Orationes 14
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
συμμάχων, ὅσῳ οἱ μὲν καθʼ ἑαυτοὺς ἕκαστοι ἀπεχώρουν, οἱ δὲ κοινὴν ἀπόστασιν ἐξ ὧν ἔπραττον εἰσηγοῦντο. οὕτω τότε ἀρχῆς οὔπω τάξις ἦν, οὐδʼ εἰδότες αὐτὴν ἐδίωκον, ἀλλὰ καὶ περὶ μικρὰ καὶ οἷον ἐσχατιὰς καὶ κλήρους ἔχοντες οὐκ ἠδυνήθησαν οὐδʼ αὐτὰ ταῦτα διασώσασθαι διὰ τὴν τοῦ ἄρχειν ἀπειρίαν τε καὶ ἀδυναμίαν, οὔτε φιλανθρώπως ἄγοντες τὰς πόλεις οὔτʼ ἐγκρατῶς ἔχειν δυνάμενοι, βαρεῖς ἅμα καὶ ἀσθενεῖς ὄντες. τελευταῖον δʼ οὖν γυμνωθέντες κατὰ τὸν Αἰσώπου κολοιὸν μόνοι πρὸς ἅπαντας ἐμάχοντο.
τοῦτο μέντοι τὸ τοὺς πρόσθεν ἅπαντας ὡς εἰπεῖν ἀνθρώπους διαφυγὸν ὑμῖν ἐτηρήθη μόνοις εὑρεῖν τε καὶ τελεώσασθαι· καὶ θαυμαστὸν οὐδέν. ὥσπερ γὰρ τῶν ἄλλων πραγμάτων ἐπὶ ταῖς ὕλαις ἀπαντῶσιν αἱ τέχναι, οὕτως ὅτε ἀρχὴ μεγίστη καὶ δύναμις διαφέρουσα συνέστη, τότʼ ἐπʼ αὐτῇ καὶ ἡ τέχνη συνετέθη τε καὶ συνεισῆλθε, καὶ ἄμφω δὴ διʼ ἀλλήλων ἐκρατύνθη. διὰ μὲν τὸ τῆς ἀρχῆς μέγεθος καὶ ἡ ἐμπειρία ἀναγκαίως περιεγένετο, διὰ δʼ αὖ τὸ ἄρχειν εἰδέναι δικαίως ἅμα καὶ εἰκότως ηὔξησεν ἡ ἀρχή. τοῦτο δὴ καὶ πολὺ μάλιστα πάντων ἄξιον ἰδεῖν καὶ θαυμάσαι, τὴν περὶ τὴν πόλιν αἰτίαν καὶ τὴν τῆς διανοίας
μεγαλοπρέπειαν, ὡς οὐδὲν ἐοικὸς αὐτῇ τῶν πάντων. διελόντες γὰρ δύο μέρη πάντας τοὺς ἐπὶ τῆς ἀρχῆς, τοῦτο δʼ εἰπὼν ἅπασαν εἴρηκα τὴν οἰκουμένην, τὸ μὲν χαριέστερόν τε καὶ γενναιότερον καὶ δυνατώτερον πανταχοῦ πολιτικὸν ἢ καὶ ὁμόφυλον πᾶν ἀπεδώκατε, τὸ δὲ λοιπὸν ὑπήκοόν τε καὶ ἀρχόμενον. καὶ οὔτε θάλαττα διείργει τὸ μὴ εἶναι πολίτην οὔτε πλῆθος τὰς ἐν μέσῳ χώρας, οὐδʼ Ἀσία καὶ Εὐρώπη διῄρηται ἐνταῦθα· πρόκειται δʼ ἐν μέσῳ πᾶσι πάντα· ξένος δʼ οὐδεὶς ὅστις ἀρχῆς ἢ πίστεως ἄξιος, ἀλλὰ καθέστηκε κοινὴ τῆς γῆς δημοκρατία ὑφʼ ἑνὶ τῷ ἀρίστῳ ἄρχοντι καὶ κοσμητῇ, καὶ πάντες ὥσπερ εἰς κοινὴνἀγορὰν συνίασι τευξόμενοι τῆς ἀξίας ἕκαστοι. ὅπερ δὲ πόλις τοῖς αὑτῆς ὁρίοις καὶ χώραις ἐστὶ, τοῦθʼ ἥδε ἡ πόλις τῆς ἁπάσης οἰκουμένης, ὥσπερ αὖ τῆς χώρας ἄστυ κοινὸν ἀποδεδειγμένη. φαίης ἂν περιοίκους ἅπαντας
