Orationes 42
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
οὕτω καὶ ἔθνει κοινῇ καὶ πόλεσι ταῖς προεστώσαις καὶ καθʼ ἑαυτὴν ἑκάστῃ πόλει μεγάλων ἀγαθῶν ἡ πρὸς ἀλλήλους φιλία καὶ ὁμόνοια, καὶ τοὐναντίον ἡ στάσις κακῶν τῶν ἐσχάτων αἰτία πέφυκε γίγνεσθαι. οὐ γὰρ ἔστι γνώμῃ δυσκόλῳ χρωμένους εὐκόλων πειρᾶσθαι τῶν πραγμάτων. εἰ δʼ ὅτι μηδεὶς νῦν πόλεμος πάρεστι, φλυαρίαν τις ἡγεῖται ταῦτα, αὐτὸς ἀγνοεῖ ληρῶν. ἔχει γὰρ οὕτως, οἶμαι· ὁπόταν μὲν πόλεμος παρῇ, τοῖς τοῦ πολέμου πράγμασιν ἡ στάσις λυμαίνεται, εἰρήνης δʼ ὑπαρχούσης τοῖς τῆς εἰρήνης ἀγαθοῖς ἐχθρόν ἐστι. βλάπτειν μὲν γὰρ ἀεὶ πέφυκεν, ἡ δὲ βλάβη πρὸς τοὺς καιροὺς ἀπαντᾷ. πάντων δʼ ἀτοπώτατον τοῖς μὲν ἡγεμόσι χάριν μεγίστην ἔχειν, ὅτι τῶν τοῦ πολέμου κακῶν ἀπαθεῖς ὑμᾶς φυλάττουσιν, αὐτοὺς δὲ ὃ πολλῷ μεῖζον κακόν ἐστι τοῦ πολέμου, τοῦθʼ ἑκόντας αἱρεῖσθαι. τοσούτῳ γὰρ στάσις πολέμου χαλεπώτερον, ὅσῳ πόλεμος μὲν ἐξ ὁμονοίας κατορθοῦται, εἰρήνη δὲ στάσει διαφθείρεται, καὶ πολέμου μὲν πολλάκις οὐδέν ἐστʼ ἀπολαῦσαι δυσχερὲς, εἰρήνης δὲ οὐδὲν χρηστὸν, ἐὰν στάσει χρῆται. καὶ μὴν στάσις μὲν εἰρήνην λύει, πόλεμος δὲ στάσιν ἔστιν ᾗ· τοσούτῳ πόλεμος στάσεως αἱρετώτερος·
ἀρχὴν δὲ οὗ μὲν ἔνι στάσις, ἐνταῦθα καὶ πόλεμος καὶ πρὸς αὐτοὺς, οὗ δʼ ἔννομος πόλεμος, ἁπλοῦς ἅμα καὶ ῥᾴων ὁ κίνδυνος. καὶ μὴν περὶ πολέμου μὲν ἀμφοτέροις τοῖς λόγοις ἔξεστι χρήσασθαι, καὶ ὡς δεῖ ποιεῖσθαι καὶ ὡς μὴ, στάσιν δὲ οὐδεὶς πώποτε τετόλμηκεν εἰπεῖν ὡς βέλτιον εἰ συμβαίη, οὐδέ γε ὡς, εἰ συμβαίη, βέλτιον μένειν. ἀλλʼ ὑπὲρ μὲν πολέμων λέγουσιν ὡς οὐ χρὴ καταλύεσθαι, ὑπὲρ στάσεως δʼ οὐδεὶς πώποτε ἐκ τοῦ εὐθέος εἶπε τὸ μὴ δεῖν ὡς τάχιστα παύεσθαι· εἰκότως. πόλεμοι μὲν γὰρ ἤδη καὶ σωφροσύνης καὶ ἀνδρείας δόξαν ἤνεγκαν τοῖς ὑποστᾶσι καὶ μείζους ἐξ ἐλαττόνων ἐποίησαν καὶ τήν γʼ εἰς τὸν ὕστερον χρόνον ῥᾳστώνην παρεσκεύασαν. τὸ γὰρ τοῖς ὅπλοις κρατεῖν τῶν ἐχθρῶν ἥκιστα εὐκαταφρονήτους, οἶμαι, ποιεῖ, τοῦτο