Orationes 42

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

πρὸς τὴν Ἀσίαν ἄνω. τροπαίων δὲ τρόπαια ἐξήπτετο καὶ

βωμοὶ Διὸς ἐλευθερίου καὶ τρίποδες κοινοὶ τῶν Ἑλλήνων ἐν Δελφοῖς καὶ ἀναθήματα καὶ δεκάται καὶ κόσμοι τῶν πόλεων καὶ πᾶσα ἐπίδοσις καὶ τοιαῦτα ἐπεχωρίασε πράγματα. καὶ οἱ μέν γε τὴν ἡγεμονίαν τῶν Ἑλλήνων μετελάμβανον, ἀνθʼ ὧν τότε εἶξαν ἐν καιρῷ, παρʼ ἑκόντων αὐτῶν τῶν Ἑλλήνων εὑρόμενοι τὸν αὐτὸν τρόπον ὅνπερ αὐτοὶ τόθʼ ἑκόντες παρεῖσαν, οἱ δʼ αὖ τὰς ὁμοίας ἀπεδίδοσαν οἱ Λακεδαιμόνιοι, καὶ οὔτε ἐκώλυσαν οὔτε ἠμφεσβήτησαν, ἀλλʼ ἡγησάμενοι βελτίους ἑαυτῶν εἰς τὰς ναυτικὰς καὶ τὰς ὑπερορίους ἀποδημίας, τοὺς παρʼ αὐτῶν ἄρχοντας καταλύσαντες ἐκείνοις ἐπέτρεψαν ἡγεῖσθαι. ἐκ δὲ τούτου Σηστὸς, Ἰωνία, Κύπρος, Εὐρυμέδων, ἀμφότερα κοσμούμενος κατάλογος νικῶν ναυτικῶν τε καὶ πεζῶν ἐφαμίλλων πάνθʼ ὡς ἔπος εἰπεῖν τὰ κάλλιστα συνείρετο, ἀντανεχώρουν δὲ οἱ βάρβαροι, δεσπότας τοὺς Ἕλληνας ἑαυτῶν ἀντὶ τοῦ βασιλέως νομίζοντες.

ταῦτα μὲν δὴ τὰ τῆς ὁμονοίας αὐτῶν, κοινὰ μὲν ἀμφοῖν, κοινὰ δʼ ἅπασιν ὧν ἡγοῦντο ἀγαθά. ἐπεὶ δʼ ἐστασίασαν περὶ τῆς ἡγεμονίας καὶ τὴν ἐπιείκειαν νομίσαντες ἀνανδρείαν, τὴν αὐθάδειαν ὡς ἀρετὴν ἐτίμησαν, δημαγωγοὶ δὲ καὶ προστάται παρʼ ἀμφοτέροις ἀντὶ τοῦ προϊδόντες τὸ μέλλον διακωλύειν καὶ παραμυθεῖσθαι τὰ πλήθη παρώξυνον καὶ συνέκρουον τὰς πόλεις, τῆς καθʼ ἡμέραν ἡδονῆς ἅπαντα τὸν ὕστερον χρόνον πωλοῦντες· ἀνεῖπε μὲν ὁ κήρυξ ὁ Σπαρτιάτης, ὥσπερ ἐκ θεῶν του καταπεμφθεὶς, ὅτι ἐκείνη ἡ ἡμέρα μεγάλων τοῖς Ἕλλησι κακῶν ἄρξει· ταῦτα δʼ οὐκ εἰς μακρὰν ἐτελεῖτο. οἱ μὲν γὰρ ἀήττητοι καὶ ἀπόρθητοι δοκοῦντες εἶναι ζῶντες ἤγοντο αὐτοῖς ὅπλοις, καὶ περὶ σπονδῶν ἐδέοντο, ἐξὸν αὐτοὺς ἐξ ἀρχῆς εἰρήνην ἄγειν πεῖσαι· οἱ δὲ τοσοῦτον ἐκείνων

ὑπερσχόντες ἐν τῷ πολέμῳ τούτῳ καὶ τοῖς Ἕλλησι πρότερον τῆς ἐλευθερίας αἴτιοι καταστάντες δευτέρου πολέμου συστάντος πάλιν ἑξῆς τοῦ Δεκελεικοῦ, καὶ πρὸς ἁπάσας

