὼν, ὁ δʼ ἀκούσας μανθάνει. εἰ γάρ τις μὴ εὕροι ὅ τι χρὴ ποιεῖν, πῶς ἂν ἄλλῳ προστάξειεν ἃ χρὴ ποιεῖν; εἰ γὰρ αὐτὸς ἀκούσας ἄλλου προστάξειεν ἃ χρὴ ποιεῖν, πείσεται πρότερον ἢ προστάξει. τοῦτο δʼ, ἕως ἂν ἄρχων ᾖ, τῶν ἀδυνάτων. προστάττειν μὲν γὰρ ἦν τοῦ γε ἄρχοντος, οὐ πείθεσθαι, οὐδέν γε μᾶλλον ἢ καὶ διδασκάλου πείθεσθαι τοῖς μαθηταῖς ἐστί. φαίνεται τοίνυν καὶ κατὰ τοῦτον τὸν λόγον ἡ μὲν φύσις ἄρχοντος χώραν ἔχουσα, ἡ δʼ ἐκ τοῦ μαθεῖν τέχνη διακόνου καὶ πειθομένου τῷ κρείττονι. καὶ μὴν κἀκεῖνό γε ἐν τοῖς ἄνω λόγοις ἦν, ὡς θεοὶ μὲν εὗρον καὶ κατέδειξαν ἕκαστα, ἄνθρωποι δὲ λαβόντες παρὰ θεῶν χρώμεθα, ἄλλοις ἄλλων ἑρμηνεῦσι χρησάμενοι. τίς ἂν οὖν λόγος μᾶλλον σώσειε τὸ γιγνόμενον ἢ τῷ πιστεῦσαι δικαιότερον ἢ ᾧ θεοὺς μὲν εὑρεῖν ἕκαστα τίθεμεν καὶ νῦν ἔτι σημαίνειν, πάλιν δʼ ἀρχῆς ἴδιον φαμὲν εἶναι τὸ εὑρεῖν καὶ προστάξαι, τὸ δʼ ἀκοῦσαι καὶ μαθεῖν τοῦ χείρονος, οὔτε γὰρ δή που θεῶν ἅπανθʼ εὑρόντων αἰσχρὸν ἄρχοντος θεῖναι τὸ εὑρεῖν, εἴπερ ἄρχουσιν οἱ θεοὶ πάντων, οὔτʼ ἀρχῇ τοῦ προστάξαι προσήκοντος αἰσχρὸν εἰς θεοὺς ἀνενεγκεῖν τὴν εὕρεσιν, εἴπερ εὑρόντος μέν ἐστι σημῆναι, εὑρίσκει δὲ ὁ κρείττων ἀεί. εἶεν. δεσπότης δʼ οἰκέτου τῷ διαφέρει πρὸς θεῶν; οὐ δεσπότου μὲν προστάξαι, δούλου δʼ ὑπακοῦσαι πᾶς τις ἂν φήσειεν εἶναι; οὐκοῦν ὁ μὲν οἶδεν ἐφʼ ἑαυτοῦ τί χρὴ ποιεῖν, ὁ δὲ ἀκούσας μανθάνει. τί δὲ ὁ τῶν παρθένων ἐπαινέτης τε καὶ σύμβουλος λέγει ὁ Λακεδαιμόνιος ποιητής;

πολλὰ λέγων ὄνυμʼ ἀνδρὶ, γυναικὶ δὲ Πασιχάρηα.
πολλὰ, φησὶν, ὁ ἀνὴρ λεγέτω, γυνὴ δὲ οἷς ἂν ἀκούσῃ χαιρέτω. ἆρʼ οὖν οὐκ εὔδηλον ὡς ὁ μὲν αὐτὸς εὑρηκὼς καὶ προειδὼς ἐρεῖ πολλὰ, ᾗ δʼ ἄρχεσθαι προσήκει,

