Orationes 42
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ἢ τί τοσοῦτόν ἐστι τὸ νικῶν τοὺς λογισμούς; οὐχ οἱ πρόγονοι μὲν ὑμῶν—καί μοι πρὸς Διὸς δοθήτω τι παρρησίας ἤδη· οὔκουν οἵ γε ἰατροὶ πάντα πρὸς ἡδονὴν ἰῶνται, ἀλλʼ ἀγαπητὸν, εἰ μὴ τὰ πλείω μετὰ ἀηδίας. φέρε δὴ καὶ τούτων βραχύ τι μνημονεύσωμεν, ἂν ἄρα ἀκούσαντες ὑφῆτε τοῦ φρονήματος ἀλλʼ ὁσονοῦν— ἐκεῖνοι τοίνυν ἠγάπων, εἴ τινʼ ἔχοιεν τὸν προεστῶτα ἑαυτῶν, καὶ διετέλουν ἐν τούτῳ τῷ σχήματι τοτὲ μὲν Ἀθηναίους εὐεργέτας νομίζοντες ἐλευθεροῦντας σφᾶς ἀπὸ τῶν
βαρβάρων, πάλιν δὲ Λακεδαιμονίους ἀπʼ Ἀθηναίων, αὖθις δʼ αὖ Φιλίππῳ καὶ Ἀλεξάνδρῳ διδόντες αὑτοὺς ἀσμένως, οὕτω σφόδρα ἀσχόλως εἶχον πρὸς τὸ πρωτεύειν. ἀλλὰ μὴν τά γε νυνὶ πράγματα καὶ τὸν καθεστηκότα ἀγαθῇ τύχῃ θεσμὸν τίς οὕτω παῖς ἐστιν ἢ πρεσβύτης ἔξω τοῦ φρονεῖν, ὅστις οὐκ οἶδεν ὡς μία μὲν πόλις ἡ πρώτη καὶ μεγίστη πᾶσαν ὑφʼ αὑτῇ τὴν γῆν ἔχει, εἷς δʼ οἶκος ἅπαντα ἐξηγεῖται, ἡγεμόνες δʼ ἡμῖν ἐκ νόμου φοιτῶσι καθʼ ἕκαστον ἔτος, τούτοις δʼ ἅπαντα ἐπιτέτραπται καὶ μείζω καὶ ἐλάττω πράττειν, ὅπη ποτʼ ἂν αὐτοῖς δοκῇ βέλτιστον εἶναι; τί οὖν μαθόντες εἰπέ μοι πράγματα ἡμῖν αὐτοῖς παρέχομεν καὶ ὀνειρώττομεν καὶ περὶ τῆς σκιᾶς μαχόμεθα καὶ παρὸν ἡμῖν τῆς ἡσυχίας ἀπολαύειν, ἣν οὗτοι καλῶς ποιοῦντες παρασκευάζουσι, τούτοις τε ἐνοχλοῦμεν οὐδὲν δεομένοις καὶ αὐτοὶ κακῶν ἐπισπάστων ἐπιθυμοῦμεν, ὥσπερ οὐκ ἔχοντες τοῖς ἀγαθοῖς ὅ τι χρησόμεθα; τίς γὰρ οὐκ ἂν ἀμφιγνοήσειε τὸν τρόπον, ὃν νῦν τοῖς ἡγεμόσι προσφερόμεθα; εὐνοϊκῶς μὲν γὰρ οἶμαι καὶ πιστῶς. τί δὲ οὔ; τίνες μὲν οὖν μᾶλλον ἡμῶν; ἀλλʼ ὁμιλοῦμέν γε αὐτοῖς οὐκ οἶδʼ ὅπως αὐθάδειαν τῇ κολακείᾳ κεραννύντες. ὁπόταν γὰρ πλείω μὲν ἕκαστοι θεραπεύειν αὐτοὺς ἀξιῶσιν ἢ ʼκεῖνοι δέονται, χρόνον δὲ τάττωσιν ὅσον χρὴ μένειν παρʼ ἑαυτοῖς, ἀπειλοῦντες ὡς, εἰ μὴ πείθοιντο, οὐκ ἀνέξοιντο, πάντα δʼ ὑπισχνῶνται καὶ ἑκοῦσι καὶ ἄκουσιν ὑπηρετήσειν, χρῆσθαι δʼ αὐτοῖς μόνοιςἢ μάλιστά γε προστάττωσι, κυρίους δὲ μὴ δεῖν οἴωνται
