Orationes 45

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

ὁμοῦ μὲν τὸ ἀξίωμα τῆς ῥητορικῆς ἐμφανίζων καὶ τὴν δύναμιν αὐτῆς ὁπόση τις καὶ ἡλίκη, ὁμοῦ δʼ αὐτὰ ταῦτα τῷ θεῷ προστιθεὶς ὡς ἐκεῖθεν ἥκοντα, ὥσπερ Πλάτωνι ἀποκρινάμενος, οὐκ Εὐρυάλῳ. δοκεῖ δέ μοι καὶ Ἡσίοδος τῆς αὐτῆς ἔχεσθαι γνώμης Ὁμήρῳ καὶ τοῖς ῥήμασι μόνοις διαλλάττειν ἐν τοῖσδε τοῖς ἔπεσι

    κεῖνος μὲν πανάριστος ὃς αὑτῷ πάντα νοήσῃ·
  1. ἐσθλὸς δʼ αὖ κἀκεῖνος ὃς εὖ εἰπόντι πίθηται·
  2. ὃς δέ γε μήτʼ αὐτὸς νοέῃ μήτʼ ἄλλου ἀκούων
  3. ἐν θυμῷ βάλληται, ὁ δʼ αὖτʼ ἀχρήιος ἀνήρ.
πρῶτον μὲν ἔθετο τὸν αὐτὸν εὑρόντα τὰ βέλτιστα, ἔσχατον δὲ ἀμαθίᾳ τὸν οὔτε συνιέντα οὔτε πειθόμενον, μέσον δὲ ἀμφοτέρων, ὥσπερ ἐν ἀριθμῶν ὅροις, τὸν τῷ συνιέντι πεισθέντα, τοσούτῳ χείρω τοῦ νοήσαντος, ὅσῳ βελτίω τοῦ μήθʼ εὑρόντος μήτε πεισθέντος. οὐκοῦν ὁ μὲν αὐτὸς πάντα νοήσας ἐστὶν ὁ εὖ εἰπών· εἰ δὲ βούλει ἐκείνως, ὁ μὲν εὖ εἰπών ἐστιν ὁ νοήσας αὐτὸς ἅπαντα. δῆλον δέ· προσθεὶς γὰρ ὃς αὐτὸς πάντα νοήσῃ μετείληφεν ἐν τῷ δευτέρῳ ἐπὶ τοῦ εὖ εἰπόντος τὸν αὐτὸν τοῦτον λέγων, ἀντὶ τοῦ νοήσαντος τὸν εὖ εἰπόντα θεὶς, ὡς αὐτὸν τοῦτον ὄντα τὸν βέλτιστον ῥήτορα. οὕτω δὲ τούτων κειμένων ὁ μὲν, οἶμαι, νοήσας παντὶ συμβαλεῖν ῥᾴδιος, ὅτι ὁ τῇ φύσει κρατῶν ἐστὶν, ὃν ἄριστον ὡρίσατο, ὃν καὶ εὖ εἰπόντα προσεῖπεν· ὁ δʼ αὖ πεισθεὶς ἐν τῇ τοῦ μαθόντος γίγνεται μερίδι. ἀκούσας γὰρ τοῦ τὰ βέλτιστα λέγοντος οὕτω χρῆται παρʼ ἐκείνου λαβών. εὑρεῖν οὖν φησιν, ὦ Πλάτων, κρεῖττον ἢ μαθεῖν, καὶ τέχνη φύσεως δεύτερον, εἰκότως Ἡσίοδος καὶ

φρονῶν οὕτω καὶ λέγων, καὶ τῆς δάφνης οὐκ ἀμνημονῶν, ἣν ἅμα τῷ λαβεῖν ποιητὴς ἦν γεγονὼς ἐκ ποιμένος. ἐπεὶ καὶ τὰς τέχνας αὐτὰς καὶ τὰ ἐπιτηδεύματα φύσει δή που

διενεγκόντες ἄνθρωποι καὶ νικήσαντες ἀνεῦρον τὸ ἐξ ἀρχῆς. οὐ γὰρ αἱ τέχναι τὰς φύσεις ἐποίησαν, ἀλλʼ αἱ κράτισται φύσεις τὰς βελτίστας τῶν τεχνῶν εὗρον, ὥστε καὶ τῇ τάξει καὶ τῇ δυνάμει παρὰ τῇ φύσει τὰ πρεσβεῖα εἶναι. εἰ δὲ δὴ μηδʼ ἁπλῶς ἀνθρώποις τὴν εὕρεσιν προστίθεμεν τῶν τεχνῶν, ἀλλὰ θεοὺς ἡγήσασθαι φαμὲν αὐτοῖς καὶ καταδεῖξαι, πῶς οὐκ εὔδηλον ὅτι πολλῷ τινος εἶναι νικῶντος δεῖ προσθήκην τὴν τέχνην; καὶ μὴν εἰ τοῦτο δῆλον ἅπασι καὶ πάντες ἂν συμφαῖεν μὴ θεοὺς παρʼ ἀνθρώπων λαβεῖν τὰς ἐπιστήμας, ἀλλʼ ἀνθρώπους παρὰ θεῶν, καὶ διδασκάλων μὲν ἐκείνους, μαθητῶν δὲ ἡμᾶς ἔχειν τάξιν, τοσούτῳ κρεῖττον, ὡς ἔοικεν, εὑρεῖν ἢ μαθεῖν, ὅσῳ κρείττων ἀνθρώπου θεός. οἱ μὲν γὰρ εὑρήκασιν ἅπαντα, ἡμεῖς δʼ, οἶμαι, λαβόντες χρώμεθα. ὀρθῶς ἄρα καὶ δικαίως ὁ τοῦ Ἑλικῶνος πρόσοικος καὶ ὡς εἰκὸς ἦν τὸν αὐτὸν ἐκ θεῶν ἐπιπνοίας ταῦτα λέγειν εἰληφότα τὸν μὲν τοιοῦτον ἄνδρα ὡς θεὸν καὶ θεῶν ἐγγὺς πρῶτον καὶ κράτιστον ἔθετο ὃς αὐτὸς πάντα νοήσῃ, τὸν δʼ ἀκούσαντα καὶ μαθόντα δεύτερον. ποῦ γὰρ ἄν τις καὶ κράτιστον θείη τὸν μαθόντα καὶ πῶς; οὐκ ἔστιν οὐδὲ βουλομένῳ, ἀλλὰ φύσει κεκώλυται, δικαίως, ὅτι καὶ νικᾶν πανταχοῦ φαμὲν τὴν φύσιν. εἰ γὰρ ἦν τὸ μαθεῖν ἄριστον καὶ πρῶτον, οὐδʼ ἂν αὐτὸ πρῶτον τὸ μαθεῖν ἦν. ἐχρῆν γὰρ δή που μαθεῖν παρʼ ἑτέρου. ὥστε οὐκ ἂν ἦν ὁ διδάσκων πρῶτος, εἰ τὸ μαθεῖν
κρεῖττον καὶ πρῶτον ἦν. παρὰ τοῦ γὰρ, ὦ καὶ σὺ τὴν ποικίλην κοσμήσας, ἀκούσῃ, τίσι πεισθῇ, εἰ κρείττων ὁ μαθών ἐστι τοῦ τὸ πρῶτον εὑρόντος, καὶ μὴ ἀνάγκῃ δεύτερος, εἴπερ τι μέλλει μαθήσεσθαι. πᾶς γὰρ ὁ μανθάνων ὡμολόγηκε δήπουθεν εἶναι χείρων αὐτῷ γε τῷ δεῖσθαι μαθεῖν· ὡς εἴ γε μὴ πείσειεν αὑτὸν δεῖσθαι πρότερον, πῶς ἂν μάθοι, ἢ πῶς ἄλλῳ γʼ ἂν εἰπόντι πεισθείη;

