Orationes 42
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ἔχων εἰπεῖν τοσοῦτον ὅσον βούλεται. ὥστʼ οὐδʼ ὅστις ἂν μόνον εἶπε τὴν αὐθάδειαν ὑποκοριζόμενος ἀνδρείαν, δόξειεν ἂν τοιοῦτος εἶναι, ἀλλὰ πᾶν τοὐναντίον φόβῳ τῷ περὶ τῶν ὑπαρχόντων. ὥσπερ γὰρ ἐν τοῖς γυμνικοῖς ἀγῶσι τὸ τὴν νόμιμον καὶ γιγνομένην μάχην ἀφέντας τὸν ἔξωθεν τρόπον κακουργεῖν οὐ πάνυ θαρρούντων ἐστὶν ἑαυτοῖς, οὐδʼ ἡγουμένων οἷόν τε εἶναι νικᾶν ἐκ περιουσίας, οὕτω κἀν τοῖς πράγμασιν ἡ παρὰ καιρὸν ἔρις καὶ τὸ τοῦ προσήκοντος ἔξω σχήματος ἡττωμένων τοῖς ὅλοις εἶναι δοκεῖ. ὥστε οὐ φθόνου μᾶλλον, ἀλλὰ καὶ φόβου καὶ ὕβρεως καὶ ἀνοίας καὶ συλλήβδην εἰπεῖν ἁπάσης κακίας ἐστὶν ἡ στάσις αἰτία, καὶ τῇ προσηγορίᾳ ἁπάντων ἐναντιώτατα ἔχει, ἣν ὑμεῖς περὶ πρωτείων αὐτοῖς τέθεισθε. χωρὶς δὲ τούτων
τὸ μὲν πρὸς τοὺς ἀλλοφύλους ἐθελέχθρως καὶ φιλονείκως ἔχειν τάχʼ ἄν τις εἴη συγγνώμη, τὸ δὲ πρὸς αὑτοὺς οὕτως ἀπίστως καὶ στασιαστικῶς διακεῖσθαι οὔτε γνώμης ἀγαθῆς οὔτε τύχης οὐδʼ ἂν εἷς φήσειεν εἶναι. ἔχοιτε δʼ ἂν ἐξετάσαι παραδείγμασι τοῖς ἤδη συμβεβηκόσι χρώμενοι. καὶ γὰρ εἰ μὴ ὅμοια τὰ πράγματα μηδʼ οἱ καιροὶ παραπλήσιοι, τό γε εὖ φρονεῖν ἀεί πως ταυτόν ἐστιν. ἀνενέγκατε τοίνυν ἐπὶ τὴν ἀρχαίαν Ἑλλάδα, ἐπειδὴ καὶ ἀποίκοις τῶν Ἑλλήνων τῶν ἐκεῖ συμβέβηκε σχεδὸν ἅπασιν ὑμῖν εἶναι —λέξω δὲ οὐδὲν καινὸν, ἀλλʼ ἃ πάντες ἐπίστασθε— τοὺς Λακεδαιμονίους καὶ τοὺς Ἀθηναίους. ἐκεῖνοι γὰρ μέχρι μὲν ταυτὰ ἐφρόνουν καὶ μίαν γνώμην εἶχον περὶ τῶν πραγμάτων, ζηλωτοὶ μὲν αὐτοὶ πᾶσι τοῖς Ἕλλησιν ἦσαν, πολλῶν δὲ καὶ μεγάλων ἀγαθῶν ἀλλήλοις τε καὶ τῶν ἄλλων τοῖς δεηθεῖσιν ἑαυτῶν αἴτιοι· καὶ συστάντων ἐπὶ τοὺς Ἕλληνας ἁπάντων ὡς εἰπεῖν ἀνθρώπων, ὥστε τὴν μὲν θάλατταν ἐμπλησθῆναι τριήρων, τὴν δὲ γῆν πεζῶν, εἶναι δὲ τὴν προσδοκίαν τῶν κακῶν ἐν κέρδους μέρει τῷ μὴ αὐτά γέ πω παρεῖναι, οὐκ ἠπόρησαν ὅ τι χρήσονται, ἀλλὰ ἀκούοντες μὲν γῆν καὶ θάλατταν μεταβάλλοντα εἰς ἄλληλα, ἀκούοντες δὲ ἥλιον κρυπτόμενον τοῖς τοξεύμασι, καὶ ποταμοὺς ἐπιλείποντας πίνουσι τοῖς