ποιεῖν ὅ τι γιγνώσκοιεν, τί τις εἶναι φῇ τὸ τοιοῦτον ἢ δυοῖν πραγμάτων ἀνομοίων κρᾶσιν, ἧς οὐκ ἄρξασθαι θαυμαστότερον ἢ μὴ βουλομένους παύσασθαι φανεροὺς γενέσθαι; ἄρχουσι μὲν γὰρ τῶν τοιούτων οἱ φαυλότατοι δή που, καταπαύουσι δʼ οἱ βέλτιστοι. ὥστʼ ἐκείνοις μὲν προσέχειν ἐθέλειν διὰ τέλους, ἡμῖν δὲ μηδʼ ὅσον τὸ μέρος νέμειν, πῶς οὐχ ἅπασα ἂν εἴη συμφορά; θαυμάζω δʼ ὅτι σεμνύνεσθε μὲν οὐχ ἥκιστα τοῖς ναοῖς καὶ τοῖς ἀγῶσιν, οὓς κοινοὺς νομίζετε, ὑπὲρ δὲ αὐτῶν τούτων διεστήκατε. καίτοι ὅταν οἷς ὡς κοινοῖς ἀγάλλεσθε, ὑπὲρ τούτων ἐρίζητε, ὑπὲρ τοῦ λοιπὸν ταὐτὰ φρονήσετε; ἐγὼ μὲν γὰρ οἶμαι τούτῳ τό τε κοινὸν καὶ τὸ ἴδιον κεχωρίσθαι καὶ τὸν τῶν σοφῶν λόγον τοῦτο βούλεσθαι, ὡς ἄρα χρὴ κοινὰ πάντʼ εἶναι τοῖς μέλλουσιν ὡς κάλλιστα πράξειν. οὗ μὲν γὰρ χωρίς τι ἕκαστος κέκτηται, καὶ τὸ συμφέρον χωρὶς ἑκάστου. ἐκ δὲ τούτου στάσεις καὶ μάχαι καὶ διαφοραί. τὸ γὰρ οὐ σὸν τοῦτο, ἀλλʼ ἐμὸν, ἄρχει πάσης τῆς φιλονεικίας. οὗ δʼ ἅπαντες κοινὰ τὰ ὄντα ἡγοῦνται, κοινὴν περὶ αὐτῶν καὶ τὴν γνώμην ἔχουσιν.ὑμεῖς τοίνυν ὥσπερ ἐλέγχους ταύτας κατὰ τῆς στάσεως τὰς ἐπωνυμίας ποιούμενοι κοινὰ μὲν τὰ βουλευτήρια, κοινοὺς δὲ τοὺς νεὼς καὶ τοὺς ἀγῶνας, κοινὰ δὲ πάνθʼ ὡς εἰπεῖν τὰ μέγιστα προσειρήκατε. καίτοι πῶς οὐκ ἀνάγκη θάτερα ἁμαρτάνειν; εἰ μὲν γὰρ ὀρθῶς ἐπὶ τούτοις φιλοτιμεῖσθε κοινοῖς οὖσι, πῶς οὐκ αἰσχύνεσθαι χρὴ διὰ ταῦτʼ ἐρίζοντας; εἰ δʼ οὐδέν ἐστιν αὐτῶν σεμνὸν, πῶς εἰκὸς μέγʼ ἐπʼ αὐτοῖς φρονεῖν; οἶμαι γὰρ εἰ μέχρι νῦν
τοῦθʼ ὑμᾶς ἐλελήθει καί τις ἐξευρὼν παρέδειξεν ὡς προσήκει τι τούτων καὶ τοῖς ἄλλοις, καὶ οὐ τῶν ἐχόντων ἐστὶ μόνον, ἀλλὰ πάντων κοινὰ ὥσπερ χρήματα, καὶ οὐκ ἔνεστʼ ἀποκλεῖσαι τοὺς ἄλλους τῆς ἐπʼ αὐτοῖς φιλοτιμίας, εἰκότως ἂν ἅπαντας παύσασθαι τῆς διαφορᾶς. τὸ δʼ