δὲ οὐ μικρὰ μερὶς εἰς τὸ τὴναὑτῶν ἀσφαλῶς οἰκεῖν. ἡ δὲ στάσις πάντων τῶν αἰσχρῶν καὶ κακῶν ὡσπερεὶ κεφάλαιόν ἐστι, καὶ μὴ ὅτι τῶν ἄλλων εἶναι κρείττους, ἀλλʼ οὐδʼ αὐτοὺς ἑαυτοῖς ὁμοιοῦσθαι. μὴ γὰρ εἰ μηδὲν ἀνήκεστον νῦν γίγνεται, μηδὲ γὰρ γένοιτό ποτε ὦ Ζεῦ καὶ θεοὶ, ἀλλά τοι τῶν γε πονηρῶν καρπῶν οὐδὲ τὸ σπέρμα φασὶ δεῖν σώζειν. πιστεύειν δὴ χρὴ καὶ Ὅμηρον ἀληθῆ λέγειν, ὡς ἄρα ἔρις ἄρχεται μὲν ἐξ ὀλιγίστου, προέρχεται δὲ ἐπὶ μήκιστον. ἄνευ γὰρ τοῦ πᾶσαν αὐτῷ τὴν Ἰλιάδα εἰς τοῦτο αὐτὸ συγκεῖσθαι καὶ στάσεως εἶναι κατηγορίαν ἅπαν τὸ ποίημα, λέγει δή που καὶ διαρρήδην εἰς τὴν Ἔριν ταυτὶ τὰ ἔπη
ἐγὼ δʼ οὐρανοῦ μὲν ψαύειν ἔριν οὐκ ἔχω ὅπως συγχωρῶ· δειναὶ γὰρ αἱ Διὸς, οἶμαι, πύλαι κλεῖσαι πάροδον παντὶ νοσήματι· τοσοῦτον δʼ ἂν ἔχοιμι διισχυρίσασθαι ὅτι ἥκιστα δὴ τοῦτο τῶν ἀνθρωπείων περιγραπτοὺς ἔχει τοὺς ὅρους.ἣ ὀλίγον μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
- οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει.s
ὅλως μὲν οὖν οὐδὲν, οἶμαι, χρὴ τοσοῦτον ἆθλον νομίζειν οὔθʼ ὑπὸ γῆς οὔτʼ ἐν φανερῷ κατακείμενον ὥστʼ ἀξιόχρεων εἶναι μανίας τοσαύτης· εἰ δʼ ἄρα δεῖ καὶ τοῦτʼ εἰπεῖν, ἐνθυμεῖσθʼ ὅτι τοῖς Λακεδαιμονίοις τότε καὶ τοῖς Ἀθηναίοις καὶ πρός γʼ ἔτι Θηβαίοις ἦν τι σχῆμα τῶν πρὸς ἀλλήλους πραγμάτων. προστασία γὰρ τῶν Ἑλλήνων καὶ τὸ δοκοῦν ἑαυτοῖς προστάξαι κυρίοις εἶναι καὶ παρʼ ἐκείνους ἰέναι τοὺς δεομένους, καὶ χρημάτων δὴ σύλλογοι καὶ πολλὰ τοιαῦτα ὑπῆρχεν ὥσπερ ἀφορμὴ τῆς φιλονεικίας. οὐ πάντη μὲν, οἶμαι, πράγματα αἱρετὰ—τίς δʼ ἂν φήσειεν εὖ φρονῶν; —ὅμως δʼ εἶχέ τινα νοῦν ὡς εἰπεῖν ἡ νόσος. ὑμεῖς δὲ, ὦ ἄνδρες Ἴωνες, καὶ ὑμεῖς, ὦ ἄνδρες εἴτε αὐτόχθονες εἴτε Ἀρκάδες, χαίρετε ἀκούοντες, εἴ τις ἔροιθʼ ὑμᾶς ἀντὶ τοῦ στασιάζετε καὶ φιλονεικεῖτε καὶ ταράττεσθε καὶ τετύφωσθε, τί πρὸς θεῶν ἀποκρινεῖσθε; ὑπὲρ ποίας ταῦτα ποιεῖν ἡγεμονίας, ἢ τίνων συμμάχων, ἢ ποίων λιμένων, ἢ τριήρων, ἢ φόρων, ἢ τόπων,