ἢ κατὰ δῆμον οἰκοῦντας ἄλλον χῶρον εἰς μίαν ταύτην ἀκρόπολιν συνέρχεσθαι, ἡ δὲ οὐδεπώποτε ἀπεῖπεν, ἀλλʼ ὥσπερ τὸ τῆς γῆς ἔδαφος φέρει πάντας, οὕτω καὶ ἥδε δέχεται μὲν τοὺς ἐξ ἁπάσης γῆς, ὥσπερ τοὺς ποταμοὺς θάλαττα. κοινὸν δʼ αὐτῇ καὶ τοῦτο πρὸς τὴν θάλαττάν ἐστιν· οὔτε γὰρ ἐκείνη μείζων ὑπὸ τῆς ἐμβολῆς τῶν ποταμῶν γίγνεται, ὡς συνειμαρμένου τούτου σὺν αὐτοῖς εἰς ῥοῦν αὐτὴν ἔχειν τὸ μέγεθος, καὶ τῇδε ὑπὸ μεγέθους οὐδὲν ἐπίδηλον. ὥσπερ δὲ οἱ τοῖς κόλποις δεχόμενοι πάντα οὕτως κρύψασα ἔχει ἐξιόντων καὶ εἰσιόντων, ἴση οὖσά τε καὶ φαινομένη.καὶ τοῦτο μὲν δὴ τοῦ λόγου ὑπενεγκόντος οὕτω παρεφθέγχθω. ὅπερ δὲ ἐλέγομεν, μεγάλοι μεγάλως ἐμετρήσατε τὴν πόλιν, καὶ οὐκ ἀποσεμνυνάμενοι τούτῳ θαυμαστὴν ἐποιήσατε, τῷ μηδενὶ τῶν ἄλλων αὐτῆς μεταδιδόναι, ἀλλὰ τὸ πλήρωμα αὐτῆς ἄξιον ἐζητήσατε, καὶ τὸ Ῥωμαῖον εἶναι ἐποιήσατε οὐ πόλεως, ἀλλὰ γένους ὄνομα κοινοῦ τινος, καὶ τούτου οὐχ ἑνὸς τῶν πάντων, ἀλλʼ ἀντιρρόπου πᾶσι τοῖς λοιποῖς. οὐ γὰρ εἰς Ἕλληνας καὶ βαρβάρους
διαιρεῖτε νῦν τὰ γένη, οὐδὲ γελοίαν τὴν διαίρεσιν ἀπεφήνατε αὐτοῖς πολυανθρωποτέραν τὴν πόλιν παρεχόμενοι ἢ κατὰ πᾶν, ὡς εἰπεῖν, τὸ Ἑλληνικὸν φῦλον, ἀλλʼ εἰς Ῥωμαίους τε καὶ οὐ Ῥωμαίους ἀντιδιείλετε, ἐπὶ τοσοῦτον ἐξηγάγετε τὸ τῆς πόλεως ὄνομα. τούτων δὲ οὕτω διῃρημένων πολλοὶ μὲν ἐν ἑκάστῃ πόλει πολῖται ὑμέτεροι οὐχ ἧττον ἢ τῶν ὁμοφύλων, οὐδʼ ἰδόντες πω τινὲς αὐτῶν τὴν πόλιν, φρουρῶν δὲ οὐδὲν δεῖ τὰς ἀκροπόλεις ἐχόντων, ἀλλʼ οἱ ἑκασταχόθενμέγιστοι καὶ δυνατώτατοι τὰς ἑαυτῶν