Orationes 45

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

ἀεί. οὐκοῦν οὗτος ἐκεῖνος Πλάτων ὁ τοῦ Ἀρίστωνός ἐστιν, ὁ φάσκων μὴ κολακείαν εἶναι τὴν ῥητορικὴν, μηδὲ τῆς αὐτῆς ἔχεσθαι φύσεως. παραλείπω δὲ νᾶμά τε κάλλιστον πάντων ναμάτων καὶ τοὺς ἐκ τοῦ σωφρονοῦντος στόματος

ἰόντας λόγους καὶ ὅσα τοιαῦτʼ ἄλλα ἄλλοθι ῥητορικὴν εἴρηκεν ἐπικοσμῶν.

εἰ δέ τις ἡμῖν περὶ Πλάτωνος ὑπολάβοι ὅτι οὐ ταύτην κακῶς εἴρηκε τὴν ῥητορικὴν ὑπὲρ ἧς νῦν ἡμεῖς τοὺς λόγους ποιούμεθα, ἀλλὰ δύο οὐσῶν τὴν ἑτέραν κακίζει, πρῶτον μὲν οὐδὲν μᾶλλον τά γε ἡμῖν εἰρημένα φαύλως ἔχοντα ἐλέγχεται, ἀλλὰ καὶ αὐτὸ τοῦτο καλῶς καὶ προσηκόντως ἅπαντα ταῦτα ἠνύσθαι μαρτυρεῖ. ὥσπερ γὰρ ἐκεῖνος τὴν φαύλην δικαίως ψέγει, τί κωλύει τήν γε ἐναντίαν ἡμᾶς ἐπαινοῦντας ὀρθῶς ποιεῖν; ἔπειτα οὐκ ἀναιρεῖ τοὺς παρʼ ἡμῶν ἐλέγχους ἡ παραίτησις αὕτη, ἀλλὰ καὶ οὕτως ἐναντία φαίνοιτʼ ἂν εἰρηκὼς αὐτὸς ἑαυτῷ, εἰ διττὴν εἶναι τὴν ῥητορικὴν ἀξιῶν, εἶθʼ ὡς μιᾶς καὶ ἁπλῆς τινος οὕτως τὴν κατηγορίαν πεποίηται. δῆλον γὰρ ὅτι εἰ τοῦτʼ ἐστὶν ἀληθὲς, τὴν μὲν φαυλίζειν, τὴν δὲ ἐπαινεῖν αὐτῷ προσῆκε διελομένῳ, ὥσπερ ἐν τοῖς περὶ ἔρωτος λόγοις φαίνεται πεποιηκὼς, καὶ πολύ γε μειζόνων εὐφημιῶν τὸν χρηστὸν ἠξιωκὼς ἢ οἵων τὸν ἕτερον βλασφημιῶν. θαυμάζω δʼ ἔγωγε τί ἄν ποτʼ ἐποίησε, μόνην ταύτην εἰδὼς οὖσαν ῥητορικὴν περὶ ἧς ταῦτα διεξέρχεται, ὁπότε οὐσῶν, ὡς ἂν φαίη, δυοῖν καὶ τοσοῦτον διαφερουσῶν τοσαύτην φαίνεται σπουδὴν πεποιημένος τοῦ καθάπαξ κακῶς εἰπεῖν. τί γὰρ μᾶλλον φαῦλον ἡ ῥητορικὴ ἢ χρηστὸν, εἴπερ ἐστὶ διττόν; οὐκοῦν οὐκ εἰς τὰς ἴσας λαβὰς ἥκομεν, ἀλλὰ τὸ τῶν

ἴσων κατʼ ἐκείνου γίγνεται. ἔπειτα τί κωλύει κἀμὲ τῶν αὐτῶν τούτων λόγων ἐχόμενον φάσκειν ὅτι καὶ ἡ

