Orationes 26
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
καὶ μὴν τό γε πλεῖστον καὶ πλείστου ἄξιον τῆς ἀσκήσεως ἡ τῶν ἐνυπνίων ἦν ἔφοδος καὶ ὁμιλία. πολλὰ μὲν γὰρ ἤκουσα νικῶντα καθαρότητι καὶ λαμπρῶς ἐπέκεινα τῶν παραδειγμάτων, πολλὰ δʼ αὐτὸς λέγειν ἐδόκουν κρείττω τῆς συνηθείας καὶ ἃ οὐδεπώποτε ἐνεθυμήθην· ὧν ὅσα γε ἐμνήσθην ἐν ταῖς ἀπογραφαῖς τῶν ὀνειράτων ἔστησα, ἐν οἷς ὅ τε ὑπὲρ τοῦ δρόμου λόγος λεχθείς ἐστιν, ὅτε ἐκέλευε χρῆσθαι δρόμῳ, καὶ πολλὰ ἕτερά ἐστι. καὶ ἐν τοῖς βιβλίοις ἐνέσπαρται τοῖς ἡμετέροις Ἀθηνᾶς τε ἐγκώμιον καὶ Διονύσου καὶ ἑτέροις ὡς ἕκαστόν που συμβαίνοι. πολλὰ δὲ καὶ προβλήματα ἀφίκετο καὶ ὅπως χρὴ τὸ σύμπαν μεταχειρίσασθαι παρεδείχθη, χωρὶς τῶν εἰς μνήμην διʼ ἀκριβείας ἐλθόντων ῥημάτων. ἦν δέ τις καὶ οὗτος τρόπος, φέρων εἰς ἐπίδοσιν, ὁ τῆς ἀδήλου παρασκευῆς· ἔδει γὰρ ἀναστῆναι κεκεντρωμένον εἰς λόγους καὶ παρεσκευασμένον ἐκ νυκτὸς, ὥσπερ ὅταν ἀθλητὴς προγυμνάσηται τὰ ἑωθινά. ἧκε δέ ποτε καὶ τοιοῦτον ἐπίταγμα, πλέξαι λόγον διὰ ψιλοῦ τοῦ νοῦ, καθάπερ διὰ ῥημάτων, καί μοι δῆλον ἦν ὅτι πολύνοιαν εἰσηγοῖτο ὁ θεός. ὅτι δʼ οὖν ἡ τῶν λόγων ἕξις ἡμῖν σὺν αὐτῷ γʼ εἰρῆσθαι, εἰ τὰ μάλιστα καὶ πρόσθεν μὴ σφόδρα εὐκαταφρόνητος ἦν, ἑτέρα τις ἐξ
ἑτέρας ἐγένετο αὐτοί τε σύνισμεν καὶ ὑπὸ τῶν εἰδότων γνωρίζεται. καὶ δὴ Πάρδαλός ποτε ἐκεῖνος, ὃν ἐγὼ φαίην ἂν ἄκρον τῶν ἐφʼ ἡμῶν Ἑλλήνων γενέσθαι γνῶναι λόγους, ἐτόλμησεν εἰπεῖν πρὸς ἐμὲ καὶ διισχυρίσασθαι, ἦ μὴν νομίζειν τύχης συνηθείᾳ συμβῆναί μοι τὴν νόσον, ὅπως τῷ θεῷ συγγενόμενος ἐπιδοίην ταύτην τὴν ἐπίδοσιν. ὅσα δὲ ἄλλα ἢ ʼκεῖνος εἰώθει φθέγγεσθαι κοσμῶν τοὺς ἡμετέρους λόγους, ἢ τῶν ἄλλων πρεσβυτῶν οἱ βέλτιστοι καὶ γνωριμώτατοι κατʼ ἐκείνους τοὺς χρόνους, ἔξω τῆς τε ὑποθέσεως καὶ ἅμα τῆς γνώμης τῆς ἐμῆς λέγειν ἐστίν. ἀλλʼ ὄναρ εἰπεῖν βούλομαι. ἐν χωρίῳ μὲν ἐδόκουν εἶναι οὗπερ ἐτράφην, παρεῖναι δὲ Ῥουφῖνον, οὗ τὰ μεγάλα ἀναθήματα καὶ νεὼς ὁ πολυειδής· καὶ δῆτα τά τε ἄλλα χαίρειν αὐτόν μοι διαφερόντως καὶ φάναι εἰς τὸ μέσον ποῦ νῦν ἂν ἦν εἰ περιῆν ὁ δεῖνα ὁ μελετητής. οὕτω γὰρ εἰπεῖντῷ ῥήματι, τὸν κορυφαῖον δὴ λέγοντα τῶν ἐφʼ ἡμῶν. καὶ αὐτὸς συνεὶς εἰπεῖν πρὸς τουτονὶ Βάσσον, ὁρᾷς οἷα ὁ θεὸς περὶ ἐμοῦ λέγει, οὗτος ὁ Ῥουφῖνος δή; ἐκέλευε δὲ καὶ συντιθέναι λόγους, οὐ μόνον ἐκ τοῦ παραχρῆμα ἀγωνίζεσθαι, καὶ προσέτι γε ἐκμανθάνειν ἔστιν ὅτε κατὰ ῥῆμα. καί μοι τὸ πρᾶγμα πολλὴν παρεῖχε τὴν ἀπορίαν, οὐδὲν τῶν ὕστερον οὔτʼ ἐνθυμηθῆναι δή που δυναμένῳ οὔτε πιστεῦσαι τί ποτʼ αὐτῷ βούλεται ταῦτα. πάνυ γοῦν ἐν τούτοις ἐμοὶ ** ποῦ δὲ ἔξεστι σχολάσαι, τοσοῦτον σωθῆναι πρότερον ἦν· τῷ δὲ, ὡς ἔοικεν, ἅμα μὲν σοφίσματα ταῦτʼ ἦν εἰς τὰ παρόντα, ἅμα δʼ ἐδόκει τι κρεῖττον αὐτῷ ἢ σῶσαι μόνον. ἔσωζεν οὖν διὰ πλείονος ἀξιῶν ἢ ὅσου περ ἦν τὸ σωθῆναι. καὶ δὴ καὶ ὀδόντας ἀλγῶν ποτε ἔτυχον καὶ οὔτε διᾶραι τὸ στόμα οἷός τʼ ἦν, ἀπορίᾳ τε εἰχόμην δεινῇ· ὁ δὲ προστάττει τῶν λόγων τινὰ ἀναγνῶναι
τῶν πεποιημένων μοι τοῖς φίλοις ἐπαγγείλαντα συνουσίαν. εἶχον δὲ τότʼ ἐν χερσὶ τὸν τρίτον τῶν εἰς αὐτὸν λόγων· τοῦτον ἀνέγνων διὰ τέλους, καὶ πρὶν ἅπαντα διελθεῖν, τῆς ὀδύνης ἀπαλλάγμην. ἐνῆγε δέ με καὶ πρὸς τὴν τῶν μελῶν ποίησιν. ἀρχὴ μὲν οὖν τις ἐγένετο ἐν Ῥώμῃ ἐξ Ἀπόλλωνος. ἦλθε γάρ μοι ἐνύπνιον φράζον τόν τε Παιᾶνα ὡς δέον ποιῆσαι τῷ θεῷ καὶ ἅμα τὴν ἀρχὴν αὐτοῦ, καὶ εἶχεν οὕτω πως, Φορμίγγων ἄνακτα Παιᾶνα κληίσω. ἠπόρησα μὲν δὴ ὅ τι χρήσομαι, διὰ τὸ μήπω πρόσθεν ἐμαυτοῦ πεῖραν ἐσχηκέναι περὶ ταῦτα· ἀλλʼ ἐδόκουν παντελῶς ἔχειν ἀδυνάτως, ὅμως δʼ ἐνεχείρησα καὶ τῆς ἀρχῆς οἷον ἐπὶ βάθρας ἐχόμενος ἐπέρανα τὸ ᾆσμα ἐν δυοῖν στροφαῖν, καὶ τρίτην, οἶμαι, τινὰ ἐπήγαγον, ἣν καλοῦσιν οἱ γραμματικοί μοι δοκεῖν ἐπῳδόν. καὶ ἄρτι τε ἀπείργαστο τὸ ᾆσμα καὶ προσαγγέλλει μοί τις ἑορτὴν Ἀπόλλωνος εἶναι, Ἀπολλώνια, ἐν ᾗ τὴν ἱπποδρομίαν Ῥωμαῖοι ποιοῦσι τῷ θεῷ.τοῦτο μὲν δὴ τοιοῦτον ἐγένετο. καὶ τύχῃ δή τινι θείᾳ ὡς ἀνεκομιζόμεθα ἐκ τῆς Ἑλλάδος συμβάντος χειμῶνος, πρῶτον μὲν εἰς Δῆλον, ἔπειτα εἰς Μίλητον ἀπεσώθημεν, ἀμφοτέρας ἱερὰς Ἀπόλλωνος. ἄξιον δὲ καὶ τοῦτο