Orationes 45

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

Μουσῶν, οὐδʼ ὁ τῶν μὲν ἀδελφὸς, τοῦ δὲ παῖς Ἑρμῆς ἀπορήσει λόγων περὶ τῆς αὑτοῦ δωρεᾶς, ἀλλʼ αὑτῷ τε καὶ τῷ πατρὶ προστιθεὶς τοὺς λόγους ἀληθῆ τε καὶ δίκαια ἐρεῖ. οἶμαι δὲ καὶ οἱ λογίους τούτους προσειπόντες τοὺς θεοὺς, καὶ παλαιοὶ καὶ νέοι, καὶ οὐδὲ περὶ ἓν γράμμα διενεχθέντες, πολλῷ σαφέστερον ἢ περὶ μανίας μαρτυροῦσιν ὅτι εἰς ἀξιόχρεως ἀνοίσομεν, ἄν τι μετῇ λόγων ἡμῖν, εἰ καὶ μηδεμιᾷ προσφύγοιμεν τέχνῃ. εἶεν. τίνα δὴ τὰ ἐφεξῆς ἦν; ὥστε τοῦτό γε αὐτὸ μὴ φοβώμεθα; μηδέ τις ἡμᾶς λόγος θορυβείτω δεδιττόμενος, ὡς πρὸ τοῦ κεκινημένου τὸν σώφρονα δεῖ προαιρεῖσθαι φίλον. ὅρα δὴ καὶ τάδε. ὥστε τοῦτό γε αὐτὸ μὴ φοβώμεθα, μηδέ τις ἡμᾶς λόγος θορυβείτω δεδιττόμενος, ὡς οὐ τὸν φύσει καὶ θείᾳ μοίρᾳ κατορθοῦντα δεῖ νικᾶν, ἀλλʼ ὅστις τεχνικὸς μικρῶς ἐστίν. ἀλλὰ τόδε φησὶ πρὸς ἐκείνῳ δείξας φερέσθω τὰ νικητήρια, ὡς οὐκ ἐπʼ ὠφελείᾳ ὁ ἔρως τῷ ποθοῦντι καὶ τῷ ἐρωμένῳ ἐκ θεῶν ἐπιπέμπεται. καὶ τόδε τοίνυν πρὸς ἐκείνῳ δείξας φερέσθω τὰ νικητήρια, ὡς οὐκ ἐπʼ ὠφελείᾳ τῇ πάσῃ καὶ μεγίστῃ λόγοι παρὰ θεῶν ἀνθρώποις γίγνονται. ἡμῖν δὲ ἀποδεικτέον αὖ τοὐναντίον φησὶν,

ὡς ἐπʼ εὐτυχίᾳ τῇ μεγίστῃ παρὰ θεῶν ἡ τοιαύτη μανία δίδοται. τὸν δὲ Τήλεφον οὐκ οἴει τὰ αὐτὰ ταῦτα; εἰ δʼ ἄρα μηδὲν ἐκεῖνος προτιμᾷ, ἀλλʼ ἡμῖν γε ἀποδεικτέον ὡς ἐπʼ εὐτυχίᾳ τῇ μεγίστῃ καὶ τὸ ἐξ ἀρχῆς ἡ τῶν λόγων δύναμις παρὰ θεῶν ἧκεν εἰς ἀνθρώπους, καὶ νῦν ἐν καλοῦ μοίρᾳ τῇ πρώτῃ καὶ εἰς τὸν ἔπειτα χρόνον καὶ δίδονται καὶ δοθήσονται. καὶ μὴν εἰ μὲν ἀξιόπιστος Πλάτων, οὗτος

αὐτός ἐστιν ὁ μὴ διδοὺς τῇ τέχνῃ τὰ πρεσβεῖα· εἰ δʼ οὐδὲ τοῦτό τις συγχωρεῖ, πῶς ῥητορικὴ διὰ τοὺς ἐκείνου λόγους αἰσχρόν; ἐγὼ δʼ ἀξιόπιστον μὲν τοῖς ὅλοις οὐδενὸς ἧττον Ἑλλήνων ἡγοῦμαι, ἡδέως δʼ ἂν ἐροίμην τοὺς πρὸς ἐκείνου πότερʼ αὐτῷ μᾶλλον πιστεύειν ἄξιον, ταῦτα ἢ ʼκεῖνα. καὶ μὴν εἰ τὰ μάλιστα σεμνός ἐστι, φαίνεται μαρτυρῶν ἡμῖν, ὥστε ὑπὲρ ἡμῶν σεμνός ἐστιν. ὅταν γὰρ ἡμεῖς μὲν καὶ ἡμῖν αὐτοῖς ταὐτὰ λέγωμεν κἀκείνῳ, ἐκεῖνος δὲ μήθʼ αὑτῷ μήθʼ ἡμῖν, οὐκ ἀντιλέγει μᾶλλον ἢ μαρτυρεῖ κατʼ αὐτὸ τοῦτο τὸ μὴ τἀληθῆ λέγειν. φέρε δὴ καὶ ἑτέραν ἐκ τοῦ αὐτοῦ γυμνασίου, ἔφη Πλάτων, μαρτυρίαν ἀντʼ εἰκόνος παράσχωμαι. οὐ γάρ που δυσχερανεῖ Πλάτων, ἐὰν

