Orationes 45

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

οἰκεῖα τῷ Σωκράτους ἤθει καὶ προσήκοντα ἐκρίθη, ὥστε

καὶ ταύτῃ τῇ δόξῃ γενέσθαι χώραν. δοκεῖ δέ μοι καὶ Σωκράτης αὐτὸς εἰ καὶ μηδεὶς λόγος αὐτοῦ γραφῇ σώζεται, οὐχ ἧττον οὔτε Πλάτωνος τοῦ σεμνοῦ οὔτʼ Αἰσχίνου τοῦ κομψοῦ μαρτυρεῖν, ἀλλʼ ἔτι κάλλιον καὶ ὡς ἀληθῶς εἰς τὸ μέσον. ὁμολογεῖται μέν γε λέγειν αὐτὸν ὡς ἄρα οὐδὲν ἐπίσταιτο, καὶ πάντες τοῦτό φασιν οἱ συγγενόμενοι. ὁμολογεῖται δʼ αὖ καὶ τοῦτο, σοφώτατον εἶναι Σωκράτη τὴν Πυθίαν εἰρηκέναι. πῶς οὖν ταῦτʼ ἔχει; οὐ γὰρ τόν γε τοῦ παντὸς ἐσφαλμένον ὡς ἀνέλοι σοφώτατον ἀνδρῶν πιστεῦσαι θεμιτὸν περὶ τοῦ θεοῦ. τέχνην δὲ, ὡς ἔοικεν, ἔφασκεν οὐκ ἀσκεῖν, ἀληθῆ λέγων. ᾧ γοῦν συνεγένετο Ἀναξαγόρᾳ, οὐ τἀκείνου τιμήσας φαίνεται. ἓν μὲν δὴ τοῦτο μαρτυρεῖ Σωκράτης, οὐκ αἰσχρὸν εἶναι τὸ μὴ τέχνην κεκτῆσθαι, εἴπερ περὶ αὑτοῦ λέγων οὐκ ᾐσχύνετο. ἕτερον δὲ ἀκόλουθον. οὐ γάρ ἐστιν ὅστις οὐ λέγει περὶ Σωκράτους ὅτι φάσκοι τὸ δαιμόνιον αὐτῷ σημαίνειν. οὐκοῦν μηδὲν μὲν ἐπίστασθαι τῶν δεόντων ἀμήχανον ᾧ γε παρηκολούθει τὸ δαιμόνιον. ὅτι δʼ οὐδὲν ἐπίσταιτο αὐτὸς ἔλεγε, λέγων δʼ οὐκ ἐψεύδετο, εἴπερ γε μηδὲ ὁ θεὸς σοφώτατον αὐτὸν εἰρηκώς. λοιπὸν οὖν τί ποτʼ ἐστὶ τὸ φάσκειν οὐκ εἰδέναι; οἶμαί γε τὸ μὴ τέχνῃ. ἀλλὰ μὴν εἰ μηδετέρως γʼ ἂν σοφώτατος ἦν ἔτι, μήτε ψευδόμενος περὶ αὑτοῦ, εἴπερ ἕν τι τῶν αἰσχρῶν τὸ ψεύδεσθαι, μήτʼ ἀληθῆ λέγων, εἰ τὸ μὴ χρῆσθαι τέχνῃ τῶν ἁπλῶς αἰσχρῶν ἦν, ἅμα Σωκράτης τε διʼ ἀμφοτέρων μαρτυρεῖ τῷ λόγῳ, καὶ ὧν ἔξαρνος ἦν καὶ ὧν ὡμολόγει, καὶ διὰ τοῦ Σωκράτους ὁ