πατρίδας ὑμῖν φυλάττουσι· καὶ διπλῇ τὰς πόλεις ἔχετε, ἐνθένδε τε καὶ παρʼ αὐτῶν ἑκάστας. φθόνος δὲ οὐδεὶς ἐπιβαίνει τῆς ἀρχῆς· αὐτοὶ γὰρ ὑπήρξατε τοῦ μὴ φθονεῖν, ἅπαντα εἰς τὸ μέσον καταθέντες καὶ παρασχόντες τοῖς δυναμένοις μὴ ἄρχεσθαι μᾶλλον ἢ ἄρχειν ἐν τῷ μέρει. οὐ τοίνυν οὐδὲ μῖσος ἐκ τῶν ἀπολειπομένων ὕπεισι· διὰ γὰρ τὸ κοινὴν εἶναι τὴν πολιτείαν καὶ οἷον πόλεως μιᾶς, εἰκότως οὐχ ὡς ἀλλοτρίων, ἀλλʼ ὡς οἰκείων ἄρχοντες ἄρχουσιν. ἔτι δὲ καὶ μέτεστιν αὐτῇ πᾶσιν ἄδεια τοῖς πλήθεσιν ἐκ τῶν παρʼ αὐτοῖς δυνατῶν, ἡ παρʼ ὑμῶν ἐπʼ αὐτοὺς, ἐάν τι τολμῶσι παρακινεῖν, εὐθὺς ἥξουσα ὀργή τε καὶ τιμωρία· οὕτω καὶ πένησι καὶ πλουσίοις εἰκότως τὰ παρόντα καὶ ἀρέσκει καὶ συμφέρει, καὶ ἄλλως οὐ λέλειπται ζῆν· καὶ γέγονε μία ἁρμονία πολιτείας ἅπαντας συγκεκλεικυῖα. καὶ τὸ πρόσθεν δοκοῦν οὐ δυνατὸν εἶναι συμβῆναι συνῆλθεν ἐφʼ ὑμῶν, κράτος
ἀρχῆς ἅμα καὶ φιλανθρωπίας, καὶ μεγάλης γε, καὶ οὐκ ἐνὸν ἄρχειν ἐγκρατεῖς. οὕτω δὴ καθαραὶ μὲν φρουρῶν πόλεις, μόραι δὲ καὶ ἶλαι ἀποχρῶσιν ἐθνῶν ὅλων εἶναι φυλακὴ, καὶ οὐδʼ αὐταὶ κατὰ τὰς πόλεις ἑκάστῳ τῶν γενῶν πολλαὶ ἱδρυμέναι, ἀλλʼ ἐν ἀριθμῷ τῶν ἄλλων ἐνεσπαρμέναι ταῖς χώραις· ὥστε πολλὰ τῶν ἐθνῶν ἀγνοεῖν ὅπου ποτʼ ἐστὶν αὐτοῖς ἡ φρουρά. εἰ δέ που πόλις διʼ ὑπερβολὴν μεγέθους ὑπερῆρκε τὸ δύνασθαι σωφρονεῖν καθʼ αὑτὴν, οὐδὲ τούτοις ἐφθονήσατε τῶν ἐπιστησομένων τε καὶ διαφυλαξόντων. καὶ γάρ τοι ἥδιον μὲν ὑμῖν ἅπαντες ἀποπέμπουσι τοὺς φόρους ἢ παρʼ ἄλλων ἄν τινες αὐτῶν λαμβάνοιεν· εἰκότως. ἄρχειν μὲν γὰρ οἷς μὴ δύναμις οὐ σωτήριον, ἄρχεσθαι δʼ ὑπὸ τῶν κρειττόνων ὁ δεύτερος, φασὶ, πλοῦς, ὑπὸ δὲ ὑμῶν νῦν καὶ πρῶτος ἀπεφάνθη. ἅπαντες οὖν ἀπρὶξ ἔχονται καὶ οὐ πρότερον ἀξιώσαιεν ἂν ἀποστῆναι ἢ οἱ πλέοντες ἂν τοῦκυβερνήτου· ἀλλʼ οἷον αἱ νυκτερίδες ἐν