Αἰσχίνης ἐπιψηφίσῃ Πλάτωνος εἰπόντος ἐγὼ δʼ εἰ μέν τινι τέχνῃ ᾤμην δύνασθαι ὠφελῆσαι, πάνυ ἂν πολλὴν ἐμαυτοῦ μωρίαν κατεγίγνωσκον· νῦν δὲ θείᾳ μοίρᾳ ᾤμην μοι τοῦτο δεδόσθαι ἐπʼ Ἀλκιβιάδην. καὶ οὐδέν γε τούτων ἄξιον θαυμάσαι. ἀκούεις ἀνδρὸς ἑταίρου καὶ τὸν αὐτόν σοι σοφώτατον νομίζοντος, προσθήσω δʼ ὅτι καὶ τῷ αὐτῷ τοὺς λόγους ἀνατιθέντος, ᾧπερ καὶ σὺ τούτους. οὐ χρὴ, φησὶ, θαυμάζειν, ὦ Πλάτων, εἴ τις καὶ τέχνην μὴ κτησάμενος οἷός τʼ ἐστὶν ὠφελεῖν ἀνθρώπους. πολλοὶ γὰρ καὶ τῶν καμνόντων ὑγιεῖς γίγνονται οἱ μὲν ἀνθρωπίνῃ τέχνῃ, οἱ δὲ θείᾳ μοίρᾳ. ὅσοι μὲν οὖν ἀνθρωπίνῃ τέχνῃ, ὑπὸ ἰατρῶν θεραπευόμενοι, ὅσοι δὲ θείᾳ μοίρᾳ, ἐπιθυμία αὐτοὺς ἄγει ἐπὶ τὸ ὀνῆσον· καὶ τότε ἐπεθύμησαν ἐμέσαι,

ὁπότε αὐτοῖς ἔμελλε συνοίσειν, καὶ τότε κυνηγετῆσαι, ὁπότε συνοίσειν ἔμελλε πονῆσαι. Ἡράκλεις, ὡς διαρρήδην καὶ περιφανῶς Αἰσχίνης ὁ τοῦ Πλάτωνος συμφοιτητὴς μαρτυρεῖ Πλάτωνι ταῦθʼ ἃ μικρῷ πρόσθεν παρεσχόμεθα αὐτοῦ πολλῷ καὶ ἀνθρωπινώτερα καὶ πρὸς θεῶν εἶναι καλλίονα ὧν ἕνεκα τοῦ παραδόξου συνεσκεύακεν. οὐκοῦν αὐτός τε μαρτυρῶν ἡμῖν ὥσπερ ὑπὸ κήρυκος ἁνὴρ φαίνεται καὶ τὴν τοῦδε μαρτυρίαν ὥσπερ ἐπισφραγίζεται· τοὺς γὰρ πρὸς ἡμῶν αὐτοῦ λόγους κυροῖ. καὶ μὴν εἰ πολλοὶ τῶν καμνόντων ὑγιεῖς γίγνονται χωρὶς ἰατρῶν καὶ τέχνης, καὶ ταῦτʼ οὐδʼ ἐφʼ ἑνὶ ἄλλῳ τῆς τῶν ἰατρῶν τέχνης οὔσης ἢ τῷ

ποιεῖν ὑγιεῖς, οὐδὲν ἀπεικὸς οὐδʼ ἔξω τῆς ἀνθρωπίνης τέχνης χρὴ εἰπεῖν εἴτε θείας μοίρας κἀν τοῖς λόγοις τοῦ βελτίστου τυγχάνειν μηδεμιᾷ τέχνῃ χρωμένους, εἰ καὶ ὅτι μάλιστα τῆς τέχνης ἦν τὸ τοῦ βελτίστου τυγχάνειν περὶ αὐτοὺς τοὺς λόγους. περί γε μὴν τούτου τοῦ μέρους οὐκέτʼ ἐκ λόγου πρὸς Πλάτωνα ἀγωνιοῦμαι, ὡς ἄρα πολλοὶ διὰ θείας μοίρας ἐσώθησαν, οὐδέ μοι νεμεσήσει δήπουθεν οὔτʼ Αἰσχίνης ὁ Λυσανίου οὔτʼ ἄλλος οὐδεὶς, εἰ φαίην αὐτὸς ἔχειν μαρτυρῆσαι μᾶλλον τοῖς ῥήμασιν ἢ τῆς παρʼ ἐκείνου πρὸς δὴ ταῦτα προσδεῖσθαι μαρτυρίας. ἀλλʼ ὡς ἀληθῶς ὥσπερ οἱ θεομάντεις οἱ τοῖς τῶν πραγμάτων ἐπωνύμοις τετελεσμένοι παρʼ αὐτῶν τῶν θεῶν ἔχω τὸ
μάθημα, ὑφʼ ὧν ἃ μηδεὶς ἰατρῶν μήτε οἶδεν ὅ τι χρὴ