θεὸς μεμαρτύρηκε περὶ ἀμφοῖν, χρήσας ἐκεῖνον σοφώτατον

εἶναι, ὥστε διπλῆν οὖσαν τὴν τοῦ Σωκράτους μαρτυρίαν ἑτέρᾳ κυρίᾳ τῇ παρʼ αὑτοῦ βεβαιοῖ. μάθοι δʼ ἄν τις καὶ παρʼ αὐτοῦ τοῦ πράγματος συμβαίνοντα τῷ Σωκράτους λόγῳ καὶ βίῳ τὰ ἀπὸ τῆς μαντείας. τὸν γὰρ ζῶντα ὑπὸ θεῷ καὶ τῶν ἀνθρωπίνων πραγμάτων ἠμεληκότα πῶς οὐκ εὔλογον ἐκ προχείρου παρὰ θεῷ κριτῇ σοφώτατον ἀνθρώπων ἀνῃρῆσθαι; ἡ μὲν οὖν παρὰ τοῦ Πλάτωνος ἡμῖν μαρτυρία τοσαύτη, διʼ αὐτοῦ καὶ διὰ τῶν ἑταίρων ἀμφοτέρων τελευτῶσα εἰς τὸν θεὸν τὸν ἐν Δελφοῖς, ὃς ἐπιψηφίζει Πλάτωνι ἃ μικρῷ πρόσθεν ἔφην Αἰσχίνην. εἰ δὲ δεῖ καὶ ποιητῶν παρασχέσθαι μαρτυρίας, ἔστι μὲν ἔργον ἢ τὰς ἁπάντων ἢ τὰς τῶν προκριθέντων διὰ πάντων παρασχέσθαι, ὅμως δʼ ὡς ἄν τις ἔχοι τῶν γνωριμωτάτων ἐκλέξας εἰπεῖν ῥᾳθυμία παραλιπεῖν. κοινῇ μὲν οὖν πάντες ποιηταὶ μαρτυροῦσι τὴν ἔργῳ μαρτυρίαν, εἴπερ εἰσὶ ποιηταὶ τῷ κρατοῦντι λόγῳ τῆς τέχνης. ἀλλʼ οὐ ταύτης δέομαι τὰ νῦν, ἔστι γὰρ ἐν τοῖς εἰρημένοις, ἀλλὰ τῆς κατὰ ῥῆμα. τοῦτο μὲν τοίνυν ὁ πρεσβύτατος αὐτῶν καὶ πᾶσι συνηθέστατος Πάνδαρον μὲν τὸν Ζελείτην ἐπαινῶν εἰς τὴν τοξικὴν ὧι καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκε λέγει. τὸν δὲ τῶν
Φαιάκων βασιλέα ποιήσας εἰς ὑπερβολὴν φιλάνθρωπον καὶ θεοφιλῆ τῷ ῥήματι τούτῳ τετίμηκεν
Ἀλκίνοος δὲ τότʼ ἦρχε θεῶν ἄπο μήδεα εἰδώς.
μή μου πύθῃ, φησὶ, ποίαν τέχνην ἐκέκτητο, ἢ τίς διδάσκαλος αὐτοῦ· θεῶν γὰρ ἄπο μήδεα ᾔδει. τὸν δʼ αὖ Δημόδοκον ὡσαύτως τὸν κιθαρῳδὸν ἐπαινῶν ὡς ἄκρον τὴν μουσικὴν οὕτως ποιεῖ
    τὸν πέρι Μοῦσʼ ἐφίλησε, δίδου δʼ ἀγαθόν τε κακόν τε·
  1. ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν·
καὶ πάλιν
Μοῦσʼ ἄρʼ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν.

ὁ δέ γε Ἀλκίνους αὐτὸς συνιστὰς αὐτὸν καὶ καλῶν εὐθὺς ἐν ἀρχῇ φησι

    τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν,
  1. τέρπειν ὅππη θυμὸς ἐποτρύνῃσιν ἀείδειν.
ταυτί φησιν ὁ Ἀλκίνους αὐτὸς, ᾧ φιλοτιμίαν εἶχε δήπουθεν, εἴ τι καὶ διδασκάλοις ἀνήλωσεν ὑπὲρ αὐτοῦ, καὶ ταῦτʼ ὄντι λαμπρῷ καὶ μεγαλοψύχῳ καὶ δόξης ἐραστῇ. ἀλλʼ ὅμως ἐγώ σοι, φησὶν, αὐτὸς λέγω καὶ διορίζομαι, τοῦτον οὐκ ἐδιδαξάμην. καὶ οὐχ ὁ μὲν Ἀλκίνους οὕτως ὁ τῶν Φαιάκων βασιλεὺς, ὁ δὲ τῶν Ἑλλήνων σοφώτατος οὐχ ὁμοίως περὶ τῶν αὐτῶν, ἀλλʼ ἔτι μᾶλλον ἀγασθεὶς τοῦ Δημοδόκου τῆς ἐπιδείξεως καὶ ὥσπερ ἐπίτηδες ζητῶν ὅ τι εἴποι μέγιστον, ὦ Δημόδοκε, φησὶν,
    ἔξοχα δή σε βροτῶν αἰνίζομʼ ἁπάντων·
  1. ἢ σέ γε Μοῦσʼ ἐδίδαξε Διὸς παῖς, ἢ σέ γʼ Ἀπόλλων
ὡς τοῦ πράγματος κρείττονος ἢ τέχνῃ λαβεῖν.
λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις.
οὐδὲ τοῦτο πάρεργον, οὐδʼ εἰκῆ προσθεὶς, οὐδʼ ἐφόλκιον ἄλλως ἐπὶ τοῖς ἄνω, ἀλλʼ ἐνδεικνύμενος καὶ πρὸς ἓν σημαινόμενος ὅτι τοῦτο τὸ ἐν κόσμῳ καὶ λαμπρῶς οὐκ ἐκ τέχνης, ἀλλʼ ἐπιπνοίᾳ θεῶν παραγίγνεται. κομψὸν μὲν γάρ τι, φαυλότερον δὲ ἡ τέχνη πολλῷ· πάλιν δʼ ὥσπερ ἐπισφραγιζόμενος τὴν μαρτυρίαν, προβαλὼν αὐτῷ τὸν τοῦ ἵππου κόσμον ἀεῖσαι, τοσοῦτον ὑπισχνεῖται,
    αἴ κεν δή μοι ταῦτα (φησὶ) κατὰ μοῖραν καταλέξῃς,
  1. αὐτίκα καὶ πᾶσιν μυθήσομαι ἀνθρώποισιν
  2. ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν.
ὡς οὐκ ἔχων τί τούτου μεῖζον ὑπόσχοιτο αὐτῷ. οὕτω τοίνυν ὁ ποιητὴς πεπεικὼς αὑτὸν ἐποίει περὶ τούτων, ὥστε ὥσπερ δεδοικὼς μή τις αὐτὸν περὶ Δημοδόκου μόνου λέγειν ταῦτα δόξειεν, ἀπὸ τοῦ κοινοῦ τῶν ἀοιδῶν ἐποίησεν ἀρχόμενον τὸν Ὀδυσσέα καὶ λέγονθʼ οὕτω
    πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ
  1. τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκʼ ἄρα σφᾶς
  2. οἴμας Μοῦσʼ ἐδίδαξε· φίλησε δὲ φῦλον ἀοιδῶν.

