Orationes 26
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
νόσημα πᾶν. ἐδόκει χρῆναι οὕτω ποιεῖν. καὶ λαλούντων ἡμῶν καὶ βουλευομένων ἐπεισέρχεται Βίβλος ἐκ τρίτων, θεραπευτὴς τῶν παλαιῶν καί τινα τρόπον πρόθυμος περὶ λόγους. οὗτος καὶ τὸ πρόβλημα ἦν ὁ προβαλών· καὶ ἦν γε τὸ πρόβλημα τοιόνδε· μέμνημαι γὰρ, ἅτε καὶ πρῶτον λαβών· Ἀλεξάνδρου, φησὶν, ἐν Ἰνδοῖς ὄντος συμβουλεύει Δημοσθένης ἐπιθέσθαι τοῖς πράγμασιν. εὐθὺς μὲν οὖν ἐδεξάμην τὴν φήμην τὸν Δημοσθένη τε αὖθις λέγοντα καὶ τοὺς λόγους ὄντας περὶ τῆς ἡγεμονίας. καὶ μικρὸν ἐπισχὼν ἠγωνιζόμην, καὶ τά τε δὴ τῆς ἄλλης δυνάμεως ἦν οἷα θεοῦ παρασκευάζοντος, καὶ ἔδοξεν ὁ τοῦ ἐνιαυτοῦ χρόνος οὐ σιωπῆς, ἀλλʼ ἀσκήσεως εἶναι.
ἀρχὴ μὲν οὖν αὕτη τῆς μελέτης τῶν λόγων ἡμῖν ἐγένετο, καὶ οὕτως ἐπανήλθομεν. ἐγίγνετο δὲ καὶ ἄλλα πολλὰ εἰς ταυτὸν φέροντα, καὶ τὸ δὴ μάλιστα ἐπιρρῶσαν τοιόνδε ἦν. Ῥώσανδρος ἦν τῶν φιλοσοφούντων καὶ ἄλλως περὶ τὴν τοῦ θεοῦ θεραπείαν ἐπιμελής· οὗτος ἐδόκει μοι παρʼ ἀνδρὸς φιλοσόφου τῶν ἐπιφανῶν ἀρτίως διηγγελμένου παρὼν ἑστάναι πρόσθεν τῆς κλίνης, οἷον ἔνθεός τε καὶ σφόδρα ἐσπουδακώς· ἔπειτα λέγειν περὶ τῶν λόγων τῶν ἐμῶν εἰς ὅσον προβεβηκότες εἶεν, μνησθῆναι μὲν δὴ Πλάτωνος καὶ Δημοσθένους, ἐφʼ οἷσπερ ἐμνήσθη ἑκατέρου· ἀκροτελεύτιον δʼ ἐπιθεῖναι, παρῆλθες ἡμῖν τῷ ἀξιώματι τὸν Δημοσθένη, ὡς μηδʼ αὐτοῖς ἄρα τοῖς φιλοσόφοις εἶναι ὑπερφρονῆσαι. τοῦτο τὸ ῥῆμα πᾶσαν ἐμοὶ τὴν ὕστερον φιλοτιμίαν ἐξῆψε, τοῦτʼ ἐποίησε πᾶν ὅ τι ποιοίην περὶ λόγους ἔλαττον εἶναι τοῦ δέοντος νομίζειν. καὶ μέντοι καὶ ὕπαρ αὐτὸς ἐπεσφραγίσατο ὁ θεός. μετὰ γὰρ τὴν νύκτα ἐκείνην, ἣ τὸν ὄρθρον ἦγεν, εὐθὺς μελέτην ἐποιούμην, κατʼ ἀρχὰς ἔτι τῶν χρόνων ὥσπερ λέγω· καὶ οἱ παρόντες οὐδέν πω τοῦ ὀνείρατος προπεπυσμένοι, τῶν δὲ λόγων ἀκροώμενοι τότε πρῶτον, μάλιστα δὴ τοῦτο ἐπεσημήναντο τὸ ἀξίωμα. καὶ τοῦτο πλεῖστον ἦν αὐτοῖς τοῦ