προσειπεῖν, οὐχ ὅπως ἰάσασθαι, μήτʼ εἶδεν ἐν ἀνθρώπου φύσει συμβάντα, ἄλλοτʼ ἄλλαις παραμυθίαις τε καὶ συμβουλαῖς ἐκ τοῦ θεοῦ διαφεύγων ζῶ παρὰ πᾶν τὸ ἐκ τῶν παρόντων εἰκός. πολλοὶ δʼ ἔμοιγε καὶ ἄλλοι κοινωνοί τε καὶ μάρτυρές εἰσι τῶν λόγων, οὐ μόνον τῶν Ἑλλήνων, ἀλλὰ καὶ βαρβάρων, αἵ τʼ ἐν Ἀσκληπιοῦ τῶν ἀεὶ διατριβόντων ἀγέλαι καὶ ὅσοι τῷ κατʼ Αἴγυπτον θεῷ συνεγένοντο. καίτοι τέχνης μὲν ἡμῶν οὐδʼ ὁτιοῦν εἰς ταῦτα μέτεστιν οὐδενὶ δήπουθεν, ἀλλὰ καὶ τοῦ καταφυγεῖν ἐπὶ τοὺς θεοὺς σχεδὸν ἀρχὴ τὸ τῆς τέχνης ὑπεριδεῖν ἐστίν· ὅμως δὲ σὺν αὐτοῖς εἰπεῖν οὔθʼ οἱ θεοὶ τὸν τοιοῦτον ἡμῶν λογισμὸν ἀτιμάζουσιν οὔτε πολλοὶ μετέγνωσαν τῶν πρὸ τῆς τέχνης τὴν παρὰ τοῦ θεοῦ τύχην ἑλομένων. ἀλλὰ καὶ ὀνείρασι χρώμεθα οὐ προειδότες, οἶμαι, τῆς ἑσπέρας ὅ τι μέλλομεν ὄψεσθαι, καὶ τί χρὴ ποιήσαντας σωθῆναι γιγνώσκομεν, ἀγνοοῦντες μέχρι ἐκείνου τοῦ μέρους τῆς ὥρας, ἐν ᾧ παρὰ τῶν θεῶν ἧκε τἀγαθὸν, καὶ πάλιν γὰρ ὥσπερ ἐπᾴδων ἐν μέλει ταυτὸν ἐρῶ, τέχνης οὐδʼ ὁτιοῦν ἐπαΐοντες οὐ μόνον περὶ τῶν ἡμῖν αὐτοῖς συμφερόντων, ἀλλὰ καὶ περὶ τῶν ἑτέροις ἔχομεν εἰπεῖν πολλάκις, ἂν δοκῇ τῷ θεῷ, ὥστε καὶ τοὺς ἰατροὺς οὐδὲν κωλύει φρίττειν, ἐπειδὰν ἀκούωσι

πολλὰ τῶν ἔργων. πότερʼ οὖν τὰ ὀνείρατα ποιεῖ θεοῖς ἀνακεῖσθαι τἀνθρώπεια, ἢ τὸ θεοὺς ἀνθρώπων κήδεσθαι ποιεῖ καὶ διʼ ὀνειράτων ἀνθρώπους σώζεσθαι; ἐγὼ μὲν οἶμαι τοῦτο. τί οὖν, ὦ μεγίστη σὺ γλῶττα τῶν Ἑλληνίδων, ἔφη Κρατῖνος, ποιῶν ἔσθʼ ὅ τι κωλύει καὶ ὕπαρ γιγνώσκειν τὰ βέλτιστα ἄνευ τέχνης καὶ συμβουλεύειν ἑτέροις ἔχειν, εἴπερ γε καὶ τὰ ὀνείρατα ποιεῖ καὶ ἑτέροις ἔχειν συμβουλεύειν; ἢ σωθῆναι μὲν ἔστιν ἄνευ τέχνης καὶ ἕτερον σῶσαι διʼ ὧν τις οὐκ οἶδε, συμβουλεῦσαι δʼ οὐκ ἔστιν ἄνευ τέχνης οὐδὲν, οὔτʼ ἀπὸ τῆς αὐτοῦ τύχης οὔτʼ ἀπὸ τῆς θείας οὔτε, τὸ τοῦ Δημοσθένους, τῆς τῶν

