Orationes 45
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
μᾶλλον θαυμασθῆναι παρὰ τοὺς λόγους. Πίνδαρος δὲ τοσαύτην ὑπερβολὴν ἐποιήσατο ὥστε ἐν Διὸς γάμῳ καὶ τοὺς θεοὺς αὐτούς φησιν ἐρομένου τοῦ Διὸς εἴ του δέοιντο αἰτῆσαι ποιήσασθαί τινας αὑτῷ θεοὺς, οἵτινες τὰ μεγάλα ταῦτʼ ἔργα καὶ πᾶσάν γε δὴ τὴν ἐκείνου κατασκευὴν κατακοσμήσουσι λόγοις καὶ μουσικῇ. καὶ ταῦτα οὐ ποιηταὶ μόνοι, ἀλλὰ καὶ πάντες ἄνθρωποι προσομολογοῦσιν· ὡς τὰ μὲν ἄλλα ἢ ψυχαγωγίαν ἢ χρείαν ὡς ἐπὶ πλεῖστον εἰπεῖν ἔχει, μόνον δὲ τοῦτο μάλιστά γε ἄμφω πληροῖ καὶ
μετὰ τῶν ὠφελειῶν τὴν χάριν θαυμαστὴν ἔχει, ὥστε καὶ ὅταν εἰς πολέμους ἀλλήλοις ἔλθωσιν ἅνθρωποι, τοὺς παρὰ τῶν αὐτοχείρων πρέσβεις ἀφικνουμένους δέχονται καὶ ἀποπέμπουσιν, ἐνθυμούμενοι τὸ τῶν ῥητόρων φῦλον, ὑπεξαιρούμενοι τὴν τοῦ λόγου φύσιν, αἰδούμενοι ὅτι ἐξ ἀρχῆς ἐπὶ σωτηρίᾳ καὶ κοινῇ χρείᾳ τοῦ γένους εἰσῆλθε. καὶ ἡ μὲν ἐν τοῖς ὅπλοις ἕξις ἄχρηστος ἐπʼ εἰρήνης, ἡ δʼ ἐν τοῖς λόγοις δύναμις ἐν τοῖς πολέμοις οὐκ ἄτιμος, ἀλλὰ καὶ πολίταις χρήσιμος καὶ πολεμίοις αἰδέσιμος, καὶ τῶν ὅπλων πολλάκις ἐν τῷ τῶν ὅπλων καιρῷ περιγίγνεται. δοκοῦσι δʼ ἔμοιγε καὶ τὸν Ἑρμῆν οἱ ποιηταὶ τὸν τῆς σοφίας ταύτης ἡγεμόνα καὶ προστάτην τούτου χάριν τῷ κοινῷ τῶν θεῶν μόνον καλεῖν ὀνόματι. κοινῇ μὲν γὰρ ἅπαντας δωτῆρας ἐάων ὀνομάζουσιν, ἰδίᾳ δʼ οὕτως μόνον τοῦτον· καὶ ἀκάκητά γε καὶ ἐριούνιον, ὅτι κακὸν μὲν οὐδὲν ἡ παρʼ αὐτοῦ δωρεὰ, ἀγαθὰ δʼ ἑξῆς ἅπαντα πορίζει τοῖς ἀνθρώποις, ἐν πολέμοις, ἐν εἰρήνῃ, ἐν γῇ, ἐν θαλάττῃ, ἐν δυσκολίαις, ἐν εὐφροσύναις πανταχοῦ. δοκεῖν δʼ ἔμοιγε καὶ τὸ τῶν δαιμόνων γένος, εἰ δεῖ Πλάτωνι πιστεύειν, διαγγέλλον τε τοῖς θεοῖς τὰ παρʼ ἀνθρώπων καὶ ἀνθρώποις τὰ παρὰ θεῶν ταύτῃ κεχρῆσθαι φημί. ὥστε καὶ σύνδεσμον τὴν ῥητορικὴν τοῦ παντὸς ὀρθῶς ἂν καὶ κατὰ τοῦτο εἴποι τις.