τοῖς ἄντροις ἀλλήλων τε καὶ λίθων ἔχονται προσπεφυκυῖαι, οὕτως ὑμῶν ἅπαντες ἐξήρτηνται σὺν πολλῷ φόβῳ καὶ προνοίᾳ μή τις ἀποπέσοι τούτου τοῦ ὁρμαθοῦ· καὶ πρότερον ἂν δείσαιεν μὴ ὑφʼ ὑμῶν καταλειφθῶσιν ἢ ὑμᾶς ἂν αὐτοὶ καταλίποιεν. ἀντὶ δὲ ἀμφισβητήσεως ἀρχῆς τε καὶ πρωτείων, ὑφʼ ὧν ἅπαντες οἱ πρότερον συνερρήγνυντο πόλεμοι, οἱ μὲν ὥσπερ ὕδωρ ἀψοφητὶ ῥέον ἥδιστα ἡσυχάζουσιν, ἄσμενοι πόνων παυσάμενοι καὶ κακῶν, μετεγνωκότες ὡς ἄρα ἄλλως ἐσκιαμάχουν, οἱ δʼ οὐδʼ ἥν ποτε ἦρξαν ἴσασιν οὐδʼ ἀναμιμνήσκονται, ἀλλʼ ἀτεχνῶς κατὰ τὸν Παμφύλου μῦθον, εἰ δὲ μὴ, Πλάτωνος, οἷον ἐπὶ τῇ πυρᾷ ἤδη κείμεναι αἱ πόλεις ὑπὸ τῆς πρὸς ἀλλήλας ἔριδος καὶ ταραχῆς ἀθρόαν ἐδέξαντο τὴν ἡγεμονίαν καὶ ἐξαίφνης ἀνεβίωσαν. ὅπως δὲ εἰς τοῦτο ἀφίκοντο οὐκ ἔχουσιν εἰπεῖν, οὐδʼ ἴσασιν οὐδὲν πλὴν τὰ παρόντα θαυμάζειν, ἀλλὰ πεπόνθασιν οἷον οἱ ἀφυπνισθέντες καὶ ἀντὶ τῶν ὀνειράτων ὧν ἀρτίως ἑώρων ἐξαίφνης ταῦτα παριδόντες καὶ ἐν αὐτοῖς γενόμενοι. πόλεμοι δὲ οὐδʼ εἰ πώποτε ἐγένοντο ἔτι πιστεύονται, ἀλλʼ ἐν ἄλλως μύθων τάξει τοῖς πολλοῖς ἀκούονται, εἰ δέ που καὶ συμπλακεῖεν ἐπʼ ἐσχατιαῖς, οἷα εἰκὸς
ἐν ἀρχῇ μεγάλῃ καὶ ἀμετρήτῳ παρανοίᾳ Γετῶν ἢ δυστυχίᾳ Λιβύων ἢ κακοδαιμονίᾳ τῶν περὶ τὴν ἐρυθρὰν θάλατταν, ἀγαθοῖς παροῦσι χρήσασθαι μὴ δυναμένων, ἀτεχνῶς ὥσπερ μῦθοι ταχέως αὐτοί τε παρῆλθον καὶ οἱ περὶ αὐτῶν λόγοι· τοσαύτη ἄρʼ ὑμῖν εἰρήνη, κἂν ᾖ πάτριον πολεμεῖν. οὐ γὰρ οἱ χθὲς σκυτοτόμοι καὶ τέκτονες τήμερον ὁπλῖται καὶ ἱππεῖς, οὐδʼ ὥσπερ ἐπὶ σκηνῆς στρατιώτης μετεσκεύασται ὃς ἀρτίως ἦν γεωργὸς, οὐδʼ οἷον ἐν οἰκίᾳ πενιχρᾷ οἱ αὐτοὶ ὀψοποιοὶ, οἰκουροῦσι, στρωννύουσιν, οὐχ οὕτως καὶ ὑμεῖς ἀνεμίξατε· οὐδὲ τοὺς ἐπʼ ἄλλων ὄντας στρατιώτας ὑπὸ τῆς χρείας γενήσεσθαι ἀνεμείνατε, οὐδʼ ἐπετρέψατε τοῖς πολεμίοις συγκαλεῖν ὑμᾶς.