Orationes 42

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

αὐτοὺς εἰδότας, αὐτοὺς ὀνομάζοντας, φιλοτιμουμένους τῇ προσρήσει τὰς τῆς ὁμονοίας ἀφορμὰς εἰς τὴν στάσιν ἐκτρέπειν, καὶ ταῖς τῶν ὀνομάτων εὐφημίαις εἰς δυσχέρειαν τῶν πραγμάτων καταχρῆσθαι, καὶ νοσεῖν ἐκ τούτων ἐξ ὧν εἰκὸς ἦν ἀπαλλάττεσθαι τίς οὐκ ἂν φαίη παραπλήσιον εἶναι ὥσπερ ἂν εἴ τινες ἐκ τῶν φαρμάκων τῶν πρὸς σωτηρίαν παρεσκευασμένων μὴ ὅτι βέλτιον ἀπαλλάττοιεν, ἀλλὰ καὶ διαφθείροιντο; μηδαμῶς, ὦ χρηστοί. τῷ μὲν γὰρ αὔξειν ἐθέλειν τὰς αὑτῶν πατρίδας καὶ τὰ ὑπάρχοντα κοσμεῖν οὐδʼ ἂν εἷς νεμεσήσειεν, ὃ δὲ τούτῳ πρόσεστιν ἀηδίας ἀφελεῖν ἔγωγε συμβουλεύω. ἔσται δὲ τοῦτο εἴπω βούλεσθε πῶς; ἀλλʼ ὅπως ἀκούσεσθε εὐμενῶς· ἐὰν, ὦ μακάριοι, τοῦ θαυμάζειν τοὺς λίθους ἀνῆτε μικρόν τι καὶ νομίσητε πλείονος ἀξίους ὑμᾶς αὐτοὺς τῶν οἰκοδομημάτων καὶ πιστεύσητε ἀληθὲς εἶναι τὸ πάλαι τοῦτο, ὡς ἄρα οὐ τείχη οὐδὲ ᾠδεῖα οὐδὲ στοαὶ οὐδὲ ὁ τῶν ἀψύχων κόσμος αἱ πόλεις εἶεν, ἀλλʼ ἄνδρες αὑτοῖς εἰδότες θαρρεῖν. τοῦτο δʼ ἐστὶν οὐ τὸ τῶν πλησίον εἰκῆ καταφρονεῖν οὐδὲ τὸ πάντʼ αὐτοὺς ἔχειν οἴεσθαι, πόθεν; ἀλλὰ τὸ μικρὸν δὴ καὶ ἁπλοῦν τὸ εὖ φρονεῖν. οἱ γὰρ τοῦτʼ ἔχοντες ἐν ταῖς γνώμαις ἥκιστα μὲν εἰς τείχη καὶ λιμένας καταφεύγουσιν, ἥκιστα δὲ χρημάτων καὶ στοῶν καὶ πάσης ἐπακτοῦ φιλοτιμίας προσδέονται, ἴσασι δʼ ὅτι

κἂν ὑπαίθριοι σκηνῶνται, οὐδέν εἰσι φαυλότεροι Βαβυλωνίων μεθυόντων εἴσω πυλῶν. πάντων δὲ κάλλιστον ὑπάρχει πρὸς εὐθυμίαν αὐτοῖς· οὐ γὰρ ἡγοῦνται προσθήκην αὑτοὺς εἶναι τῶν ὑπαρχόντων, ἀλλὰ πάνθʼ ὅσα ἂν κτήσωνται δεύτερα ἑαυτῶν εἶναι νομίζουσι. καὶ μὴν ἐκεῖνα μὲν τὰ καλλωπίσματα καὶ δαπάνης καὶ χρόνου καὶ τῆς παρὰ τῶν βαναύσων βοηθείας προσδεῖται, τοῦτο δʼ ἐν μέσῳ πᾶσι πρόκειται τοῖς δυνατοῖς ἰδεῖν καὶ οὐδὲν δεῖ πραγματείας, ἀλλʼ ἀπόχρη βουληθεῖσιν ἔχειν τἀγαθόν. δεῖ δὲ τοὺς ὀρθῶς βουλευομένους τῶν μὲν πολεμίων πάντως ἐθέλειν κρατεῖν, τῶν δʼ ἐπιτηδείων εἰδέναι ὅτε καιρὸς