μέγιστον δὲ καὶ τοῦτʼ ἔστιν εἰπεῖν ὑπὲρ ταύτης τῆς δυνάμεως, ὅτι οὐδὲν ὁμοῦ τοῖς τε πολλοῖς οὕτω κοινόν ἐστι καὶ τοσοῦτον αὖ τὴν τῶν πολλῶν ἕξιν καὶ φύσιν ἐκπέφευγεν· ἀεὶ δὲ ὂν ὡς εἰπεῖν ἐν ἀνθρώποις χαλεπώτατα εὑρίσκεται τό γε παντελές. ὥσπερ γὰρ οἱ λέοντες καὶ ὅσα ἐντιμότερα τῶν ζωῶν σπανιώτερα τῶν ἄλλων ἐστὶ τῇ φύσει, οὕτω καὶ κατʼ ἀνθρώπους οὐδὲν οὕτω σπάνιον ὅσον ἄξιον προσειπεῖν ῥήτορα· εἷς δὲ ἀγαπητῶς καὶ δεύτερος ὥσπερ ὁ Ἰνδικὸς ὄρνις ἐν Αἰγυπτίοις ἡλίου περιόδοις φύεται. οἱ δὲ πολλοὶ μορίοις τισὶ τῆς τέχνης περιτυχόντες Ὁμήρου δέονται προσαγορεύοντος αὐτοὺς, ὥσπερ ἐκεῖνος
ἔσκεν ὑφηνίοχος φησὶ καὶ πάλιν Ποσειδῶνος ὑποδμώς. τὸ μὲν ἀρχή που, τὸ δὲ ἀκροτελεύτιον ἔπους ἐστίν. οὕτω πολλοῦ δέουσι κατὰ Μίθαικον καὶ Θεαρίωνα οἱ τῷ ὄντι ῥήτορες εἶναι τὴν φύσιν. καὶ ὅσα τοίνυν εἴδη λόγων ἕτερα, ἵνα μηδὲ τοῦτο παρέλθωμεν, ταυτὸν πέπονθα πρὸς τοὺς τῆς ῥητορικῆς λόγους ὅ τί περ τὰ πέμματα πρὸς τὰ τῷ ὄντι σιτία καὶ κρέα. ὥστε καὶ τῶν περὶ ἕκαστα οὗτοι μάλιστα εὐδοκιμοῦσιν οἵτινες ἂν πλεῖστον ῥητορικῆς εἰσενέγκωνται, καὶ τούτων αὐτῶν μάλιστα ὃς ἂν ἐγγύτατα ἥκῃ ῥητορικῆς. Ὅμηρος καὶ τῶν Ὁμήρου ταῦτα, Σοφοκλῆς καὶ τῶν Σοφοκλέους ταῦτα. Πλάτων δὲ αὐτὸς ἡμῖν τί φησιν; ἡμεῖς μὲν γὰρ αὐτὸν οὐκ ἀγνοοῦμεν, ἀλλʼ ἐν τῷ καλλίστῳ τοῦ χοροῦ τάττειν ἕτοιμοι. τί δῆτα αὐτή γε καθʼ ἑαυτὴν ἡ ῥητορικὴ καὶ ὁ ῥήτωρ; ἐγὼ μὲν γὰρ οὐκ ἀποκνήσαιμʼ ἂν φάναι τοῦτον ἄριστον εἶναι περὶ λόγους ὅστις ἀνὴρἄριστος. εἰ τοίνυν τις καὶ τοιοῦτος ἐγγένοιτο οἷος ῥητορικὴν ἔχων εἰς μὲν δήμους ῥᾳδίως μὴ εἰσιέναι, μηδὲ περὶ πολιτείας ἀμφισβητεῖν ὁρῶν ἑτέρως ἔχοντα τὰ πράγματα, καὶ ταῦτα οὐκ ἐν ὑστάτοις ὢν δόξης ἕνεκα καὶ τιμῶν καὶ τῶν ἐπικαίρων φιλοτιμιῶν, αὐτὸς δὲ ἐφʼ ἑαυτοῦ τοῖς λόγοις χρῷτο, τὴν αὐτῶν φύσιν καὶ τὸ ἐν αὐτοῖς καλὸν τετιμηκὼς, καὶ θεὸν ἡγεμόνα καὶ προστάτην ἐπιγραψάμενος τοῦ τε βίου καὶ τῶν λόγων, οὐδὲ τούτῳ χαλεπὸν πρὸς Πλάτωνα ἀντειπεῖν, ἀλλʼ οὗτος ἂν καὶ πολὺ καλλίστων καὶ δικαιοτάτων εὐπορήσειε λόγων, ὅτι, ὦ θαυμάσιε, ἐγὼ ταύτην τὴν δύναμιν ἐξ ἀρχῆς ἐτίμησα καὶ περὶ πλείστου πάντων κερδῶν καὶ πραγμάτων ἐποιησάμην, οὐχ ἵνα τὸν δῆμον κολακεύω οὐδʼ ἵνα τῶν πολλῶν στοχάζωμαι οὐδὲ ἀργυρίου χάριν, ἀλλὰ καὶ ὅστις πρὸς τοῦτο ὁρᾷ καὶ τῶν διδόντων ἐστὶ, μισθωτὸν καλῶ τοῦτον, οὐ ῥήτορα, καὶ πολλοῖς ἑτέροις φημὶ λελοιπέναι τόπον ἀμφισβητεῖν εὐδαιμονίας, εἰ ταύτῃ σεμνύνεται, ἀλλʼ ὑπʼ αὐτῶν τῶν λόγων ἀχθεὶς καὶ νομίσας εἶναι πρέπον ἀνθρώπῳ κτῆμα λόγους καλοὺς, οὕτως ἐργάζομαι κατὰ δύναμιν τὴν ἐμαυτοῦ. τί οὖν μοι προφέρεις κολακείαν, ὃς τοσοῦτον ἀπέχω τοῦ κολακεύειν ὥστε οὐδʼ ὅπως ἐμὲ ἕτεροι κολακεύσουσι σκοπῶ; οὐδὲ εἰ μὴ θαυμασθήσομαι παρὰ τοῖς πολλοῖς, οὐδέν μοι διαφέρει, ἀλλʼ ὥσπερ ὁ φίλοινος οὐχ ἡγεῖται ζημίαν, εἰ μηδεὶς αὐτῷ πίνοντι συνείσεται, καὶ ὁ παιδεραστὴς καὶ ὁ φιλογύνης οὐ πρὸς τὴν ἑτέρων μαρτυρίαν τὴν ἐπιθυμίαν
μετέρχονται, ἀλλὰ στέργουσιν ἂν ἔχωσιν οἷς χαίρουσιν, οὕτω καὶ ἐγὼ λόγοις συνὼν καὶ τούτοις ἀνθʼ ἑτέρων χρώμενος τέρπομαι τὴν πρέπουσαν ἴσως μᾶλλον ἐλευθέρῳ τέρψιν καὶ ἡδονήν· ὥστε μηδʼ ἂν τῶν γειτόνων μοι συνειδῇ μηδεὶς, οὐ τίθεμαι βλάβος. σὺ μὴν καὶ τὸν ἔχοντατὴν ἰατρικὴν ἐπιστήμην ἰατρὸν καλεῖς, κἂν μὴ δημοσιεύῃ τὴν τέχνην, καὶ πολιτικόν γε τὸν ταύτην τὴν ἐπιστήμην ἔχοντα, κἂν τὰ αὑτοῦ πράττων ** τοιοῦτον εἶναι. διὰ ταῦτα οὐκ ἐγχωρεῖ φῆσαι σοί γε μᾶλλον ἢ ἐμοὶ κολακείαν γε ἐπιτηδεύειν οὕτω διακείμενον πῶς ἔνεστιν εἰπεῖν, ἢ πῶς τῶν αἰσχρῶν τινος εἶναι προστάτην, ὃν εἰ μηδὲ διʼ ἕτερον, διʼ αὐτά γε ταῦτα ἃ τιμᾷ καὶ διώκει πλεῖστον ἀνάγκη πάντων τῶν αἰσχρῶν ἀπηλλάχθαι. ἀγαπητὸν γὰρ, εἰ πάντα τἄλλα παριδών τις καὶ πόρρω θέμενος καὶ ταύτην μίαν ἡδονὴν προστησάμενος, μηδεμιᾷ δὲ ἑτέρᾳ δουλεύσας, εἶτα δύναιτο ταύτης σὺν θεῷ βοηθῷ κατατυχεῖν. ὃ γὰρ περὶ τῶν ναυτικῶν ἔφη Θουκυδίδης, περὶ ῥητορικῆς ὅδε φήσει καὶ λόγων πολὺ μᾶλλον εἰπεῖν ἁρμόττειν,
ὅτι οὐκ ἔστιν ὡς ἂν τύχῃ ταῦτα ἐκ παρέργου μελετᾶν, ἀλλὰ μᾶλλον μηδὲν τούτοις πάρεργον ἄλλο τι γίγνεσθαι. οὐ μόνον δὴ κολακείας αὐτὸν ἐφʼ αὑτοῦ καθαρεύειν ἀνάγκη καὶ μηδʼ ὁτιοῦν ἔχειν κίβδηλον τῇ ψυχῇ, ἀλλὰ καὶ πόρρω κολάκων ἁπάντων εἶναι καὶ πασῶν αἰσχρῶν συνόδων τε καὶ ὁμιλιῶν. τί οὖν οὐ ποιεῖς, ὦ βέλτιστʼ, ἐρεῖ, παλινῳδίαν, εἴ τί σοι μέλει τῆς ἀληθείας; οὐκοῦν καὶ κατὰ τοὺς ἐξ ἀρχῆς λόγους καὶ κατὰ τοὺς δευτέρους τούτους καὶ ὅποι στρέφοι τις ἂν καλὸν καὶ γενναῖον κτῆμα καὶ ἔργον ἀνδρὸς ἡ ῥητορικὴ καὶ φιλοτιμίαν δικαίαν ἔχον καὶ τῷ κεκτημένῳ καὶ ὅσοι τούτῳ χρῶνται, καὶ οὐ μόνον παρὰ ἀνθρώποις, ἀλλὰ καὶ παρὰ θεοῖς πλείστης ὤρας καὶ τιμῆς ἐξ ἀρχῆς τε τυχὸν καὶ διὰ παντὸς δικαίως τυγχάνον.