ἀκροωμένων; καὶ ταυτὶ μὲν ὑπʼ αὐτοῦ τοῦ λόγου κινηθεὶς καὶ τοῦ τοῖς θεοῖς ὡσπερεὶ τετελεσμένου ἐπὶ πλεῖον ἴσως ἐξήγαγον· καί μοι συγγνώμη καὶ παρʼ αὐτοῦ τοῦ Πλάτωνος ἔστω καὶ παρʼ ἄλλου παντὸς τοῦτʼ αὐτὸ παθόντι ὅπερ ἐν τοῖς λόγοις ἐνῆν· οὐ γὰρ ἦν κατασχεῖν αὐτὸν, ἐπειδὴ θεία μοῖρα καὶ σωτηρία παρέπεσε. διὸ καίπερ μαρτυρίᾳ χρώμενος ἠναγκάσθην αὐτὸς μαρτυρεῖν τῷ λόγῳ, ἐπάνειμι δʼ αὖθις πρὸς τὰ λοιπὰ τῆς μαρτυρίας ἐγὼ δὲ διὰ τὸν ἔρωτα ὃν ἐτύγχανον ἐρῶν Ἀλκιβιάδου οὐδὲν διάφορον τῶν Βακχῶν ἐπεπόνθειν. καὶ γὰρ αἱ Βάκχαι ἐπειδὰν ἔνθεοι γένωνται, ὅθεν οἱ ἄλλοι ἐκ τῶν φρεάτων οὐδὲ ὕδωρ

δύνανται ὑδρεύεσθαι, ἐκεῖναι μέλι καὶ γάλα ἀρύονται. καὶ δὴ καὶ ἐγὼ οὐδὲν μάθημα ἐπιστάμενος ὃ διδάξας ἄνθρωπον ὠφελήσαιμʼ ἂν, ὅμως ᾤμην ξυνὼν ἂν ἐκείνῳ διὰ τὸ ἐρᾶν βελτίω ποιῆσαι. ἐνταῦθα τελευτᾷ τῶν διαλόγων οὐ διʼ αἰνιγμάτων, οὐδὲ ὑπονοίας, οὐδὲ τρόπον τινὰ ταὐτὰ λέγων ἡμῖν, ἀλλʼ ὥσπερ ἐξεπίτηδες εἰς τὴν χρείαν πεποιηκώς. εἰ τοίνυν ὄνειροι μὲν τὰς Ἀσκληπιοῦ συμμορίας τῆς τῶν ἰατρῶν τέχνης ἀπαλλάττουσι, Βάκχαι δὲ αἱ Διονύσου καὶ τὰ τῶν Νυμφῶν δῶρα μεταβάλλουσιν ἡνίκʼ ἂν ἔνθεοι γένωνται, τί τῶν αἰσχρῶν ἢ τί τῶν ἔξω τῆς φύσεως καὶ τοὺς ἐν τοῖς λόγοις ἐνθέους παραδέχεσθαι καὶ νομίζειν εἰς προστάτας ἔχειν ἀνενεγκεῖν τούς γέ που κρείττονας; καὶ μὴν οὐδὲ τοῦτʼ ἔστʼ εἰπεῖν ὡς ἄρʼ ὁ μάρτυς οὐδενὸς ἄξιος, ἢ πόρρω τῶν πραγμάτων, ἢ καταφεύγομεν εἰς ὄνομα αὐτὸ δὴ τοῦτο. ἀλλʼ εἴ γέ τινας ὥσπερ παῖδας οὕτως καὶ ἑταίρους χρὴ λέγειν γνησίους, γνήσιον Αἰσχίνην Σωκράτους παρειλήφαμεν. μαρτυρεῖ δὲ καὶ ἡ ψευδὴς ἐνίων δόξα τῶν αὐτοῦ Σωκράτους εἶναι τὰ γράμματα ταῦτα ὑπειληφότων· οἷς εἰ μὴ τὸ ὅλον πιστεύειν ἄξιον, ὥσπερ ἐγὼ πρῶτος οὐκ ἂν φαίην, ἀλλʼ οὖν οὐκ ἐπὶ πάσης γε τῆς ἀλογίας ἡ πλάνη συμβέβηκεν, ἀλλʼ οὕτω σφόδρα ταῦτʼ