διαλεκτικὴ διττὴ καὶ οὐχὶ μία ἐστὶν ἁπλῶς, ἀλλʼ ἡ μὲν οἵα παρακρούεσθαι καὶ ἐξαπατᾶν καὶ χρόνους τρίβειν καὶ εἰς ὑγιὲς οὐδὲν πάντη τὴν γλῶτταν ἄγουσα, ψυχρά τις καὶ ἀγεννὴς καὶ κακοῦργος καὶ ἀπατηλὴ καὶ ἀνελεύθερος, ἡ δὲ οἵα χαρίεντας παρέχεσθαι καὶ δεξιούς; καὶ δὴ καὶ φαίη τις ἂν εἴτʼ οὖν ὀρθῶς εἴτε μὴ ὅτι καὶ μέρος εἶναι κινδυνεύει τῆς ῥητορικῆς ἡ διαλεκτικὴ, ὥσπερ τὰ ἐρωτήματα τοῦ λόγου παντός. ἀλλʼ ἔστω ταῦτα χωρίς. ὁ δʼ οὖν αὐτὸς λόγος καὶ περὶ πάσης φιλοσοφίας, καὶ περί γε τῶν τῆς ἀρετῆς μερῶν, εἴ τις βούλοιτο διαιρούμενος πρῶτον μὲν σοφίας δύο προσαγορεύειν, τὴν μὲν ᾗ τὰ βέλτιστα συνίεμεν, τὴν δʼ ἑτέραν ᾗ κακουργοῦσιν, ἔπειτα σωφροσύνην διπλῆν, τὴν μὲν σπουδῆς ἀξίαν καὶ πολιτικὴν, τὴν δὲ νωθρῶν τε καὶ ὑπτίων, ἔτι δʼ αὖ δικαιοσύνην ὀρθὴν καὶ ἑτέραν ταπεινὴν, καὶ διπλῆν ἀνδρείαν, τὴν μὲν σὺν νῷ καὶ φρεσὶ, τὴν δὲ ἀπόνοιαν καὶ μανίαν οὖσαν. ἀλλʼ οἶμαι πάντα ταῦτα τῶν φυρόντων ἐστὶ τὰ ὀνόματα, καὶ διῄρηται σοφία καὶ κακουργία, σωφροσύνη καὶ βλακεία, δικαιοσύνη τε καὶ εὐήθεια, ἀνδρεία καὶ θρασύτης, οὐδέτερον δέ γε οὔτε καλὸν οὔτε προσῆκον, οὔτε τὰς κακίας ὑποκορίζεσθαι τῷ τῆς ἀρετῆς ὀνόματι οὔτε τὰς ἀρετὰς

φαυλίζειν τὰ τῆς κακίας ἑκάστῃ παρατιθέντα. οὕτω τοίνυν καὶ ῥητορικὴν κατὰ τοὺς ὀρθῶς μεταχειριζομένους καὶ τῷ ὄντι τυγχάνοντας αὐτῆς, ἀλλʼ οὐ κατὰ τοὺς πρόσχημα ποιησαμένους τῆς ἑαυτῶν πλεονεξίας ἢ φαυλότητος ἐξετάζειν εἰκὸς, κατʼ αὐτόν γε τὸν τοῦ πράγματος λόγον, εἰ καὶ μηδεὶς τετύχηκε, καὶ διαιρεῖν συκοφαντίαν καὶ κολακείαν ἀπὸ τῆς ῥητορικῆς, ὥσπερ δὴ καὶ μαγγανείαν καὶ

τερατείαν ἀπὸ πάσης φιλοσοφίας. οὐκοῦν κολακείας, οὐ ῥητορικῆς, Πλάτων ἐν τούτοις κατηγόρηκε, καὶ συκοφαντίας, οὐ ῥητορικῆς. οὔτʼ οὖν εἰ τὴν τῷ ὄντι ῥητορικὴν κακῶς εἴρηκεν οὔτʼ εἰ τὴν δοκοῦσαν, ἔστι τοῦτο πρὸς λόγον, ὡς ὀρθῶς ῥητορικήν γε εἰρήκει καλῶς, εἴπερ ἔσθʼ ἕτερον τὴν δοκοῦσαν εἶναι ῥητορικὴν κακῶς εἰπεῖν. μὴ γὰρ εἶναι τὸ τοιοῦτον ῥητορικὴν, οὐκ αἰσχρὸν εἶναι ῥητορικὴν χρῆν αὐτὸν λέγειν, ὥσπερ ἐκεῖνό πού φησιν αὐτὸς, ὅτι εἰ μὲν θεῶν παῖδες, οὐ φιλοχρήματοι· εἰ δὲ φιλοχρήματοι, οὐ θεῶν παῖδες. ἀμφότερα δὲ οὐκ ἔδει λέγειν. οὐκοῦν οὐδὲ ἐνταῦθα ἀμφότερα ἐᾶν ὁ λόγος φαίνεται· ἐπεὶ καὶ αὐτὸ