οὐκοῦν ἄτοπον τόν γε αὐτὸν ὡμολογηκότα εἶναι χείρω, τοῦτον ἀμείνω καλεῖν, καὶ ταῦτα διʼ αὐτὸ τοῦτʼ ἐπαινούμενον, ὅτι ὡμολόγηκε χείρων εἶναι. ἢ κατὰ μὲν τὰς δωρεὰς οὐδαμοῦ κρείττων ὁ λαβὼν τοῦ δόντος αὐτῷ τῷ λαβεῖν, ἀλλὰ τὸ δοῦναι τοῦ κρείττονος εἶναι δοκεῖ, ἐν δὲ τοῖς μαθήμασι κρείττων ὁ προσέχων τὸν νοῦν τοῦ νοήσαντος αὐτοῦ καὶ παρασχόντος; καὶ μὴν ἐφʼ οἷς ὁ λαβὼν ἄριστος πῶς οὐ πρῶτος ὁ ταῦτʼ ἔχων ἐξ ἀρχῆς, καὶ διὰ τὸν χρόνον γέ που καὶ παρὰ τὴν αἰτίαν; ἔτι τοίνυν ἑνὸς ποιητοῦ τῶν ἀπὸ Βοιωτίας καὶ Ἑλικῶνος παρασχήσομαι μαρτυρίαν, ᾧ καὶ Πλάτων αὐτὸς τὰ πλείστου, φασὶν, ἄξια χρῆται. οὗτος δὲ, ὦ θεοὶ, καὶ μάλʼ ἀποκαλύψας καὶ τῆς αὑτοῦ φύσεως καὶ Μούσης ὡς ἀληθῶς βοᾷ Στεντόρειον εἰς τοὺς ἀνθρώπους ὥσπερ σιωπὴν κηρύξας

    σοφὸς ὁ πολλὰ εἰδὼς φυᾷ·
  1. μαθόντες δὲ λάβροι
  2. παγγλωσσίᾳ κόρακες ὣς ἄκραντα γαρύετον
  3. Διὸς πρὸς ὄρνιχα θεῖον.
κοράκων φησὶν εἶναι φωνὰς τὰς τῶν μαθόντων καὶ παρʼ ἄλλων εἰληφότων πρὸς ἀετὸν γιγνομένας τὸν φύσει νικῶντα καὶ ἐκ θεοῦ ῥήτορα καὶ σοφόν. ἑτέρωθι δʼ αὖ βραχύτερον μὲν, γνωρίμως δʼ οὐχ ἧττον διαμαρτύρεται
    τὸ δὲ φυᾷ κράτιστον ἅπαν.
  1. πολλοὶ δὲ διδακταῖς
  2. ἀνθρώπων ἀρεταῖς κλέος
  3. ὤρουσαν αἱρεῖσθαι,
σφόδρʼ ἀκολούθως ἀμφότερα εἰπών. ἐπειδὴ γὰρ τὸ μὲν κράτιστον ἐν τοῖς ὀλίγοις, τὰ δὲ φαυλότερα ἐν τοῖς πολλοῖς, ἀντιτέθεικε τῷ κρατίστῳ τὸ [πολλῷ] χεῖρον διὰ τοῦ τῶν πολλῶν ὀνόματος, ὡς ἐκεῖνο μὲν παντάπασι τινῶν ὀλίγων ὂν, τοῦτο δὲ εἰς τοὺς πολλοὺς ἀφικνούμενον. καὶ ἔτι πρὸ τούτων ἀγαθοὶ δὲ φύσει καὶ σοφοὶ κατὰ δαίμονα ἄνδρες ἐγένοντο, ὅμοιον καὶ τοῦτο τῷ ἑτέρῳ ῥήματι καὶ ταυτὸν λέγων. οὗ μὲν γὰρ διδακταῖς εἶπεν ἀρεταῖς, προσέθηκεν ἀνθρώπων, οὗ δὲ τὴν φύσιν πρεσβεύει, κατὰ δαίμονα, τούτους εἶναι τοὺς τῷ ὄντι ἀγαθοὺς καὶ σοφούς·