ἀλλὰ τὰ περὶ τὴν ὅλην ἀρχήν τε καὶ τὴν περὶ ταύτην πολιτείαν εἴρηται ὅντινʼ ἔγνωτε τρόπον καὶ ὅπως κατεστήσασθε· περὶ δὲ τοῦ μαχίμου καὶ τῶν κατὰ στρατείας νῦν καιρὸς εἰπεῖν, ὅπως αὖ καὶ τοῦτʼ ἐπενοήσατε καὶ ἥντινα τάξιν αὐτῷ ἀπέδοτε. θαυμαστὴ ἄρʼ ἦν καὶ ἡ περὶ τοῦτο σοφία καὶ παράδειγμα εἰς τὸ παντελὲς οὐκ ἔχει. μέχρι γὰρ τοῦ τὸ μάχιμον ἀποκρῖναι καὶ Αἰγύπτιοι προῆλθον καὶ ἐδόκουν τοῦτο σοφώτατον εὑρεῖν, ὅτι αὐτοῖς ἰδίᾳ ἀπὸ τῶν ἄλλων ἵδρυντο οἱ προπολεμοῦντες τῆς χώρας, ὥσπερ καὶ ἄλλα πολλὰ παρὰ τοὺς ἄλλους ἐδόκουν εἶναι, ᾗ φασιν, Αἰγύπτιοι σοφοί. τοῦτο δὲ ὑμεῖς κατὰ ταυτὸ γνόντες οὐ ταυτὸν ἐποιήσατε, ἀλλὰ τοσούτῳ κάλλιον καὶ σοφώτερον αὐτοὶ διείλεσθε, ὥστε ἐν ἐκείνῳ μὲν τῷ συντάγματι οὐκ ἦν ἴσον ἔχειν τῆς πολιτείας ἀλλήλοις, ἀλλʼ
ἦσαν ἐν τῷ χείρονι οἱ στρατευόμενοι τῶν ἡσυχαζόντων μόνοι πονοῦντες διʼ αἰῶνος, οὔκουν ἴσως οὐδὲ ἡδέως εἶχον αὐτοῖς· παρʼ ὑμῖν δὲ ἁπάντων ἐχόντων τὸ ἴσον τὸ μάχιμον δυνατὸν χωρὶς ἱδρῦσθαι. οὕτω καὶ Ἑλλήνων τόλμα καὶ Αἰγυπτίων καὶ ὅτων εἴποι τις ἂν τῆς ὑμετέρας ἡττᾶται. καὶ τοσοῦτον ὑμῶν λειπόμενοι πάντες τοῖς ὅπλοις, ἔτι τῇ γνώμῃ πλέον εἰσὶν ὀπίσω· τὸ μὲν γὰρ τοὺς ἀπὸ τῆς πόλεως στρατεύεσθαι καὶ ταλαιπωρεῖν οὐκ ἄξια τῆς ἀρχῆς καὶ τῆς παρούσης εὐδαιμονίας ἀπολαύειν εἶναι ἐνομίσατε, ξένοις δὲ οὐκ ἐπιστεύσατε· ἔδει δὲ στρατιωτῶν πρὸ τῆς ἀνάγκης. πῶς οὖν ἐποιήσατε; εὕρετε οἰκεῖον στράτευμα τῶν πολιτῶν οὐκ ἐνοχλουμένων. τοῦτο δὲ ὑμῖν ἐπόρισεν ἡ περὶ πάσης τῆς ἀρχῆς βουλὴ καὶ τὸ μηδὲν ἐκκρίνειν ξένον εἰς μηδὲν ὧν ἂν δύνηταί τε καὶ δέῃ ποιεῖν. τίς οὖν ἡ συλλογὴ καὶ τίς ὁ τρόπος; ἐλθόντες ἐπὶ πᾶσαν τὴν ὑπήκοον ἐντεῦθεν ἐσκέψασθε τοὺς λειτουργήσονταςτήνδε τὴν λειτουργίαν· καὶ ὡς εὕρετε, ὁμοῦ τῆς τε πατρίδος ἀπηλλάξατε καὶ τὴν ὑμετέραν αὐτῶν πόλιν ἀντέδοτε αὐτοῖς· ὥστε καὶ αἰσχυνθῆναι τὸ λοιπὸν αὐτοὺς