ὥσπερ δεδοικὼς Ὅμηρος ὑπὲρ ἑαυτοῦ μή τις αὐτὸν φῇ παρʼ ἑτέρου τι μεμαθηκέναι, ἀλλὰ μὴ παρʼ αὐτῶν τῶν

Μουσῶν. πῶς οὖν αἱ Μοῦσαι διδάσκουσιν; ἆρά γε ὥσπερ οἱ γραμματισταὶ διδασκαλεῖον ἀνοιξάμεναι; οὐκ ἔστιν. ἀλλʼ οἶμαι ἐπὶ νοῦν ἄγουσι καὶ τὴν εὕρεσιν κινοῦσιν, ὡς καὶ ἐν αὐτοῖς τούτοις ἐμφαίνεται τοῖς ἔπεσι· φησὶ γοῦν ἐπὶ πᾶσιν
ὣς φάθʼ· ὁ δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ ἀοιδήν·
ταυτὸν διὰ πάντων ἐμφανίζων, ὅτι ληρεῖ τέχνη πρὸς θεὸν κινοῦντα. τὸν τοίνυν Φήμιον ἐν τῇ τῶν μνηστήρων σφαγῇ πεποίηκε τὸ ὑπὲρ ἑαυτοῦ παραιτούμενον καὶ λέγοντα
    αὐτοδίδακτος δʼ εἰμί· θεὸς δέ μοι ἐν φρεσὶν οἴμας
  1. παντοίας ἐνέφυσεν, ἔοικα δέ τοι παραείδειν
  2. ὥστε θεῷ· τῷ μή με λιλαίεο δειροτομῆσαι.
τοῦτο μὲν ὡς ταυτὸν ὅ τε αὐτοδίδακτος καὶ ὁ τῶν θεῶν μαθητὴς ἐγγύθεν οὑτωσὶ δηλῶν, τοῦτο δὲ ὡς οὐδὲν ἄλλο εἰπόντος εἰς σωτηρίαν τοῦ Φημίου μεῖζον ἢ ὅτι οὐδενὸς ἀνθρώπων ἐστὶ μαθητής. εἰκότως· τὸν γὰρ ὑπὸ τῶν ἠδικῆσθαι δοκούντων μέλλοντα σωθήσεσθαι εἰς τὴν παρὰ τῶν θεῶν τιμὴν καταφεύγειν εἰκὸς ἦν. διʼ ἃ τούτοις αὐτὸν σώζει τοῖς λόγοις. ἔτι τοίνυν, ἀναλήψομαι γὰρ, τὸν Τηλέμαχον ἀποδημοῦντα πεποίηκε δή που κατὰ πύστιν τοῦ πατρὸς ἐν τοῖς πρώτοις, ὡς δὲ προσέσχε τῇ Πύλῳ καὶ συντυγχάνειν ἔδει τῷ Νέστορι ἀγωνιῶντα καὶ ἀποροῦντα ὅ τι χρὴ λέγειν πρὸς αὐτὸν διὰ τὸ συνειδέναι μὴ ὅπως τέχνην αὐτῷ τινα ἐπισταμένῳ περὶ λόγους, ἀλλʼ οὐδʼ
αὐτὸ, ὅ φησι Πλάτων, ἐμπειρίαν ἔχοντί πω μέχρι τούτου. κατακέκλεικε γοῦν αὐτὸ τοῦτʼ εἰς ἔπος ἐξ ἀρχῆς εἰς τέλος
οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν.
ὁ δʼ αὐτὸν παραμυθεῖται καὶ λέγει, μηδείς σε τῶν σοφιστῶν ἐξαπατάτω, μηδʼ ἀθυμήσῃς ἐπὶ σαυτῷ. εἰ γὰρ καὶ τῆς τέχνης ἀπολέλειψαι καὶ τῆς ἐμπειρίας,
    ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις,
  1. ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται· οὐ γὰρ ὀΐω
  2. οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε,
συνάπτων κἀνταῦθα τρόπον τινὰ καὶ συντιθεὶς ἐφεξῆς