ἡττᾶσθαι. οὐ γὰρ ἅπασα νίκη καλὴ, οὐδʼ ἐκ θεῶν ἀνθρώποις παραγίγνεται. μεστὴ δὲ καὶ ἡ τραγωδία τῶν ταῦτα παραινούντων. ὁ μέν γέ τις αὐτῶν που λέγει

φίλων γὰρ ἄρξεις μὴ κρατῶν ὅσον θέλεις,
ὁ δʼ αὖ φησι
κρατεῖς τοι τῶν φίλων ἡσσώμενος.
Δημοσθένης δὲ ἐπιστέλλων Ἀθηναίοις περὶ τῆς ὁμονοίας τὴν μὲν ἐν τοῖς τοιούτοις ἧτταν καλὴν καὶ προσήκουσαν ἔφη νίκην παρὰ τοῖς εὖ φρονοῦσι κρίνεσθαι λέγων, ἣν γονέων υἱεῖς ἡττῶνται, ὃ καὶ πολῖται συγχωροῦσιν ἀλλήλοις. ἐὰν οὖν καὶ ὑμεῖς τούτοις τοῖς λογισμοῖς ἐθελήσητε χρήσασθαι καὶ πρῶτον μὲν αὐτοὶ γνώμης οὕτως ἔχητε ὥστʼ ἀντʼ ἐραστῶν ἀλλήλοις καταστῆναι, ἐνθυμηθέντες ὡς οὐδʼ ὅστις κάλλιστος ἑαυτοῦ πώποτʼ ἠράσθη, ἀλλʼ ἑτέρου του, ἔπειτα δὲ καὶ τοῖς προεστηκόσι καὶ πολιτευομένοις παρʼ ἑκάστοις ὑμῶν παραστῇ τὸ ἐπʼ ἀδείας ταῦθʼ ὑμᾶς κατεπᾴδειν, καὶ τὸν αὐτὸν τρόπον ὅνπερ νῦν τὰ
πρὸς τὴν φιλονεικίαν ἐξάγοντα πάνθʼ εὑρίσκουσι καὶ λέγειν καὶ πράττειν, οὕτω τοῦ λοιποῦ περὶ τῆς φιλίας καὶ τῆς ὁμονοίας τῆς πρὸς ἀλλήλους ὑμῶν φιλοτεχνεῖν, ἴσως ἂν ὥσπερ ἄλλο τι πρᾶγμα τῆς προσηκούσης μελέτης τυγχάνον καὶ τοῦθʼ ὑμῖν ἀκριβωθείη τε καὶ συμμείνειεν ὡς εἰπεῖν ἐν τῷ τῆς εὐχῆς ῥήματι. νῦν δʼ οὕτως ἀλογίστως διακείμεθα ὥστε ὑφʼ ὧν μὲν οὐδʼ ὁτιοῦν χρηστὸν πείσεσθαι προσδοκῶμεν, ὑπὲρ τούτων ἐρίζομεν καὶ μαχόμεθα, ὧν δʼ ἐξῆν ἡμῖν ἐπιεικείᾳ χρωμένοις ἀπολαύειν παρʼ οὐδὲν ποιούμεθα, καὶ ταῦθʼ, ὥς γʼ ἐγὼ μέμνημαι, καὶ τοῦ κρατίστου τῶν βασιλέων καὶ πάντας παιδείᾳ παρελθόντος αὐτοῦ διαρρήδην περὶ τούτων ἐπιστείλαντος τὸ κατʼ ἀρχὰς εὐθὺς καὶ ὑποσχομένου τούτους βελτίστους καὶ ἀρίστους κρινεῖν, οἵτινες ἂν τῆς ὁμονοίας ἄρχωσιν ἑκόντες εἶναι. νῦν δʼ ὅταν μὲν σεισμὸς ἤ τις κίνδυνος καταλαμβάνῃ, γνωρίζομεν ἀλλήλους καὶ συνευχόμεθα καὶ διὰ τοὺς ἑτέρους ἅτεροί φασι σώζεσθαι, ὥστε πολλὴν ἄξιον εἶναι τοῖς κινδύνοις χάριν εἰδέναι, ἐπειδὰν δὲ ἐφʼ ἡμῶν αὐτῶν γενώμεθα καὶ τοῦ πράττειν ἃ βουλόμεθα, αὐτοὶ καθιστάμεθα ἡμῖν αὐτοῖς ἀντὶ τῶν σεισμῶν, καὶ οὔτε ἡσυχίαν ἄγειν οὔτε κοινόν τι φρονῆσαι δυνάμεθα,