ἐκείνους γʼ ἂν εἰπεῖν, ὅθεν ἦσαν τὸ ἀρχαῖον. ποιησάμενοι δὲ πολίτας, οὕτως καὶ στρατιώτας ἐποιήσατε ὥστε τούς τε ἀπὸ τῆς πόλεως μὴ στρατεύεσθαι καὶ τοὺς στρατευομένους μηδʼ ὁτιοῦν ἧττον εἶναι πολίτας, τῆς μὲν ἀρχαίας ἀπόλιδας γεγενημένους ἅμα τῇ στρατείᾳ, τῆς δʼ ὑμετέρας πολίτας τε καὶ φρουροὺς ἀπὸ τῆς αὐτῆς ἡμέρας. καὶ πάντες τε οὕτως ἕπονται καὶ πόλις οὐδεμία δυσμεναίνει, ἀλλὰ τοσούτους γε ἀφʼ ἑκάστων ᾐτήσατε, ὅσοι μήτε τοῖς διδοῦσιν ἔμελλον ἄχθος ποιήσειν μήτε αὐτάρκεις ἔσεσθαι πλήρωμα ἑνὸς οἰκείου στρατεύματος παρασχέσθαι· ὥστε εὔνοιαν μὲν ἅπασαν ἔχειν τὰς πόλεις τοῖς ἐκπεμφθεῖσιν, ὡς κοινοῖς ἑαυτῶν, ἰδίᾳ δὲ ἑκάστῃ μηδʼ ἡντινοῦν εἶναι δύναμιν ἀπὸ τῶν αὑτῆς, μηδὲ βλέπειν ἄλλοσε τοὺς ἐξελθόντας ἢ πρὸς ὑμᾶς, διὰ τὸ πρὸς τοῦτο μόνον καλῶς συντετάχθαι. καὶ μὴν τούς γε ἐπιτηδειοτάτους ἑκασταχόθεν ἐπιλέξαντες κέρδος οὐ μικρὸν τοῦτο εὕρεσθε· οὐ γὰρ ᾤεσθε δεῖν ἐπὶ μὲν τὰς πανηγύρεις καὶ τοὺς στεφανίτας ἀγῶνας τοὺς ἄριστα πεφυκότας καὶ τοῖς σώμασι προὔχοντας ἐγκριθέντας ἀσκεῖσθαι, τοὺς δὲ τῶν μεγίστων καὶ ἀληθινῶν ἔργων ἀγωνιστὰς καὶ νικηφόρους ἐσομένους ὁπόσοις ἂν τύχῃ νικᾶν ὑπὲρ ἀρχῆς τοιαύτης, τούτους δὲ ἐπὶ καιροῦ συνελθεῖν καὶ μὴ πόρρωθεν τοὺς μεγίστους τε καὶ μάλιστα ἐπιτηδειοτάτους ἐξ ἁπάντων ἐπιλεχθέντας ἀσκεῖσθαι, ὅπως εὐθὺς ἑστῶτες ὑπερέχοιεν. τούτους δὴ ἄρα καθάραντες καὶ φυλοκρινήσαντες τὸ κοινὸν τῶν ἀρχόντων, οὐ χωρὶς ὧν εἶπον οὐδʼ ὥστε φθονεῖν ἐξεῖναι μᾶλλον τοῖς ἄλλοις τοῖς ἐπὶ τῆς πόλεως μένουσιν, ἅτε οὐκ οὖσιν ὁμοτίμοις τὸ ἀρχαῖον, ἀλλʼ ἐν τιμῆς αὐτοὺς μέρει λήψεσθαι τὴν μετουσίαν τῆς πολιτείας, οὕτως εὑρόντες τε καὶ διαθέντες αὐτοὺς ἠγάγετε ἐπὶ τὰ πέρατα τῆς ἀρχῆς, κἀνταῦθα διαστήσαντες ἄλλοις ἄλλα φυλάττειν ἀπενείματε.τοιγαροῦν καὶ ὑπὲρ τῶν τειχῶν ἐβουλεύσασθέ τε καὶ ἐπενοήσατε· νῦν γὰρ ἄξιον εἰπεῖν. οὔτε γὰρ κατὰ τὴν Λακεδαιμονίων αὐθάδειαν ἀτείχιστον ἂν προσείποις τήνδε τὴν πόλιν οὔτʼ αὖ τειχήρη κατὰ τὴν Βαβυλῶνος
