Orationes 42

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

σεμνοτάτη καθέστηκε, μὴ καὶ ἓν τοῦτο ἐξαρκεῖν ὑπολαμβάνειν εἰς φιλίαν τῇ πόλει, τὴν τῆς θεοῦ τιμὴν, ἣν αὐτή τε τιμήσασα ἔχει τὴν πόλιν καὶ παρʼ ἀνθρώπων αὐτὴν εἰκός ἐστι φέρεσθαι; καὶ μὴν αἱ μὲν δύο τῶν πόλεων μιᾶς καὶ τῆς αὐτῆς ἄποικοι τῆς Ἀθηναίων πόλεως, ἣν οὐδʼ ἂν εἷς αἰσχυνθείη δή που πρόσχημα παντὸς τοῦ Ἑλληνικοῦ προσειπεῖν· ἤδη δὲ ἔχει τι καὶ αὕτη παραπλήσιον ταῖς Ἀθήναις αὐχῆσαι κατὰ τὴν τῶν αὐτοχθόνων ἀνδρῶν τε καὶ ἡρώων φοράν· εἰ δὲ μὴ, ταύταις γʼ ἔχει παραπλήσιον. καὶ γὰρ αὐτῇ τὰ τῶν ἀποίκων ἀπὸ αὐτοχθόνων ἐστὶ τῶν Ἀρκάδων. ὥστε κἀκ τούτων εἰκὸς γνῶναί τε ἀλλήλας καὶ τιμῆσαι τὰ γιγνόμενα. εἶεν. ἃ μὲν δὴ κοινῇ τοῖς γένεσι τοῖς συντελοῦσι καὶ ταῖς πόλεσι ταῖς τοῦ πρωτείου ἀντιποιουμέναις ἀποδοθῆναι προσῆκεν εἴρηται διὰ πάσης βραχύτητος, ὥς γʼ ἐμοὶ φαίνεται, καὶ ἅμα οὐ τὰ φαυλότατα, ὡς ὑμεῖς ἐπεσημήνασθε· καὶ πολλὴ χάρις

ὑμῖν ταῦτά γε δὴ δεξαμένοις εὐμενῶς. ἀκόλουθον δʼ ἐμοί τε τὸν λοιπὸν λόγον προσθεῖναι τὸν τῆς παρακλήσεως, εἴπερ μὴ ψυχαγωγία τις ἔσεσθαι μέλλει μόνον τῆς ἀκροάσεως, ἀλλά τι καὶ χρείας προσέσται, ὑμῖν τʼ ἐθελῆσαι καὶ τούτων μετὰ τῆς ὁμοίας ἀκοῦσαι γνώμης, ἵνα μὴ μόνον τῇ παραχρῆμα εὐφημίᾳ τετιμηκότες ἦτε τὸν λόγον, ἀλλὰ καὶ τῇ παρὰ πάντα τὸν χρόνον καὶ ἐπʼ αὐτῶν τῶν πραγμάτων μνήμῃ.

ἐγὼ γὰρ, ὦ ἄνδρες ἄριστοι τῶν τῇδε Ἑλλήνων, εἰ μὲν ἔμελλον ὑμῶν ἕκαστοι ταῦτα ἐφʼ οἷς νῦν ἀγάλλονται προήσεσθαι τῇ πρὸς τοὺς ἄλλους ἐπιεικείᾳ καὶ κοινότητι, οὐδʼ ἂν αὐτὸς συνεβούλευον τὰ οἴκοι βλάπτοντας τὰ τῶν πλησίον κοσμεῖν. ὅτε δέ ἐστι τοσαῦτα ἑκάστοις ἐφʼ οἷς ὑπάρχει φιλοτιμεῖσθαι καὶ οὐδὲν ἔλαττον ἀνάγκη φρονεῖν ἀρετῇ χρωμένους εἰς ἀλλήλους, οὐχ ὁρῶ τίνʼ ἔχει λόγον ἡ διαφορὰ, ἀλλὰ καὶ τοὐναντίον εἴποιμʼ ἂν ἅπαν τούτου, βουλομένων μὲν εἶναι σώζειν τὴν ἑαυτῶν φιλοτιμίαν, πράως τοῖς ἄλλοις ὁμιλεῖν, ἐπηρεαζόντων δὲ τοῖς ὑπάρχουσιν εἰς ἔριν καὶ φιλονεικίαν ἐξάγειν. ἐν μὲν γὰρ τῇ ὁμονοίᾳ καὶ ἑτέρους ἔστιν ἐπαινέσαι καὶ τὰ ἑαυτῶν ἀκούειν