λοιπὸν ἕν μοι δεῖξαι, ὅτι καὶ Πλάτων αὐτὸς ταὐτὰ ἐμοὶ περὶ ῥητορικῆς φθέγγεται. λέγει γὰρ ἐν μὲν τῷ Πολιτικῷ δή που λόγῳ ταυτὶ κατὰ ταυτὸν τοίνυν ἔοικε καὶ νῦν ἡμῖν τὰ μὲν ἕτερα καὶ ὁπόσα ἀλλότρια καὶ τὰ μὴ φίλα πολιτικῆς ἐπιστήμης ἀποκεχωρίσθαι, λείπεσθαι δὲ
τὰ τίμια καὶ ξυγγενῆ. τούτων δέ ἐστι δή που στρατηγία καὶ δικαστικὴ καὶ ὅση βασιλικῇ κοινωνοῦσα ῥητορεία πείθουσα τὸ δίκαιον συγκυβερνᾷ τὰς ἐν ταῖς πόλεσι πράξεις. ἃ μικρῷ πρόσθεν ἡμῖν Ἡσίοδος λέγων ἐφαίνετο, ταῦτα ἄντικρυς καὶ σχεδὸν τὸ μέτρον λύσας ἐν τούτοις Πλάτων ὁμολογεῖ, κοινωνὸν τῆς βασιλικῆς τὴν ῥητορικὴν ἀποφαίνων ὑπὲρ τοῦ δικαίου. ἐν δὲ τῇ Σωκράτους
ἀπολογίᾳ ταυτὶ πάλιν αὖ λέγει δικαστοῦ μὲν γὰρ αὕτη ἀρετὴ, ῥήτορος δὲ τἀληθῆ λέγειν. εἰπὲ δή μοι πρὸς θεῶν, εἴτε Πλάτων εἴτε ἄλλος τις ὑπὲρ ἐκείνου βούλεται, ἔσθʼ ὅ τι ἀλλοτριώτερόν ἐστι τῷ κόλακι ἢ τἀληθῆ λέγειν; τί δαί; τῷ τἀληθῆ λέγοντι ἄλλο τι τοῦ κόλακος ἐχθρότερον; καὶ μὴν αὐτό γε τοῦτʼ ἐστὶν ἡ κολακεία, μὴ τἀληθῆ λέγειν· οὐκοῦν ἡ παλινῳδία καὶ δὴ φανερά. ἣν γὰρ ἐνταῦθα εἶναι κολακείαν φησὶν, ἐκεῖ μὴ κολακείαν εἶναι, ἀλλὰ τοῦ τἀληθῆ λέγειν προεστάναι σαφῶς οὑτωσὶ διορίζεται. ταὐτὰ ἄρα Πλάτωνι νῦν ἡμεῖς λέγομεν περὶ ῥητορικῆς, δοκοῦντες ἐναντία. ἐὰν τοίνυν ἔτι τούτων ἐγγυτέρω προσαγάγω τὸν λόγον, ἦ που τρυφή τις ἂν εἴη τῆς ἀποδείξεως καὶ οὔτε ἔννοιαν οὔτε ἐλπίδα ἐλέγχων ἰσχυροτέρων οὐδʼ ἂν εἷς ἔτι δή που λάβοι. οὐ γὰρ μόνον αὐτὸς Πλάτων, ἀλλὰ καὶ ἐν αὐτοῖς τούτοις τοῖς λόγοις τῷ παραδόξῳ δὴ συγγράμματι διαρρήδην ὁμολογεῖ τῇ ῥητορικῇ τὰ κάλλιστα εἶναι πράττειν, καὶ μὴ τὴν αὐτὴν χώραν ἔχειν αὐτὴν τῶν αἰσχρῶν μηδενὶ, προσθεὶς ἐπὶ τελευτῆς τὸ βραχὺ τοῦτο καὶ εὐμνημόνευτον καὶ τῇ ῥητορικῇ οὕτω χρηστέον ἐπὶ τὸ δίκαιον ἀεί. εἶεν ὦ γενναῖος, ἔστιν ὅπου ἐγχωρεῖ κολακείᾳ χρῆσθαι πρὸς τὸ δίκαιον ἀεί; οὐκ ἔστιν οὐδέποτε. καὶ μὴν ὑπὲρ καλοῦ χρώμενοι τῇ ῥητορικῇ, καλὸν ἄν τι πράττοιμεν ὑπʼ αὐτῆς. οὐκοῦν καλὸν ἡ ῥητορικὴ μετὰ τοῦ δικαίου γιγνομένη. καὶ μὴν κολακεία γε σαφῶς αἰσχρὸν