λαμπρότητα, ἢ εἴ τις ἄλλη σεμνότερον ἐτειχίσθη πρότερον ἢ ὕστερον, ἀλλὰ καὶ τοῦτον τὸν τειχισμὸν παιδιὰν καὶ γυναικὸς ὡς ἀληθῶς ἔργον ἀπεφήνατε. αὐτῇ μὲν γὰρ τῇ πόλει περιβαλεῖν τὰ τείχη, οἷον ἀποκρύπτοντες αὐτὴν, ἢ φεύγοντες τοὺς ὑπηκόους, ἀγεννές τε εἶναι καὶ οὐ πρὸς τῆς ἄλλης διανοίας ἐνομίσατε, οἷον εἴ τις δεσπότης δεικνύοιτο τοὺς ἑαυτοῦ δούλους φοβούμενος. τειχῶν γε μὴν οὐκ ἠμελήσατε, ταῦτα δὲ τῇ ἀρχῇ περιεβάλετε, οὐ τῇ πόλει· καὶ ἐστήσατε ὡς πορρωτάτω λαμπρά τε καὶ ὑμῶν ἄξια, ὁρατὰ τοῖς εἴσω τοῦ κύκλου, ἡ δὲ πορεία ἐπʼ αὐτὰ, εἴ τις βούλοιτο ἰδεῖν, μηνῶν τε καὶ ἐνιαυτῶν ἀρξαμένῳ βαδίζειν ἀπὸ τῆς πόλεως. ὑπὲρ γὰρ τὸν ἐξωτάτω κύκλον τῆς οἰκουμένης ἀτεχνῶς οἷον ἐν τειχισμῷ πόλεως δεύτερον ἀγαγόντες ἕτερον εὐκαμπέστερόν τε καὶ εὐφυλακτότερον, ἐνταῦθα τείχη τε προὐβάλεσθε καὶ πόλεις ἐφορίους ἐδείμασθε, ἄλλας ἐν ἄλλοις μέρεσι πληρώσαντες οἰκητόρων, τέχνας τε ὑπουργοὺς δόντες αὐτοῖς καὶ τἄλλα κοσμήσαντες. ὥσπερ δὲ τάφρος κύκλῳ περιείργει στρατόπεδον, ὥστε οὐδὲ δέκα παρασάγγαι λογιζομένῳ τοῦ περιβόλου τούτου τὸ περίμετρον, οὐδʼ εἴκοσιν, οὐδʼ ὀλίγῳ πλείους, οὐδʼ εἴποις ἂν εὐθὺς ὁπόσον, ἀλλʼ ὅσον Αἰθιοπίας τὸ ἐποικούμενον καὶ Φᾶσις ἐνθένδε καὶ Εὐφράτης ἄνω, καὶ πρὸς ἐσπέραν ἡ μεγάλη τελευταία νῆσος ἐντὸς ἀποκλείουσι, τοῦτο πᾶν ἔξεστι κύκλον καὶ περίβολον τῶν τειχῶν εἰπεῖν. τὰ δὲ οὐκ ἀσφάλτῳ οὐδὲ πλίνθῳ ὀπτῇ δέδμηται, οὐδὲ κόνει στιλπνὰ ἕστηκεν, ἀλλʼ ἐστὶ μὲν καὶ ταῦτα νομιζόμενα ἐφʼ ἑκάστων τῶν τόπων, καὶ μάλα πολλὰ, καὶ τοῖςλίθοις, ὥσπερ Ὅμηρος ἔφη τὸν κατʼ οἰκίαν τοῖχον, ἅμα καὶ ἀκριβῶς ἡρμοσμένα, ἄπειρά τε μεγέθη καὶ λάμποντα χαλκοῦ στιλπνότερον. ὁ δὲ δὴ πολὺ μείζων καὶ σεμνότερος κύκλος πάντη παντάπασιν ἀρραγὴς καὶ ἄλυτος πολὺ πάντας ὑπερλάμπων, καὶ οὐδεὶς τῶν πώποτε οὕτω παγείς. τούτων τῶν τειχῶν προασπίζουσιν ἄνδρες φυγὴν οὐ νομίσαντες, ἡρμοσμένοι πρὸς ἀλλήλους ἐκείνῃ τῇ ἁρμονίᾳ, ᾗ τοὺς Μυρμιδόνας Ὅμηρός φησι, πρὸς ὂν εἶπον τοῖχον τότε εἰκάζων, πᾶσι τοῖς ὀργάνοις τοῦ πολέμου συνεχῆ μὲν οὕτως, ἀλλήλοις τὰ κράνη, ὡς μὴ εἶναι μέσον ὀϊστὸν διεξελθεῖν, ἀσπίδες δὲ ὑπὲρ κεφαλῆς ἐξαρθεῖσαι μετεώρους ἂν δέχοιντο δρόμους, τοσούτῳ στερροτέρους τῶν κατʼ
ἄστυ ποιητῶν ὥστε καὶ ἱππεῦσιν ἔξεστιν ἐπιθεῖν, καὶ τοῦτο δὴ τὸ Εὐριπίδου, κατάχαλκον ὁρᾶν πεδίον τότε φήσεις ἀληθῶς. θώρακες δὲ οὕτως ἀλλήλων ἔχονται ὥστε εἰ καὶ γυμνὸν τάξαις τὸν μέσον, ἀρκεῖν αὐτῷ τὰ ἑκατέρωθεν ἀπαντῆσαι μέχρι τοῦ μέσου· οἱ δὲ ἄκοντες οἷον ἐκ Διὸς περιπίπτοντες ἀλλήλους ἐγκαταλαμβάνουσι. τοιαίδε αἱ ἁρμονίαι συγκέκλεινται, ὅ τε τῶν διεξόδων κύκλος τειχῶν τε καὶ ὁ τῆς πάσης ἔφορος γῆς. πάλαι μὲν οὖν Δαρεῖος μετʼ Ἀρταφέρνου καὶ Δάτιδος νήσου μιᾶς μίαν πόλιν ἠδυνήθη σαγηνεύσας ἑλεῖν, ὑμεῖς δʼ ἅπασαν, εἰ οἷόν τʼ εἰπεῖν, σαγηνεύσαντες τὴν οἰκουμένην οὕτως σώζετε τοῖς κοινοῖς αὐτὴν πολίταις τε καὶ ξένοις, οὓς, ὥσπερ ἔφην, ἐξ ἁπάντων προκρίναντες ἐξηγάγετε, ἐλπίδας τε παραστήσαντες τοῖς γιγνομένοις ἀγαθοῖς ἀνδράσι μὴ μεταμελήσειν. οὐ γὰρ ἐξ εὐπατριδῶν ἔσεσθαι τὸν ἀεὶ πρῶτον δυνάμενον καὶ δεύτερον τὸν δεύτερον καὶ τὴν ἄλλην τάξιν ὡσαύτως, ἧς ἂν ἕκαστος ἀξίας ᾖ, ταύτην σχήσειν, ἅτε οὐ λόγων, ἀλλʼ ἔργων ἐνταῦθα κρινόντων τοὺς ἀγαθούς· παραδείγματά τε ἐμφανῆ πᾶσι τούτων ποιήσαντες, ὥστε ἅπαντας μὲν ἀργίαν συμφορὰν ἡγεῖσθαι, τὰς δὲ πράξεις