τοῦτο ὑπὲρ αὐτοῦ Πλάτωνος ἡμεῖς νῦν ποιοῦμεν. εἰ γὰρ ὅτι μάλιστα οὕτω διενοεῖτο, ὥσπερ ἔγωγε οὐκ ἀντιλέγω, ἀλλʼ ὑπεξήρηται τὴν καθαρὰν καὶ τῷ ὄντι ῥητορικὴν, ἄξιον μὴ παρακρουσθῆναι μηδὲ ἀγνοῆσαι τοῦτο αὐτὸ τοὺς πολλοὺς, μηδὲ ὡς ψήφῳ καθαρᾷ προσέχοντας θᾶττον ἢ συμφέρει βουλεύσασθαι περὶ τῶν τηλικούτων. περὶ τοίνυν αὐτοῦ πάλιν τοῦ μέρους αὐτὸς ὡδὶ μαρτυρεῖ οὐκ οἶσθα ὅτι ἐπὶ παντὶ ἐπιτηδεύματι οἱ μὲν πολλοὶ φαῦλοι καὶ οὐδενὸς ἄξιοι, οἱ δὲ σπουδαῖοι ὀλίγοι καὶ παντὸς ἄξιοι; ἐπεὶ γυμναστικὴ οὐ καλόν σοι δοκεῖ εἶναι καὶ χρηματιστικὴ καὶ ῥητορικὴ καὶ στρατηγία; ἔμοιγε πάντως δή που. τί οὖν; ἐν ἑκάστῳ τούτων τοὺς πολλοὺς πρὸς ἕκαστον τὸ ἔργον οὐ καταγελάστους ὁρᾷς; νὴ τὸν Δία καὶ μάλα ἀληθῆ λέγεις. τί οὖν τούτου ἕνεκα αὐτός τε φεύξει πάντα τὰ ἐπιτηδεύματα καὶ τῷ υἱεῖ οὐκ ἐπιτρέψεις; οὐκοῦν χρὴ, ὦ Πλάτων, οὐδὲ τὴν ῥητορικὴν ἀπὸ τῶν φαύλως μεταχειριζομένων κρίνειν, ἀλλʼ ἀπὸ τῶν ὡς ἄριστα προϊσταμένων, ἢ γελοῖόν γε ἂν εἴη, μᾶλλον δὲ ὑπερφυὲς, εἰ διʼ ὧν παραδειγμάτων οὐκ ἀξιοῖς φιλοσοφίαν φαῦλον ἡγεῖσθαι,

ταῦτα οὐκ ἀρκέσει ῥητορικῇ, καὶ ταῦτα ἐν αὐτοῖς οὔσῃ τοῖς παραδείγμασιν, ἃ μηδὲ κρίνειν πονηρὰ ὁμολογεῖς. εἶεν. τίνες οἱ τυγχάνοντες αὐτῆς ὀρθῶς, καὶ τοῦτο ἐκ τῶν Πλάτωνος δείξομεν. τὸ μὲν δύνασθαι, ὦ Φαῖδρε, ὥστε

ἀγωνιστὴν τέλεον γενέσθαι εἰκὸς, ἴσως δὲ καὶ ἀναγκαῖον, ἔχειν ὥσπερ τὰ ἄλλα· εἰ μέν σοι ὑπάρχει φύσει ῥητορικῷ εἶναι, ἔσει ῥήτωρ ἐλλόγιμος, προσλαβὼν ἐπιστήμην καὶ μελέτην· ὅτου δʼ ἂν ἐλλείπῃς τούτων, ταύτῃ ἀτελὴς ἔσει· ὅσον δʼ αὐτοῦ τέχνη—ἀλλʼ ἐῶ τό γε ἐφεξῆς.