στέρξει τοῖς λεγομένοις; οὐ γὰρ δή που τῆς γε γυναικὸς ἀκοῦσαι περιμένων, εἶτʼ ἐρεῖ πρὸς τὴν γυναῖκα αὐτὸς τί δεῖ ποιεῖν· οὐδʼ ὡς ἐκέλευεν Ἡσίοδος, ἵνα ἤθεα κεδνὰ διδάξῃ, τοῖς ἐκείνης λόγοις ἀκολουθῶν. ἀλλʼ εἴπερ διδάξει, προστάξει· εἰ δὲ προστάξει, τῆς ἑαυτοῦ φύσεως ἐγγύτατα ἄξει τὴν γυναῖκα, ὡς ἀμείνων χείρονα. ὅσῳ τοίνυν θεὸς μὲν ἀνθρώπου, ἄρχων δʼ ἰδιώτου, δεσπότης δʼ οἰκέτου, γυναικὸς δʼ ἀνὴρ κρείττων καὶ τελεώτερος, τοσούτῳ κρεῖττον καὶ ἱκανώτερον φύσις ἢ τέχνη, ἢ κομιδῆ πάντʼ ἄνω καὶ κάτω γένοιτʼ ἄν. ἔτι τοίνυν κἂν ἀπὸ τῶν ἐναντίων τις αὐτὸ λόγων ἴδοι. εἰ μὲν γὰρ ἅπαντας τοὺς ἐπὶ τῶν τεχνῶν ὡμολογεῖτο εἶναι σπουδαίους, ἢ πᾶσαν πάντως τέχνην ἀγαθὸν, τάχʼ ἄν τις ὥσπερ ἔλεγχον εἶναι ταῦτα ᾠήθη. νῦν δὲ τίς οὐκ οἶδε πολλοῖς ὄνειδος τὴν τέχνην οὖσαν; οἷον τοὺς σκυτοδέψας καὶ σκυτοτόμους καὶ γναφεῖς καὶ νευρορράφους τίς ἂν εὐδαιμονίσειε τῆς τέχνης; καὶ μὴν οὐκ ἐμὸς ὁ μῦθος, ἔφη ὁ Πλάτων, τὸ τοῦ Εὐριπίδου προσπαίζων, ἀλλʼ ὑμέτερος, ὦ Πλάτων, καὶ τοῦ σοῦ νὴ Δίʼ ἐργαστηρίου, καὶ τὰς τέχνας ταύτας βαναύσους καὶ τοὺς

ἐπʼ αὐτῶν ἀνδραποδώδεις εἶναι. οὐκοῦν ἄτοπον καὶ περιφανὴς συκοφαντία τοῖς μὲν ἃς εἶπον τέχνας εἰδόσι καὶ τοῖς ἄλλας μυρίας μηδενὸς ἀξιοῦν μετεῖναι χρηστοῦ παρὰ τὴν τέχνην, εἰ δέ τις μὴ τέχνῃ τι μετέρχεται, διὰ τοῦτʼ αὐτὸν ψέγειν ὡς ἑνὸς τῶν βεβαίως καλῶν στερόμενον, καὶ τοὺς αὐτοὺς ὑμᾶς ἅμα μὲν μηδένα ποιεῖσθαι τῆς τέχνης λόγον, ἀλλὰ καὶ προφέρειν αὐτὸ τοῖς πολλοῖς, ἅμα δὲ ὡς καθαρῶς ἀγαθὸν τὸ αὐτὸ τοῦτο σεμνύνειν, ὅ τι ἂν μὴ τέχνῃ γίγνηται κακίζοντας. καὶ μὴν ἑλοῦ γε δυοῖν θάτερον, εἴποι δικαίως ἂν ἡ ῥητορικὴ, ἢ καὶ τοὺς χειροτέχνας ὡς καλοὺς κἀγαθοὺς τιμᾶν, ἢ τούς γε ῥήτορας μὴ ψέγειν,

