Orationes 42
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ἀλλὰ μὴν ὅτε καὶ παντὸς ἔθνους τοῦτο σχῆμα κάλλιστον καὶ αὕτη σωτηρία βεβαιοτάτη, δῆλον δή που τοῦθʼ
ὅτι καὶ πόλεις καὶ σύντρεις καὶ συμπλείους τῶν εἰς ταυτὸν τελουσῶν εἰκὸς ἔχεσθαι τούτου. οὐ γὰρ δή που ἅ γε κοινῇ πάσαις ταῖς ἐν τῷ ἔθνει συμφέρει, ταῦτʼ ἐνίαις αὐτῶν οὐχὶ τὸν αὐτὸν ἔχει λόγον. οὐ γὰρ εἰ τοῦ πρωτεύειν ἀντιποιοῦνται, τοῦτο βελτίω τι τὴν στάσιν ποιεῖ, ἀλλʼ ἐνταῦθα δὴ καὶ τὴν ὑπερβολὴν εὕροι τις ἄν. εἰ γὰρ ἃ μηδὲ τοῖς τυχοῦσι [μηδὲ τοῖς φαυλοτάτοις] ἐπιβάλλειν μηδʼ ἂν εἷς φήσειε, ταῦθʼ οἱ προέχειν ἀξιοῦντες ἑαυτοῖς ἡγήσονται προσήκειν, καὶ μὴ καθʼ ὅσον δύνανται φυλάξονται, πῶς οὐ προσθήκην ἡ κατηγορία λαμβάνει, ἢ πῶς οὐχ ἕτερον μέν ἐστιν ὃ βούλονται, ἕτερον δʼ ὃ κατασκευάζουσι; βούλονται μὲν γὰρ εὐδοκιμεῖν ὡς ἄριστοι δή που, φαίνοιντο δʼ ἂν οὕτω γε ἐξ ἴσου τοῖς κακίστοις διακείμενοι. οἶμαι δʼ ὥσπερ τοὺς στρατηγοὺς πᾶς τις ἂν ἀξιώσειε μάλιστα μὲν βελτίους εἶναι τῶν στρατιωτῶν, πάντως δὲ μὴ χείρους, οὕτω καὶ τὰς πόλεις αἷς τὸ προβουλεύειν ἀνάκειται μὴ χεῖρον τῶν φαυλοτέρων καὶ τῶν πολλῶν φρονεῖν. ὥσπερ τοίνυν εὐταξία καὶ κόσμος οὐ τοῖς μὲν στρατιώταις ἐπιτήδειον, στρατηγοῖς δὲ ἄτιμον οὐδὲ ἄχρηστον ὑπάρχει, ἀλλʼ εἴπερ οἱ πολλοὶ παρέξουσιν ἑαυτοὺς ἐν τῷ τεταγμένῳ, δεῖ τοὺς ἡγουμένους αὐτοῦ τούτου πρῶτον αὐτὸ ἡγεῖσθαι, ὡς ἐκεῖνό γε ἀμήχανον, στρατηγῶν στασιαζόντων καὶ τεταραγμένων πρὸς ἀλλήλους στράτευμα μιᾶς γνώμης γενέσθαι, οὕτω καὶ τῶν πόλεων χρὴ νομίζειν μάλιστα προσήκειν σωφρονεῖν αἵτινες ἀντὶ τοῦ κοινοῦ σχήματός εἰσιν ἅπασι τοῖς ἐν τῷ γένει. θαυμάζω δʼ εἰ πολέμου μὲν ἥκοντος πᾶς τις ἂν αὑτοῦ κέρδος ἡγοῖτο ὡς μετὰ πλείστων καὶ γενναιοτάτων συμμάχων κινδυνεύειν, ἐξὸν δʼ ἀκινδύνως τὰ ὑπάρχοντα καρποῦσθαι, εἰ μετʼ ἄλλων ὑπάρξει, ζημίαν λογιεῖται, καὶ μηδʼ ἐκεῖνο ἐνθυμηθήσεται, ὅτι ὅσῳ ἂν μειζόνων ἑαυτὸν ἀξιοῖ, τοσούτω μᾶλλον εἰκός ἐστι καὶ τοῖς ἄλλοις χρηστὰ τὰ πράγματʼ εἶναι συμβούλεσθαι· ὡς τὸ μὲν τῶν