πείρας προελθόντες, ἃ μηδʼ εἰπεῖν ἔστʼ ἀδακρυτὶ, ταῦθʼ ἑωρῶντο πάσχοντες, ἕως τά τε τείχη ταῖς ἑαυτῶν χερσὶ κατέσκαψαν καὶ τῆς ἡγεμονίας ἁπάσης ἀπέστησαν. φυγὰς δὲ καὶ σφαγὰς κοινὰς τῶν Ἑλλήνων καὶ πανωλεθρίᾳ πράγματα ἀπολλύμενα οὐδʼ ἂν εἷς λέγων ἐφίκοιτο. εἶχον δὲ τὴν ἀρχὴν ἑκατέραν ἤδη Λακεδαιμόνιοι, καὶ χρόνου βραχέος διελθόντος ἐξέπιπτον μὲν ἐκ τῆς θαλάττης, κατεπατοῦντο δὲ ἐν τῇ γῇ, καὶ παρέρχεται τρίτη πόλις ἀμφοτέρους, ἡ Θηβαίων. καί τινα ἤνθησε χρόνον ἐν τοῖς Ἕλλησιν ὑπερφυῶς· ἀλλὰ γὰρ οὐδʼ αὐτὴ ἄρα ἐν καλῷ τῆς ὁμονοίας καὶ τοῦ σωφρονεῖν ᾠκεῖτο, ἀλλʼ ἅμα τε ἀνῄει καὶ ἀνταφῄρει πάλιν. ὡς δʼ ἐγένοντο τρεῖς αἱ πόλεις καὶ τῶν Ἑλλήνων οἱ μὲν ἠττίκιζον, οἱ δʼ ἐλακώνιζον, οἱ δὲ Θηβαίους ἐθαύμαζον, κοινὸν δὲ οὐδὲν ἦν οὐδὲ γνώμῃ καὶ λογισμοῖς διοικούμενον, εὐθὺς μὲν πόλεμοι Φωκικοὶ καὶ περὶ τὴν Πυλαίαν ταραχαὶ καὶ πράγματα αἰσχύνην ἔχοντα ἀλλήλοις ἐπέβαλλεν, ἡ δὲ τελευταία μοῖρα τῶν Ἑλλήνων ἤδη Φίλιππος ἡγεμὼν καὶ Ἀντίπατρος κύριος. τὸν γὰρ Ἀλέξανδρον ὑπερβήσομαι. πάντα δὲ ἐκεῖνα ὥσπερ ὕδωρ κατὰ γῆς ἔδυ, μικρὸν δὲ λείψανον τῆς Ἑλλάδος εἰς ὑμᾶς ἀγαπητῶς ἀφίκετο ἀρετῇ τῶν νῦν ἀρχόντων ἀναληφθέν. ἆρα μικρόν τι καὶ λῆρον τὸ διάφορον τῆς στάσεως ὑμῖν παρὰ τὴν ὁμόνοιαν φαίνεται; εἰ δʼ αὖ βούλεσθε τοὺς Ἀθηναίους ἐφʼ αὑτῶν θεωρῆσαι,

οἳ τῶν μὲν βαρβάρων ἐπιόντων ἐξ ἴσου πολιτευθέντες τοσοῦτον ἁπάντων διήνεγκαν, ἐν δὲ τῷ πρὸς Πελοποννησίους πολέμῳ πάντα τἄλλα ἐνεγκόντες, συμφορὰς ἐν Σικελίᾳ, συμμάχων ἀποστάσεις, Κῦρον, βασιλέα, πάντας ἀνθρώπους ἀνταγωνιστὰς, ὑφʼ ἑνὸς τούτου μόνον ἐξηλέγχθησαν τοῦ διαστῆναι καὶ οὐ πρότερον τῶν πολεμίων ἡττήθησαν πρὶν ἑαυτῶν οὐκ ἐβουλήθησαν. ἐλθόντες δʼ εἰς τοῦτο τύχης ὥστε ὅ γε δῆμος φεύγων ᾤχετο, ἐπειδὴ κατελθόντες ἐψηφίσαντο μὴ μνησικακεῖν, ἄριστά τε ἤκουσαν καὶ πάλιν ἦσαν μικροῦ δεῖν ὥσπερ ἐξ ἀρχῆς.