τό τε αὐτὸν συνεῖναι καὶ τὸ ὑπειπεῖν τὸν θεὸν, καὶ πάλιν αὖ τὴν φύσιν καὶ τροφὴν τῇ θείᾳ μοίρᾳ προστιθείς. καὶ ταῦτα οὐ Μέντωρ, οὐδʼ Ἁλιθέρσης αὐτῷ λέγει, ἀλλὰ θεῶν ἡ σοφωτάτη καὶ ᾗ τά τε τῆς φρονήσεως καὶ τὸ περὶ τὰς τέχνας ἀνάκειται. καὶ ὁ Τηλέμαχος πρῶτον τότε ῥητορεύων εὔπορος γίγνεται καὶ λόγους ἀποχρῶντας εὑρίσκει τῇ χρείᾳ—ἃ γὰρ ἐν μνηστῆρσιν ἐδημηγόρησεν ἐῶ λέγειν—τῆς Ἀθηνᾶς, καὶ τυγχάνει τοῦ σκοποῦ οὕτως ὥσθʼ ὅ γε Νέστωρ ἀκούσας, τοῦτο γάρ ἐστι τὸ ἥδιστον, ἐπαινεῖ τε καὶ φησὶν

    ἤτοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης
  1. ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι·
καίτοι τῶν ἄκρων ῥητορικὴν καὶ λόγους εὑρεῖν καὶ κρῖναι ὁ Νέστωρ αὐτῷ πεποίηται καὶ ἐν Ἰλιάδι καὶ ἐν Ὀδυσσείᾳ·
ἀλλʼ ὅμως ἐπαινεῖ καὶ λαμπρῶς. ὡς δʼ ἧκεν ἐκ τῆς Πύλου πρὸς τὸν ἕτερον ῥήτορα καὶ βασιλέα τὸν Μενέλαον, ὁ μὲν Τηλέμαχος ὡς θεοῦ φησιν ἀκούων τέρπεσθαι τοῦ Μενελάου, ὁ δὲ τὴν αὐτὴν αὖ περὶ ἐκείνου φέρει τῷ Νέστορι δόξαν, καὶ φησὶν ἅτε καὶ αὐτὸς ἤδη πρεσβύτης ὢν
αἵματος εἶς ἀγαθοῖο φίλον τέκος οἷʼ ἀγορεύεις·
οὐδὲν ἀλλʼ ἢ τοῦτο λέγων ὅτι πέφυκας πρὸς λόγους, διὰ τοῦτο λέγεις τὰ βέλτιστα, καὶ παρʼ ἑτέροις τοιούτοις εὐδοκιμεῖς· ὥστε εἰ καὶ μὴ τέχνην τινʼ ἔχεις περὶ τοὺς λόγους, ἔμοιγε, φησὶν, ἐξαρκεῖ. οὕτω διʼ ὅλου τοῦ δράματος ὥσπερ ἐξεπίτηδες καὶ διὰ πάντων τῶν ἀξιόχρεων Ὅμηρος μαρτυρεῖ μὴ τὴν τέχνην εἶναι κυρίαν ἐν τοῖς λόγοις, ἀλλὰ τὸ τῆς φύσεως κράτος καὶ τὸ δοκοῦν τῷ θεῷ. αὐτὸς τοίνυν ὁ τοῦ Τηλεμάχου πατὴρ, ὃν τῆς εἰς τοὺς λόγους παρασκευῆς ἐπὶ πλεῖστον ἐποίησεν ἥκοντα, παροξυνθείς τι πρὸς τὸν Φαίακα καὶ σωφρονίζων αὐτὸν, πῶς λέγει καὶ παρρησιάζεται,
    ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνὴρ,
  1. ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει·