Orationes 26
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ἔτει δεκάτῳ περιήκοντι τῆς ἀσθενείας ἐπελθὸν φάσμα ἔλεγε τοιάδε, ἐγὼ τὴν αὐτὴν νόσον νοσήσας περιιόντι τῷ δεκάτῳ ἔτει, βουλομένου τοῦ Ἀσκληπιοῦ πορευθεὶς ἐπὶ τοὺς τόπους, ἐν οἷς ἡ νόσος ἤρξατο συλλέγεσθαι, ἀπηλλάγην. τοιαῦτʼ ἦν τὰ λεχθέντα καὶ ἐδόκει γεγράφθαι· διήγομεν δὴ καὶ τότε περὶ τὸ ἱερὸν τοῦ Διὸς τοῦ Ὀλυμπίου. χειμὼν δʼ ἦν ὀλίγον μετὰ τροπὰς, ὁ δʼ ἀὴρ ἤπιος. χρησθέντων δὲ τούτων ἦν οἷον εἰκὸς χαρά τε καὶ ὁρμὴ θαυμαστὴ πρὸς τὴν ἔξοδον. ἀπέχει δὲ ὁ Αἴσηπός τε καὶ τὰ ἐπʼ αὐτῷ θερμὰ ὕδατα δυοῖν ἡμερῶν ὁδὸν τοῦ περὶ τὸ ἱερὸν τόπου τούτου. καί μοι τὸ σῶμα ἐκεῖ πρῶτον ὑπώλισθε, χειμῶνος ὥρᾳ ψυγὲν, ὑσθέντι λαμπρῶς ἐπὶ λουτροῖς πολλοῖς, ἑσπέρας ἤδη πρὸς τὸ χωρίον καὶ τὴν ἔπαυλιν ἀπελαύνοντι τὴν ἐμαυτοῦ πλησίον οὖσαν, ὥς γʼ οὑτωσὶ φάναι. πρὸς μέντοι τὸν παρόντα καιρὸν καὶ ἀφʼ ὧν ἐπανῄειν καὶ πλείω ἦν τοῦ δέοντος καὶ τούτοις δὴ ἐπιγίγνεται ἡ εἰς Ἰταλίαν δυσχερὴς ἔξοδος ὀλίγαις ὕστερον ἡμέραις. ταῦτα μὲν δὴ προεγεγόνει πρότερον ἔτει δεκάτῳ· τότε δʼ ὡς εἰς θεωρίαν ἐστελλόμεθα ὑπʼ εὐθυμίας αἰθρίας τε οὔσης θαυμαστῆς καὶ τῆς ὁδοῦ δεχομένης. ἔστι δὲ Ποιμανηνὸς χωρίον τῆς Μυσίας καὶ ἐν αὐτῷ ἱερὸν
Ἀσκληπιοῦ ἅγιόν τε καὶ ὀνομαστὸν, ἐνταῦθα ἐτελέσαμεν σταδίους ἑξήκοντα μάλιστα καὶ ἑκατόν· καὶ τούτων τοὺς ἑξήκοντα σχεδὸν νυκτὸς, ἅτε καὶ προηκούσης τῆς ἡμέρας κινηθέντες, καί τινι καὶ πηλῷ περὶ τοῦτον ἤδη τὸν τόπον ἐνετύχομεν ἐξ ὄμβρων προτέρων οὐ ῥᾳδίῳ διεξελθεῖν· ἡ δὲ πορεία ἐγίγνετο ὑπὸ λαμπάδων. ἐνταῦθα δὴ παντελῶς οἱονεὶ καθιερώμην τε καὶ εἰχόμην, καί μοι πολλὰ μὲν εἰςαὐτὸν τὸν σωτῆρα ἐποιήθη μέλη, ὡς ἔτυχον καθήμενος ἐπὶ τοῦ ζεύγους· πολλὰ δὲ εἴς τε τὸν Αἴσηπον καὶ Νύμφας καὶ τὴν Θερμαίαν Ἄρτεμιν, ἣ τὰς πηγὰς τὰς θερμὰς ἔχει, δοῦναι λύσιν ἁπάντων ἤδη τῶν δυσχερῶν, καὶ καταστῆσαι πάλιν εἰς τὸ ἐξ ἀρχῆς.
ὡς δὲ ἐγενόμην ἐν τῷ Ποιμανηνῷ, χρηματίζει τε ὁ θεὸς καὶ ἐπίσχει τινὰς ἡμέρας· καὶ καθαίρει τὴν ἄνω, καὶ σχεδὸν οὐκ εἰσάπαξ. καὶ γίγνεται ὄναρ ἀνθρώπῳ γεωργῷ, ὃς ἐμὲ οὐκ ᾔδει πω, πλὴν ὅσον ἤκουεν· ἐδόκει τινὰ αὑτῷ λέγειν ὅτι Ἀριστείδης ἐχίδνης κεφαλὴν ἐξεμημεκὼς εἴη. ταύτην δὲ ἰδὼν τὴν ὄψιν φράζει τῶν ἐμῶν τινὶ, ὁ δʼ ἐμοί. καὶ τοῦτο μὲν δὴ τοιοῦτον. ὡς δʼ ἀπέπεμπεν ἐπὶ τὸν Αἴσηπον, λουτρῶν μὲν ἐκείνων αὐτόθεν προσέταξεν ἀπέχεσθαι, τὴν δʼ ἄλλην δίαιταν ἔφραζεν ἐφʼ ἡμέρᾳ. κἀνταῦθα δὴ καθαρμοί τε ἐγίγνοντο ἐπὶ τοῦ ποταμοῦ ὑπὸ σπονδῶν καὶ καθάρσεις οἴκοι διʼ ἐμέτου. καὶ τριῶν ἢ τεττάρων ἡμερῶν διαγενομένων γίγνεται φωνὴ διʼ ὀνείρατος, ὅτι πέρας τε ἔχοι καὶ ἐπανήκειν δεῖ. ἦν οὖν οὐ μόνον τελετῇ τινι ἐοικὸς, οὕτω θείων τε καὶ παραδόξων τῶν δρωμένων ὄντων, ἀλλὰ καὶ συνέπιπτέ τι
θαυμαστὸν ἀηθείᾳ, ἅμα μὲν γὰρ ἦν εὐθυμεῖσθαι, χαίρειν, ἐν εὐκόλοις εἶναι καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος, ἅμα θʼ οἷον ἀπιστεῖν εἴ ποτε ταύτην ἰδεῖν ἐξέσται τὴν ἡμέραν, ἐν ᾗ τις ἐλεύθερον αὑτὸν τῶν τοσούτων πραγμάτων ὄψεται, πρὸς δὲ καὶ δεδιέναι μή πού τι τῶν εἰωθότων αὖθις συμβὰν λυμήνηται ταῖς περὶ τῶν ὅλων ἐλπίσι. κατεσκεύαστο μὲν οὕτω τὰ τῆς γνώμης καὶ μετὰ τοιαύτης ἡδονῆς ἅμα καὶ ἀγωνίας ἡ ἀναχώρησις ἐγίγνετο· θεῶν δὲ οὕτω διδόντων ἐγένετο ἀπὸ τούτων ἤδη τῶν χρόνων μεταβολὴ περὶ πᾶν τὸ σῶμα καὶ τὴν δίαιταν σαφὴς, καὶ τόν τε ἀέρα ὑπῆρξε μᾶλλον φέρειν καὶ ὁδοιπορεῖν ἐπιεικῶς οὐδὲν ἔλαττον τῶν πρὸς ὑπερβολὴν ἐρρωμένων. καὶ τῶν σκεπασμάτων τὰ περιττὰ ἀφῃρέθη, οἵ τε ἀνώνυμοι κατάρροι καὶ σφάκελοι περὶ τὰς φλέβας καὶ τὰ νεῦρα ἀπεπαύσαντο. τροφὴ δέ πως ἤδη διῳκεῖτο καὶ ἀγῶνας ἐντελεῖς ἠγωνιζόμεθα οἴκοι τε κἀν τοῖς δημοσίοις. καὶ δὴ καὶ πόλεις εἰσήλθομεν ἡγουμένου τοῦ θεοῦ μετὰ τῆς ἀγαθῆς