εἰ τοίνυν δεῖ τὸν μέλλοντα ἔσεσθαι ῥητορικὸν φύσιν καὶ τέχνην καὶ μελέτην ὁμοῦ κτήσασθαι, δῆλον ὅτι ὁ ἐκπεπτωκὼς τῆς τέχνης καὶ τῆς φύσεως τῆς βελτίστης ἀτελής ἐστι ταύτῃ. πῶς οὖν τοῦτο δεῖ ῥητορικῇ προστιθέναι; εἴπερ ὁ μὲν μὴ πάντα παρασχόμενος παρὰ τὴν ἔνδειαν ἀτελής ἐστι, τὰ δὲ ἐπιτηδεύματα ἐκ τῶν κατορθούντων, οὐκ ἐκ τῶν ἀποτυχόντων κρίνεται. ὃ δὲ δὴ μὴ μόνον τέχνης, ἀλλὰ καὶ φύσεως καὶ μελέτης δεῖται, πῶς τοῦτο ἔνεστι μηδεμίαν εἶναι τέχνην φάσκειν, ἢ πῶς τὸν ἐλλείποντα ὅτου δὴ μέρους ἀτελῆ κατὰ τοῦτο δίκαιον λέγειν, τούτου ὅστις ἂν διὰ πάντων τύχῃ, κολακείαν ἔνι φῆσαι μετέρχεσθαι; πανταχῆ δὲ καὶ διὰ πάντων ἡμῖν ἐκπίπτουσιν αἱ ψῆφοι. πρῶτος δὲ Πλάτων αὐτὸς ψηφίζεται καὶ μέσος φασὶ καὶ τελευταῖος· καὶ κινδυνεύω δοκῶν ἀντιλέγειν Πλάτωνι παντὸς μᾶλλον συναγορεύειν. εἰ δὲ δεῖ τι καὶ παῖξαι, δοκῶ μοι κατὰ τοὺς κωμῳδιοποιοὺς ὥσπερ ἀποδιδράσκοντα αὐτὸν ἕλξειν εἰς τοὺς ῥήτορας ὅ τι μαθὼν καλλωπίζεται.

εἰ δέ τινες καὶ ἄλλοι παραβοῶντες ῥητορικὴν ψέγουσι, μᾶλλον δὲ τονθορύζοντες ἐκ τοῦ ψόφου τοξεύοντες κατὰ Ἀλκαῖον, ὧν οὐδὲ τὰ ὀνόματα ἀγαγεῖν ῥᾴδιον εἰς λόγον,

οὐχ οἷς καλοῦνταί φημι, πλὴν εἴ τις καὶ τοῦτο προστίθησιν, ἀλλʼ οἷς γε χρώμενοι ταῦτα σοφίζονται, τοσοῦτόν μοι πρὸς τούτους ἀποκεκρίσθω, ὅτι ῥητορικῇ παρὰ πόδας διδόασι τὴν δίκην. πρὸς δὲ Πλάτωνα τὸν τῶν ῥητόρων πατέρα καὶ διδάσκαλον ἀναγκαῖον ἦν ὥσπερ φιλοτησίαν προλαβόντα ἀντιπληρώσασθαι. δέχοιτο δὲ γενναίως, ὅτι καὶ προὔπιεν· ἐπεὶ καὶ τὸν βαλόντα μὴ δεῖ ἐκφυγεῖν. παρὰ δὲ τῶν ἄλλων ἡμῖν συγγνώμη δικαίως ἂν εἴη, τοὺς λογίους θεοὺς εἰ Πλάτωνος τοῦ καλοῦ περὶ πλείονος ποιούμεθα. ἐξαιρεῖται δὲ ἡμᾶς αἰτίας καὶ ὁ πάντα ἄριστος Ἀσκληπιὸς, ψῆφον οὐκ ἄτιμον οὐδὲ αὐτὸς διδοὺς, τὰ μὲν ἐν μέτροις, τὰ δὲ οὑτωσὶ πεζῇ.