ἐπαινούμενα, ἐν δὲ τῷ διαστῆναι κακῶς ἑτέρους εἰπόντας ἀντακοῦσαι κακῶς αὐτοὺς καὶ ἃ μὴ προσῆκεν. ὥσθʼ ὅσῳ τις μᾶλλον ἐπαινεῖσθαι βούλεται καὶ τῶν ὑπαρχόντων ἀπολαύειν πλεονεκτημάτων, τοσούτῳ μᾶλλον τῶν ἴσων ὑπαρκτέον αὐτῷ καὶ ταῖς ἐπιεικείαις χρηστέον. ἀλογώτατον δʼ ἂν εἴη πάντων ἄχθεσθαι μὲν τοῖς ἑτέρων ἀγαθοῖς,

λυμαίνεσθαι δὲ τοῖς ἑαυτῶν, καὶ μᾶλλον δυσχεραίνειν εἴ τις καὶ ἕτερος τὰ εἰκότα τιμήσεται ἢ εἰ τῶν προσηκόντων αὐτὸς παρὰ πάντων ἑκόντων μὴ τεύξεται. καὶ μὴν ἅμα τε ἀχθεσθήσεται τοῖς ἑτέρων ἀγαθοῖς καὶ δῆλος ἔσται φθονῶν. τοῦτο δὲ οὐ τοῦ κρείττονος οὐδαμῶς. ἄξιον τοίνυν κἀκεῖνο ἐνθυμηθῆναι, ὅτι ταυτὶ μὲν ἅπαντα ὅσα μικρῷ πρόσθεν διῄειμεν καὶ ὅσα τοιαῦτα ἂν εἴποι τις, οἷον κάλλη δημοσίων οἰκοδομημάτων καὶ μεγέθη περιβόλων, καὶ κεῖσθαι καλῶς καὶ χρήμασιν ἰσχύειν ἐγγείοις ἢ ναυτικοῖς, καὶ πάνθʼ ὅσα τούτου τοῦ γένους ἔχεται, τύχης ἄν τις φήσειεν εἶναι, τῆς καὶ διδούσης ἕκαστα τούτων καὶ παραιρουμένης ἡνίκʼ ἂν αὖ καὶ τοῦτο βουληθῇ· ἡ δὲ τῆς ὁμονοίας προαίρεσις καὶ τὸ χρῆσθαι τὰ πρέποντα ἀλλήλοις αὐτῆς τῆς γνώμης τῶν οὕτω διακειμένων ἐστίν. ὥστʼ οὐχὶ τοσοῦτον εἰκὸς τοὺς ἐκείνῃ προέχοντας φρονεῖν, ὅσον τοὺς κατὰ ταῦτα νικῶντας. καὶ μὴν ἐκεῖνα μὲν ἔξεστι μὴ πάντων ἐφεξῆς εἶναι φῆσαι, ἀλλὰ τῶν κατασκευασαμένων καὶ παρʼ ὧν ἕκαστα παρειλήφαμεν, οἱ μὲν κατὰ τοὺς αὐτοὺς χρόνους, οἱ δʼ ὕστερον γενόμενοι. τὸ δʼ εὖ βουλεύεσθαι καὶ σωφρονεῖν ἅπαντός ἐστι δή που τοῦ βουλομένου τοῦτο ἑαυτῷ παρεῖναι. χρὴ δʼ ὥσπερ οἰκίαν ἄριστα κατεσκευάσθαι κρίνομεν οὐχ ἥτις ἂν ὡς κάλλιστα λίθων ἔχῃ, ἀλλʼ ἥτις ἂν μιᾷ γνώμῃ μάλιστα οἰκῆται, οὕτω καὶ πόλεις ἄριστα νομίζειν οἰκεῖν αἵτινες ἂν ταυτὸν φρονεῖν ἐπίστωνται. δεινὸν γὰρ ἡ στάσις πανταχῆ καὶ θορυβῶδες καὶ τῇ φθόῃ παραπλήσιον. ἕλκει γὰρ ἁπάσας τὰς δυνάμεις καὶ προσπεφυκὸς ἐκμυζεῖ καὶ κενοῖ καὶ οὐ πρότερον παύεται πρὶν ἂν ἐκτρίψῃ παντελῶς, ὑπηρέταις αὐτοῖς καθʼ ἑαυτῶν χρησάμενον τοῖς νοσοῦσιν.