Orationes 26
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
φήμης καὶ τύχης. καὶ χρόνοις δὴ ὕστερον ἡ λοιμώδης ἐκείνη συνέβη νόσος, ἧς ὅ τε σωτὴρ καὶ ἡ δέσποινα Ἀθηνᾶ περιφανῶς ἐρρύσαντό με. καὶ ἓξ μῆνας μέν τινας θαυμαστῶς ὡς τὸ μετὰ τοῦτο διήγαγον· ἔπειτα ἡ ξηρότης πολλὴ ξυνέβη καὶ ἕτερα ἠνώχλησεν· ἃ πάντα ὁ θεὸς καθίστη τε καὶ σὺν αὐτῷ γε εἰρῆσθαι καθίστησι ταῖς ἐφημέροις διαίταις καὶ προρρήσεσι. τότε δʼ οὖν ὡς ἐπανῆλθον ἀπὸ τοῦ Αἰσήπου, εὐθὺς μὲν προσιόντος ἐγίγνοντο φῆμαι καὶ παιδίων καὶ ἄλλων ἀγαθαὶ καὶ παίζοντα ἐν αὐτοῖς ἐβόα, καλῶς κυρίῳ. καὶ ἡ τροφὸς εὐθὺς ἀνειστήκει καὶ ἀπήντα καὶ ἔρρωτο καὶ ἦν ἅπερ εἰκὸς ἐν τοῖς τοιούτοις. ἔπειτα κελεύει ὁ θεὸς ὡς δεῖ ἀντὶ τοῦ κατορυχθῆναι ἐπαμήσασθαι τῆς λευκῆς γῆς, τὸν ἐν παλαίστρᾳ δὴ τρόπον, βεβαιότητος οὕνεκα καὶ ὡς εἴη τρόπον τινὰ καὶ τοῦτο ἐκπεπληρωμένον· ἔτι δὲ λούσασθαι ψυχρῷ, τὸ δʼ ἦν ἄρα
χιόνι λούσασθαι· οὕτω πάντα κατεῖχεν ἡ χιὼν, καὶ ἔδαφος καὶ δένδρα καὶ κρήνας. καὶ δῆλον δὴ ὅτι καὶ ταῦτα ὑπηκούομεν ἀσμένως.τοιαῦτα μὲν κατὰ τὴν πορείαν τὴν ἐπʼ Αἴσηπον καὶ τὴν ἐκεῖθεν αὖθις ἀναστροφήν. ἦν δὲ ἡγεμὼν τῆς Ἀσίας τότε ἀνὴρ καὶ μάλα τῶν γνωρίμων Σεβῆρος τῶν ἀπὸ τῆς ἄνωθεν Φρυγίας· περὶ ὃν θαυμαστὰ ἐπράχθη τῷ θεῷ, διαφέροντα ἐμοί· περὶ ὧν ἴσως ἐφεξῆς ἂν εἴη λέγειν. τὸ μὲν οὖν πρῶτον, ὥσπερ ἔφην, οὕτω παρέστη μοι διελθεῖν εὐθὺς τοὺς περὶ τοῦτο εὐεργεσίας. ἔπειτʼ ἔδοξεν ἀνελθεῖν ἐπὶ τοὺς ἄνω χρόνους καὶ τὰς ἄλλας προδιηγήσασθαι παρὰ τοῦ θεοῦ τιμὰς εἰς τὸ δυνατόν· πρῶτον μὲν τὰς εἰς τοὺς λόγους γενομένας καὶ ὅσαι τοιαῦται, ἔπειτα τὰς ἐπὶ τῶν πράξεων τῶν κατὰ τὰς ἡγεμονίας. ἔπειθʼ ὅταν συμβαίνῃ κἀκ τῶν χρόνων, ὅρος τις κείσεται τοῦ προτέρου λόγου, πρὸς ὃν τὰ λοιπὰ συνάπτειν δεήσει. ἐνιαυτὸν μὲν γὰρ μάλιστα τὸν πρῶτον τῆς ἀσθενείας ἐξέλιπον τὴν περὶ τοὺς λόγους διατριβὴν, οἷα ἐν τοσούτοις τε καὶ τοιούτοις πράγμασι τοῦ σώματος, καὶ ἅμα ἀπηλγήκειν. καθημένῳ δέ μοι ἤδη ἐν Περγάμῳ κατὰ τὴν κλῆσίν τε καὶ ἱκετείαν γίγνεται παρὰ τοῦ θεοῦ πρόσταγμα
καὶ παράκλησις, μὴ προλιπεῖν τοὺς λόγους. ὅ τι μὲν δὴ πρῶτον τῶν ὀνειράτων ἀφίκετο, ἢ πῶς ἕκαστον ἔχον τοῖς ἅπασιν, ἀμήχανον εἰπεῖν ὑπὸ πλήθους ἐτῶν. ἦν δʼ οὖν ἐκεῖνά τε τῶν παρακλητικῶν, σοὶ πρέπουσι λόγοι σὺν Σωκράτει καὶ Δημοσθένει καὶ Θουκυδίδῃ κατὰ πρώτας εὐθὺς γενόμενα. καὶ δὴ καὶ τῶν ὑπὲρ ἡμᾶς τοῖς χρόνοις ἐνδόξων ἐδείχθη τις, ὡς ἂν μάλιστα ἐκινήθην εἰπεῖν. καὶ
τό γε σφόδρα πρῶτον ἀπάρξασθαί με ἐκέλευεν ἑαυτῷ προσελθόντα εἰς τὴν στοὰν τοῦ ἱεροῦ τὴν πρὸς τῷ θεάτρῳ τῶν αὐτοσχεδίων δὴ τούτων λόγων καὶ ἀγωνιστικῶν· καὶ συνέβη οὑτωσί. θεωρία τις ἦν ἐν τῇ πόλει πάνυ λαμπρὰ, ἢ ταύρων θήρα μοι δοκεῖν, ἤ τι τοιοῦτον. οἵ τε οὖν ἐκ τοῦ ἱεροῦ καταδεδραμήκεσαν πάντες ἥ τε πόλις περὶ ταῦτα εἶχε. καταλελείμμεθα δὲ ἐν τῷ ἱερῷ τῶν γνωριμωτέρων θεραπευτῶν δύο, ἐγώ τε καὶ Νικαεὺς, ἀνὴρ τῶν ἐστρατηγηκότων Ῥωμαίοις, Σηδᾶτος ὄνομα, τὸ δʼ ἀρχαῖον Θεόφιλος. καθήμεθα οὖν ἐν Ὑγιείας, οὗ ὁ Τελεσφόρος, καὶ διεπυνθανόμεθα ἀλλήλων ὥσπερ εἰώθειμεν εἴ τι καινότερον εἴη παρηγγελκὼς ὁ θεός· καὶ γάρ πως ἔστιν ἃ καὶ παραπλήσια ἐκάμνομεν. ἔφην οὖν ἐγὼ μὴ ἔχειν ὅ τι χρήσομαι, προστετάχθαι γάρ μοι ἴσα καὶ πέτεσθαι, μελέτην λόγων ἀναπνεῖν οὐ δυναμένῳ, καὶ ταύτην ἐνταυθοῖ· λέγων αὐτῷ τὴν στοὰν καὶ τὸ ὄναρ διηγοῦμαι. καὶ ὃς ἀκούσας, τί οὖν, ἔφη, ποιήσεις, καὶ πῶς ἔχεις; τί δʼ ἄλλο γε, ἔφην, ἢ ἅπερ δυνατὸν, ταῦτα ποιήσω, περιβαλλόμενος θοἰμάτιον, στὰς οὑτωσὶ, τὸ πρόβλημα ἀποσημήνας αὐτὸς πρὸς ἐμαυτὸν, καὶ μίκρʼ ἄττα ὑπαρξάμενος εἶτʼ ἀπαλλάξομαι, καὶ οὕτως ἀφωσίωταί μοι; μηδαμῶς, ἔφη, μὴ οὕτως. ἀλλʼ ἐμέ τʼ ἀκροατὴν ἔχεις τουτονὶ καὶ ἀγώνισαι πάσῃ προθυμίᾳ· δυνάμεως δὲ μελήσει τῷ θεῷ. τί οἶσθα εἰ καὶ εἰς πλέον φέρει τὸ ὄναρ; καὶ ἅμα διηγεῖταί μοι ἔργον τοῦ θεοῦ θαυμαστὸν, ὥς τινι κάμνοντι προστάξας οὕτω διαγωνίσασθαι συμβάντος ἱδρῶτος διʼ ἀγωνίαν λύσειε τὸ