εἰκότως· εἰ γὰρ ἐν αὐτοῖς τοῖς λόγοις τοὺς τὰ ὑφʼ ἑτέρου εἰρημένα καὶ προκατειλημμένα κλέπτοντας καὶ διεξιόντας ὡς αὑτῶν οὐδεὶς οὕτω μαίνεται ὥστε βελτίους ἡγεῖσθαι τῶν οἴκοθεν εὐπόρων καὶ γονίμων εἰς τοὺς λόγους, ἀλλʼ οὗτος κράτιστος παρʼ ὅτῳ πλεῖστον ἔστιν εὑρεῖν τὰ δέοντα, πῶς

οὐ γελοῖον καὶ πάσης ἀλογίας μεστὸν τὸν ἐξ ἀρχῆς παρʼ ἄλλων ἀκούσαντα καὶ μαθόντα ὅ τι χρὴ λέγειν θεῖναί ποτʼ ἔμπροσθεν τοῦ φύσει κρείττονος. οὐκ ἔξω δʼ ἵσταται τῆς ὅλης μαρτυρίας οὐδὲ τόδε ἐν ἔργμασι δὲ νικᾷ τύχα, οὐ σθένος· τὸ μὲν σθένος πρὸς τῆς τύχης τῆς ἀνθρωπίνης, τὴν δὲ τύχην πρὸς τῆς θείας μοίρας εἰ λάβοις. καίτοι εἰ ποιηταὶ μὲν οὐ τέχνῃ ποιοῦντες, ὥς φησιν ὁ Πλάτων, ἀλλʼ ἐκ θεοῦ τυγχάνοντες κάτοχοι παιδεύουσι τοὺς ἐπιγιγνομένους, οὐ μόνον τοὺς καθʼ ἑαυτοὺς, παιδεύοντες δὲ μαρτύρονται καὶ διορίζονται τοῦ μηδενὸς ἀξίαν εἶναι τὴν τέχνην πρὸς τὸ τῆς φύσεως κράτος καὶ τὰ ἀπὸ τῶν θεῶν· καὶ ἐν ἔργοις καὶ ἐν λόγοις διὰ τῶν ποιητῶν μαρτυρεῖ Πλάτων, προσθήσω δʼ ὅτι καὶ διʼ ἀμφοτέρων οἱ θεοὶ, καὶ Πλάτωνος καὶ τῶν ποιητῶν, ὅτι ῥητορικὴ καλὸν καὶ θεῖον, εἰ καὶ τέχνῃ μὲν ἀνθρώποις μὴ παραγίγνεται, φύσεως δʼ ἐστὶν ἔργον ἀνδρείας καὶ βλεπούσης νικᾶν. εἰ τοίνυν μήτε ποιητῶν μηδένα μηδὲν εἰρηκέναι τοιοῦτον μήτʼ αὐτὸν Πλάτωνα μαρτυρεῖν ἡμῖν θείη τις μήτε διʼ αὑτοῦ μήτε διὰ τῶν ποιητῶν, ὃ σαφῶς οὑτωσὶ φαίνεται ποιῶν, εἰς αὐτόν γʼ ἄν τις βλέψας τὸν τοῦ πράγματος λόγον οὐ χαλεπῶς ἴδοι συκοφαντίαν, ἀλλʼ οὐκ ἔλεγχον οὐδὲ πίστιν ἐνοῦσαν τῇ παρʼ αὐτοῦ βλασφημίᾳ.
τίς γὰρ οὐκ οἶδεν ὅτι κἀν τοῖς σώμασιν οὔτε τὸ κάλλος οὔτε τὸ μέγεθος οὔτε ἡ χάρις τέχνης ἔργον ἢ ποίημά ἐστιν, οὐδʼ ἀπὸ χειρῶν ἢ λόγου τινὸς, ὡς ἂν εἴποιμεν, ἀπαντᾷ; ἀλλʼ ἐπαλεῖψαι μὲν ταῦτα καὶ θεραπεῦσαι τῆς τέχνης εἶναι δοκεῖ, συστήσασθαι δʼ ἐξ ἀρχῆς οὐδεμία οὕτω τέχνη ἂν εἴη δεινή. οὐκοῦν διακόνου καὶ θεραπαίνης