οὐδενὸς ἀξίων ἔμπροσθεν εἶναι σεμνὸν οὐδὲν, ἡ δὲ πρὸς τοὺς ἐλλογίμους ἅμιλλα κατʼ ἀμφότερʼ ἀσφαλής. καὶ γὰρνικῶντι καλὸν τὸ σχῆμα τῆς φιλοτιμίας, κἂν ἄλλο τι συμβαίνῃ, πάρεστιν ἡ παραμυθία. ἔξεστι δὲ κἀκ τῶν Ὁμήρου μαθεῖν. ἐπειδὴ γὰρ κοινότατος ὁ ποιητὴς, οὐ χεῖρον κἀκείνῳ πρός γε τὰ τοιαῦτα προσχρῆσθαι. ἐκεῖνος γὰρ τούς τε ἥρωας ἅπαντας ὡς ἔπος εἰπεῖν ἐπαινεῖ καὶ τοὺς ἐναντιωτάτους ἀλλήλοις, ἡγούμενος μείζω τοῖς κρατήσασιν αὐτῶν οὕτως ἂν γίγνεσθαι τὴν δόξαν. καὶ τὰς πόλεις καταλέγων ἄλλας ἄλλον κεκόσμηκε τρόπον, πάσας δʼ εἰς ὅσον οἷόν τε ἦν, ὅ τι καὶ μικρὸν ἔχοι τιμῆσαί τινα αὐτῶν οὐδαμῆ προϊέμενος. ἐλαφρὰ γὰρ, φασὶ, χάρις ἡ τῆς εὐφημίας. ὥστε μηδὲ τοὺς ἐχθροὺς δεῖν ἀποστερεῖν τοῦ τοιούτου χρηστόν γέ τι πράξαντας θεῶν τινος εἶναι παραίνεσιν Ἡρακλεῖ Πίνδαρος, οἶμαι, λέγει. οὕτω φύσει θεῖόν τι χρῆμα τὸ τῆς εὐφημίας, καὶ οὐκ ἐπειδὰν τῶν ἱερῶν μέλλωμεν κατάρχεσθαι, τότʼ ἔχει μόνον καιρὸν, ἀλλὰ κἀν τοῖς πλείστοις τῶν ἀνθρωπείων πραγμάτων. τοὺς δʼ εἰς ὅσον ἔξεστι χρωμένους αὐτῇ κεχαρισμένως ἂν τοῖς θεοῖς ποιεῖν σύμβολον ἥ τε τοῦ κήρυκος αὕτη φωνὴ καὶ ἡ τῶν ἱερέων, ἐπειδὰν τἀγαθὰ τοὺς θεοὺς αἰτῶμεν, γιγνομένη. ὥσθʼ ὅτε τῇ τῶν ἀγαθῶν αἰτήσει προσήκει τοῦτο τὸ εἶδος τῶν λόγων, εἰκὸς δή που καὶ καθάπαξ αὐτὸ τιμῶντας βέλτιον πράττειν ἂν οἴεσθαι καὶ τῆς βελτίονος μοίρας σώζειν πρᾶγμα. εἰ δʼ αὖ τοῦθʼ οὕτως ἔχει, πῶς οὐ φευκτὸν καὶ κατὰ τοῦτο ἡ στάσις; ὡς οὐκ ἔσθʼ ὅ τι μᾶλλον ἐναντίον εὐφημίᾳ τούτου τοῦ κακοῦ· δυοῖν
γὰρ ἓν ἀντίκειται τοῖν καλλίστοιν. οὔτε γὰρ λέγειν τὰ βέλτιστα οὔτε πράττειν ἐᾷ, ἀλλὰ βλασφημίας μὲν ἀντʼ εὐφημίας, δυσπραξίας δὲ ἀντʼ εὐτυχίας φέρει. οὕτως οὗ μὲν εὐφημία, καὶ εὐπραξία, οὗ δὲ στάσις, οὐδέτερον σώζεται.καὶ μὴν ὁ μὲν οὐδαμῶς ἀξιῶν καθαιρεῖν τοὺς πλησίον θαρρῶν ἑαυτῷ δοκεῖ ποιεῖν τοῦτο, ὡς οὐδὲν ἂν αὐτός γε ἐλάττων ταύτῃ νομισθεὶς, ὁ δὲ τὴν εἰς ἑτέρους ἐπήρειαν κέρδος ἑαυτοῦ ποιούμενος χωρὶς τῆς ἄλλης κακίας ὕποπτον ἑαυτὸν καὶ περὶ ὧν ἐρίζει καθίστησιν, ὡς οὐδὲν