ἐπιοῦσι, καὶ ἔθνη καὶ πόλεις ὅλας ἀναλισκομένας εἰς δείπνου λόγον τῷ βασιλεῖ· πρὸς δὲ τούτοις τοῦ θεοῦτοὺς θεωροὺς τοὺς εἰς Δελφοὺς ἀφικομένους ἐξελαύνοντος μετʼ ἀπειλῶν δεινῶν καὶ φόβων οὐκ ἐξεπλάγησαν, οὐδʼ ἡττήθησαν τῶν ἐπιόντων πραγμάτων, ἀλλὰ καὶ μέρους τῆς Ἑλλάδος οὐκ ὀλίγου νοσήσαντος, καὶ τῶν μὲν εὐπρεπῶς ἐκποδὼν στάντων, εἰ δὴ τοῦτό γε εὐπρεπῶς δεῖ
καλεῖν, τῶν δὲ ἐκ τοῦ φανεροῦ μηδισάντων, ἔδειξαν ὅσου τινὸς ἄξιον εἴη πρᾶγμα αἱ πρῶται πόλεις ταυτὸν φρονήσασαι. ἰσχύοντες γὰρ οἱ μὲν ταῖς ναυσὶν, οἱ δὲ τῷ πεζῷ, πρῶτον μὲν τὴν ἀπʼ ἀμφοῖν ὠφέλειαν κοινὴν ἑαυτοῖς τε καὶ τοῖς ἄλλοις Ἕλλησι παρέσχοντο, ἔπειθʼ ὃ πολλῷ μειζόνως ἄν τις ἀγασθείη, οὐ γὰρ διείλοντο τὴν ἡγεμονίαν, ἀλλʼ ὥσπερ ἂν εἰ πόλις μία ἄμφω ταῦτα παρείχετο, τὴν μὲν προθυμίαν κοινὴν, τὴν δὲ ἡγεμονίαν μίαν ἠξίωσαν ποιήσασθαι. καὶ οὐδέν γε ἔλαττον ἐνέγκασθαι συνέβη τοῖς παραχωρήσασιν αὐτῆς ἢ τοῖς ἀξιωθεῖσιν, οὐδʼ ἀτιμοτέρου γενέσθαι λόγου οὔτε ἐν τῷ παραχρῆμα τοῖς Ἕλλησιν οὔτʼ ἐν τῷ μετὰ ταῦτα χρόνῳ τοῖς πᾶσιν ἀνθρώποις. ἀλλʼ ἔδοξαν οἵ γε Ἀθηναῖοι δύο ἡγεμονίας τότε τοῖς Ἕλλησιν ἡγήσασθαι, τὴν μὲν τῆς παρασκευῆς τῆς ἐπὶ τοὺς πολεμίους, τὴν δὲ τῆς ἐπιεικείας τῆς πρὸς ἀλλήλους, οἵτινες τῶν συμπασῶν τριήρων τὼ δύο μέρη μόνοι πληροῦντες Λακεδαιμονίοις οὐδʼ εἰς δέκατον τελοῦσιν ἑαυτῶν παρεῖσαν ἡγεῖσθαι, νομίζοντες εἰ μὴ πρότερον τὴν ὁμόνοιαν τὴν πρὸς ἀλλήλους παράσχοιντο, οὐδʼ ἂν δὶς τοσαύτας γενομένας τὰς ναῦς οὐδὲν ὠφελῆσαι τὰ πράγματα. οὕτω δὲ ὁμιλήσαντες ἀλλήλοις καὶ πάντα κοινωσάμενοι καὶ τοὺς αὐτοὺς ὅρους θέμενοι τοῦ συμφέροντος, ἐξείλοντο μὲν αὐτὰς τὰς Ἀθήνας ἐχομένας ἤδη καὶ οἰκουμένας ὑπὸ Περσῶν, ἐρρύσαντο δὲ τὴν Ἑλλάδα ὑποβρύχιον φερομένην καὶ μικροῦ δέουσαν ἤδη πᾶσαν οἴχεσθαι, γῆν δὲ καὶ θάλατταν ἐκόσμησαν πεζομαχίαις καὶ ναυμαχίαις, ὅσον εὔχοντο νικῶντες. τὸν δʼ ἐξισοῦντα τῇ τοῦ Διὸς ἀρχῇ τὴν ἑαυτοῦ πρὸς τοσοῦτον δέους καὶ ταπεινότητος κατέστησαν ὥστʼ ἀναπηδήσας ἐκ τοῦ θρόνου φεύγων ᾤχετο γῆν πρὸ γῆς, ἑτέραν δὲ φυγὴν ἔφευγον αἱ νῆες