θορύβου. χρόνῳ δʼ ὕστερον εἰς τὸν Ῥώσανδρον φέρον τοιόνδε μοι γίγνεται. ἐδόκουν ἐν Διὸς Ὀλυμπίου χωρίῳ κατὰ δή τινα διατριβὴν ἤτοι πρὸς ἐμαυτὸν διανοηθῆναιἤ τινα δεικνύναι μοι καὶ φράζειν ὡς ὁ Ῥώσανδρος δύναται δηλοῦν τὸν θεὸν, καὶ τὴν ἀπόδειξιν αὐτοῦ ποιεῖσθαι διὰ γραμμῆς τινος ὥσπερ οἱ γεωμέτραι, γράψαντα δύʼ ἑξῆς ὀνόματα ἐπὶ τῆς γῆς ἐξ ἴσου, τὸ μὲν Ῥώσανδρος, τὸ δὲ ἕτερον Θεόδοτος· καί πως τοῦτο Θεοδώτης ἦν ἐν τῇ γραφῇ. σαφὲς δʼ εἶναι τοῦτό γε, ὡς ἄρα ὁ Θεόδοτος ὁ ἰατρὸς τὸν θεὸν δηλοῖ, ταυτὸν οὖν δύνασθαι καὶ τὸν Ῥώσανδρον, ἐπείπερ ἴσον γε Ῥώσανδρος καὶ Θεόδοτος. τοσαῦτα μὲν περὶ τοῦ ὀνόματος ἐδήλωσε τοῦ Ῥωσάνδρου. συνέβαινε δέ μοι λαμβάνοντι μὲν τὰ προβλήματα καὶ καθισταμένῳ πρὸς τὸν ἀγῶνα ἀπορεῖσθαι καὶ μόλις ἀναφέρειν, ἐπιλείποντος τοῦ πνεύματος, προϊόντι δὲ τῶν προοιμίων ῥᾷον ἴσχειν ἤδη καὶ ἀναπνεῖν οἵῳ τε εἶναι, καὶ προϊόντος ἀεὶ τοῦ λόγου δυνάμεως ἐμπίπλασθαι μετὰ κουφότητος, καὶ συνείρειν οὕτως ὥσθʼ ἕπεσθαι μόλις τοὺς ἀκροωμένους. καὶ ἦν δὴ τὸ θέαμα κρεῖττον ἢ τὸ ἀκρόαμα γνώμην γʼ ἐμήν. ἐγένετο δὲ καὶ ἄλλοις ὀνείρατα ὑπὲρ ἐμοῦ φέροντα εἰς ταυτόν. τοῦτο μὲν Εὐάρεστος Κρὴς, τῶν ἐν φιλοσοφίᾳ διατριβόντων ἐλθὼν ἀπὸ Αἰγύπτου καθʼ ἱστορίαν τῶν περὶ τὸν θεὸν, γνώριμος καὶ συνήθης ἐμοὶ γεγονὼς ἐπὶ τῆς ἐν Αἰγύπτῳ διατριβῆς, ἔφη προστάξαι τὸν θεὸν αὑτῷ προτρέπειν ἐμὲ πρὸς τοὺς λόγους, ὡς παντὸς μᾶλλον ἐμοὶ προσήκοντος· τοῦτο δὲ Ἑρμοκράτει Ῥοδίῳ ποιητῇ μελῶν ὄναρ γίγνεται, ὡς αὐτὸς ἔφη πρὸς ἐμὲ
ὁ Ἑρμοκράτης. ἐξελελοίπειν δʼ, οἶμαι, μίαν ἢ δευτέραν τινὰ ἡμέραν, ἔπειτʼ Ἀριστείδης ἀγανακτήσει καὶ φήσει τὸν στόμαχον ἀλγεῖν, οὐκ ἐθέλων λέγειν. οὕτω μὲν ἁπανταχόθεν εἰς συνέχειαν κατέστη τὸ πρᾶγμα. συνεκρότει δὲ καὶ προὐβίβαζε πολλαχῆ τὴν δύναμιν. τῶν τε γὰρ παλαιῶν ἀνδρῶν ἐν οἷς χρὴ διατρίβειν ἔφρασε, καὶ ποιητῶν λέγω καὶ τῶν ἄλλων, καί τινων καὶ καιρὸν ἔταξε τῆς χρήσεως· καί μοι πάντες οὗτοι μετʼ ἐκείνην τὴν ἡμέραν ἑταῖροι σχεδὸν ἐφάνησαν, τοῦ θεοῦ προξενήσαντος.