εἰ μὴ τέχνην κέκτηνται περὶ ὧν λέγουσιν. ἆρʼ ἔχει τινὰ καὶ ἡ ῥητορικὴ τὸν ἐροῦνθʼ ὑπὲρ αὐτῆς παρασχέσθαι, ἢ ταῦτα ἴσα ἀντʼ ἴσων; οὐκ ἂν, οἶμαι, φήσειεν ὁ Ὁμηρικὸς Ἰδομενεύς. ἃ μὲν οὖν, εἰ καὶ μὴ τέχνην εἶναι δοίημεν αὐτὴν, ἔχοι τις ἂν λέγειν ὑπὲρ αὐτῆς πολλὰ ἀφελόντι τῶν ἐπιόντων τοσαῦτα καὶ τοιαῦτά ἐστιν. ἴσως δέ τις οἰήσεται τούτων οὕτως ἀποδεδειγμένων τὸ φαυλότερον σπεύδειν ἡμᾶς λοιπὸν, ἐὰν ὅτι καὶ τέχνη διδάσκειν πειρώμεθα. ἐγὼ δὲ οὔτε τῶν εἰρημένων οὐδὲν μετατίθεμαι οὔτε Πλάτωνι συγχωρῶ τὸ μηδὲν μετεῖναι ῥητορικῇ τέχνης, ἀλλʼ ὅσον αὐτῇ τέχνης, χρήσομαι γὰρ τοῖς Πλάτωνος αὐτοῦ ῥήμασι, τοῦτʼ ἐπέξειμι. ὅπερ δὲ ἐν τοῖς ἄνω, τοῦτο κἀνταῦθα ποιήσω, αὐτοῖς οἷς εἴρηκε Πλάτων ἀκολουθῶν ἐπιδείξω μετέχουσαν τέχνης. καίτοι τί ἂν ἄλλο τις

βούλοιτο; φησὶ γὰρ δή που διαβάλλων αὐτὴν ὅτι στοχάζεται καὶ προάγει τοὺς λόγους οὕτως ὅπως ἂν στοχάζηται. καίτοι πῶς οὐχ ὑπεναντίον φάσκειν μὲν στοχάζεσθαι, λέγειν δʼ ὡς οὐ χρῆται λόγῳ διʼ αὐτὸ τοῦτο; πάντες γὰρ οἱ στοχαζόμενοι δή που τῷ λόγῳ προσάγοντες αὑτοὺς οὕτως στοχάζονται. οὐ γάρ ἐστι μὴ λόγῳ χρώμενον στοχάζεσθαι, ἀλλʼ ὁ τοῦ πράγματος λόγος οὗτός ἐστιν ὁ ποιῶν στοχάζεσθαι. οἷον οἱ τῶν πόρρωθεν ὁρωμένων στοχαζόμενοι καὶ τυγχάνοντες ἀναφέροντες οἶμαι πρὸς τὴν φύσιν οὕτως στοχάζονται, καὶ τούτῳ χρώμενοι τῷ λόγῳ, καὶ ὡσπερεὶ σκοπῷ τούτῳ στοχάζονται. ὡς οἵ γʼ ἀποτυγχάνοντες ἀρχὴν οὐδὲ στοχάζονται, ἀλλʼ αὐτὸ τοὐναντίον τῷ στοχάζεσθαι ποιοῦσι. τὸ γὰρ στοχάζεσθαι τοῦτʼ ἐστὶ τυχεῖν τοῦ πράγματος. οὐκοῦν οὐχ ᾧ στοχάζεται ἁμαρτάνει τις, ἀλλʼ ᾧ διήμαρτεν οὐκ ἐστοχάσατο. εἰκότως· οὐδεὶς γὰρ ἁμαρτάνει λόγῳ χρώμενος, ἀλλʼ ἅμα ἐσφάλη καὶ τὸν λόγον οὐ διεσώσατο. ὁ γὰρ λόγος ταύτην εἶχε τὴν δύναμιν, μὴ διαμαρτάνειν, καὶ τοῦθʼ οὕτως ἀληθές ἐστιν ὥστε οἱ φρονιμώτατοι τῶν ἀνθρώπων

καὶ λόγου πλείστου μετέχοντες ἄριστα στοχάζονται. ὥστʼ εἰ τὸ στοχάζεσθαι τῆς ῥητορικῆς ἐστιν, ἐπὶ πλεῖστον ἡ ῥητορικὴ σώζει λόγον. τοῦτο μὲν οὖν ἐξ αὐτῶν ὧν εἴρηκε συγκρουόμενον οὕτω φαίνεται. θαυμάζω δὲ ὅπως οὔτʼ

ἔγνω οὔτʼ ἐστοχάσατο ὅτι καὶ χωρὶς τοῦ τἀναντία συνθεῖναι καὶ χρήσασθαι σημείῳ τοῦ μὴ τέχνην εἶναι, ὃ τοῦ τέχνην μᾶλλον εἶναι σημεῖόν ἐστι, διʼ ἑνὸς καὶ μόνου τούτου δώσει λαβὴν, εἰ δοίη τῆς ῥητορικῆς εἶναι τὸ στοχάζεσθαι. φέρε γὰρ πρὸς θεῶν εἴ τις αὐτὸν ἤρετο ὡδὶ λέγων κατʼ αὐτὸν ἐκεῖνον, Τοξικὴν δέ τινα, ὦ Πλάτων, οἶσθα τέχνην, ὅσον εἰπεῖν, ἢ καλεῖς; τὴν μὲν γὰρ πολιτικὴν ἐπιστήμην πᾶσαν διελήλυθας καὶ τὰ μόρια αὐτῆς εὕρηκας ἀκριβῶς. ἔγωγε, εἶπεν ἂν, οἶδα καὶ καλῶ. τίς οὖν ἐστιν αὕτη καὶ τί ἐπαγγέλλεται; τοῦ σκοποῦ τυχεῖν ἐν τῇ τῶν βελῶν ἀφέσει. καλῶς. οὐκοῦν ὁπόταν στοχάσηται, τότε τυγχάνει. πῶς γὰρ οὔ; πότερον οὖν οὐκ ἔστι τέχνη διὰ τὸ στοχάζεσθαι, ἢ τούτου καὶ ἔστι τέχνη τοῦ στοχάζεσθαι; ἐγὼ μὲν οἶμαι τούτου. εἶεν. τί δʼ ἡ κυβερνητική; ἐμοὶ μὲν γὰρ δοκεῖ τοῦτο ὅπερ ἡ τοξικὴ καὶ αὐτὴ πράττειν; κατὰ γοῦν τὸν λόγον ᾧ χρῆται. στοχάζεται γὰρ, οὐ μὴν ὡς βέλει τυχεῖν, οἶμαι, ἀλλʼ ὡς ἐκ τῆς θαλάττης σῶσαι. ὅσα μὲν γὰρ δεῖ μαθεῖν ἐν παιδείᾳ τὸν κυβερνήτην οἶδε καὶ ἀκήκοε. σώζει δὲ οὐ τούτοις τὸ σύμπαν
εἰπεῖν τὴν ναῦν, ἀλλʼ οἷς εὖ τίθεται τὸ παρόν. τοῦτο δὲ ἀμήχανον αὐτῷ χωρὶς τοῦ στοχάζεσθαι. σκόπει γὰρ πρῶτον μὲν, εἰ βούλει, τοὺς εἰς Αἴγιναν διακομίζοντας, ὅτι ὁρῶσι τὴν Αἴγιναν· πρὸς ὃ οὖν ὁρῶσι στοχάζονται· ἔπειτα τοὺς εἰς τὸν Πόντον, εἰ δὲ βούλει, τοὺς εἰς Αἴγυπτον καὶ τὴν οὐδὲ σοί ποτε ἀήθη Σικελίαν· τούτους γὰρ καὶ παντάπασιν εὑρήσεις στοχαζομένους. πρῶτον μὲν γὰρ