τάξιν ἔχειν προσήκει τῇ τέχνῃ, τὴν φύσιν δʼ ἐν σχήματι δεσποίνης τετάχθαι, εἰ μὴ καὶ τοὺς σκευοφόρους πρὸ τῶν ὁπλιτῶν τάττοιμεν ἄν. ἀλλʼ οὐκ ἄξιον. πῶς γὰρ οὐκ ἄτοπον τοὺς μὲν γονέας τιμᾶν καὶ τοῖς πρεσβυτέροις ὑπανίστασθαι νομίζειν, τὴν δὲ φύσιν τὴν τοσοῦτον προτέραν φαύλου λόγου νομίσαι παρὰ τὴν τέχνην, ὥσπερ ἂν εἴ τις τὰ ὑποδήματα κρείττω τῶν ποδῶν, τὴν δʼ ἐσθῆτα τοῦ σώματος κρίνοι τιμιωτέραν; καὶ ὡς ἔοικε τὰ μὲν χρήματα τῶν ποριζόντων αὐτὰ καὶ κτωμένων ἀτιμότερα ἡγούμεθα, ἡ δὲ τέχνη κρείττων τῆς εὑρούσης φύσεως καὶ ἧς ἔργον ἐστὶ νομισθήσεται. ἄλογον μέντἂν εἴη κατʼ αὐτὸ τὸ παράδειγμα ἐπὶ μὲν τῶν κτημάτων καὶ τῶν οὐσιῶν βελτίω νομίζειν χρηματιστὴν τὸν αὐτὸν πορίσαντα καὶ συλλέξαντα τοῦ κληρονομήσαντος ἕτερον, ἐν δὲ τοῖς λόγοις καὶ τοῖς πράγμασι μὴ τὸν φύσει προέχοντα πρεσβεύειν, ἀλλʼ ὅστις

παρʼ ἄλλου φαίνεται μετειληφὼς, καὶ μηδʼ ἐκεῖνʼ ὁρᾶν, ὅτι οὐ μόνον ἐξ ἀρχῆς αἱ φύσεις τὰς τέχνας συνεστήσαντο, ἀλλὰ καὶ περὶ αὐτὰς τὰς τέχνας οἱ τῇ φύσει νικήσαντες διενηνόχασιν. ἕνεκα μὲν γὰρ τῆς τέχνης πάντας ἔδει παραπλησίους εἶναι τοὺς ταὐτὰ μαθόντας, οἶμαι δὲ καὶ χείρους τοὺς δευτέρους ἀεὶ τῶν προτέρων, ἕως εἰς τὸ λυθῆναι τὴν τέχνην ἀφίκετο· οὐ γὰρ ἂν ἦν πάντα λαβεῖν ἀκριβῶς παρʼ ἑτέρου λαμβάνοντα, ἀλλʼ ἔδει διαφυγεῖν ἀεί τι· ῥώμῃ δὲ, οἶμαι, φύσεως καὶ περιουσίᾳ τὴν δόξαν οἱ κρατήσαντες εἰλήφασι· καὶ οὐδεὶς τὸν Δαίδαλον οὐδὲ τοὺς ἄνω θαυμάζει παρὰ τὸν Φειδίαν, ἀλλὰ τοὐναντίον ἐκ μικρῶν καὶ φαύλων τὸ κατʼ ἀρχὰς εἰς μεῖζον καὶ τελεώτερον αἱ τέχναι κατέστησαν. αὐταῖς τοίνυν, ὡς ἔοικε, ταῖς τέχναις οὐ λυσιτελοῦν φαίνεται τὴν τέχνην πρὸ τῆς φύσεως τετιμῆσθαι. οὔκουν προελθεῖν γʼ ἂν αὐταῖς ἦν; οὐδὲ τυχεῖν τοῦ νῦν σχήματος οὐδὲ σεμνύνεσθαι. ἀλλʼ οἶμαι, οὐχ αἱ τέχναι τοὺς ἄνδρας ἦραν μεγάλους, ἀλλʼ οἱ τῇ δυνάμει πρωτεύσαντες ἐντίμους τὰς τέχνας ἐποίησαν, οὐ μείναντες ἐφʼ ὧν παρέλαβον. εἰ δὲ τοῦθʼ ἅπασιν εὔδηλον,