Orationes 14

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

ἀφορμὰς ὧν εὔχονται νομίζειν, καὶ κατὰ μὲν τῶν πολεμίων ὁμοφρονεῖν, πρὸς δὲ ἀλλήλους ὑπὲρ τοῦ πρόσθεν ἀγωνίζεσθαι διὰ βίου, μόνους δὲ ἀνθρώπων εὔχεσθαι εὑρεῖν πολεμίους. ὥστε ὅταν μέν τις εἰς τὴν ἄσκησίν τε καὶ σύνταξιν ἴδῃ τοῦ στρατιωτικοῦ, τοῦτο δὴ νομιεῖ τὸ Ὁμηρικὸν, εἰ καὶ δέκα τόσοι εἶεν οἱ ἀντίπαλοι, ταχέως ἂν αὐτοὺς περιστραφέντας ἄνδρα παρὰ ἕνα λειφθῆναι, ὅταν δὲ εἰς τὴν πλήρωσίν τε καὶ συλλογὴν αὐτοῦ βλέψῃ,

τὸ τοῦ Αἰγυπτίου φήσει τε καὶ οἰήσεται, ὃς τῷ Καμβύσῃ διαρπάζοντι τὰ ἐν τῇ χώρᾳ καὶ τὰ ἱερὰ πορθοῦντι, στὰς ἐπὶ τῶν τειχῶν τῶν Θηβαϊκῶν ἀνέτεινε τήν τε βῶλον καὶ κύλικα ὕδατος ἀπὸ τοῦ Νείλου, σύμβολον ποιούμενος ὅτι ἕως ἂν Αἴγυπτον αὐτὴν καὶ τὸν ποταμὸν Νεῖλον μετενεγκεῖν μὴ δύνηται, μηδὲ ἀγαγεῖν ἀνάρπαστον, οὔπω τὸν Αἰγυπτίων πλοῦτον εἴληφεν, ἀλλὰ ταχέως αὐτοῖς ἄλλα τοσαῦτα γενήσεται τούτων μενόντων καὶ οὔποτε ἐπιλείψει πλοῦτος Αἴγυπτον, τοῦτο δὲ καὶ περὶ τοῦ ὑμετέρου στρατιωτικοῦ νομίσαι τε καὶ εἰπεῖν ἔξεστιν, ὅτι ἕως ἂν τὴν χώραν αὐτὴν μὴ δύνωνταί τινες ἐξ ἕδρας ἀναστῆσαι μηδὲ κενώσαντες οἴχεσθαι, ἀλλʼ ἀνάγκη ᾖ μένειν αὐτὴν ἐφʼ αὑτῆς τὴν οἰκουμένην, ἀμήχανον ἐπιλιπεῖν ὑμᾶς πλήθη στρατιωτικὰ, ἀλλὰ τοσαῦτα ὁπόσα βούλεσθε ὑπάρχειν ἀπὸ πάσης τῆς οὔσης ἀφικνούμενα.

καὶ μὴν εἴς γε τακτικῶν λόγον παῖδας ἅπαντας ἀνθρώπους ἀπεφήνατε. οὐ γὰρ πρὸς τοὺς πολεμίους ἀσκεῖν μόνον προὔθεσθε αὐτὰ τοῖς στρατιώταις τε καὶ ἡγεμόσιν, ἀλλὰ πρὸς αὐτοὺς πρῶτον. ὥστε καθʼ ἡμέραν ἑκάστην ἐν τάξει ζῆν καὶ μήποτε λιπεῖν μηδένα τὴν προστεταγμένην αὐτῷ, ἀλλʼ οἷον ἐν χορῷ τινι αἰωνίῳ ἕκαστον τὴν ἑαυτοῦ χώραν εἰδέναι τε καὶ σώζειν, καὶ τῷ μὲν ἐντιμοτέρῳ τὸν ἥττω μὴ διὰ τοῦτο φθονεῖν, ὧν δʼ αὐτὸς μείζων ἐστὶν

ἀκριβῶς κρατεῖν. ἄχθομαι δʼ ἔγωγε ἑτέρους φθάσαντας εἰπεῖν ἐπὶ Λακεδαιμονίων ὅτι ἄρα πλὴν ὀλίγων τὸ στρατόπεδον αὐτοῖς ἄρχοντες ἀρχόντων εἰσίν· ὑμῖν γὰρ ἥρμοττε

τετηρῆσθαι καὶ ἐφʼ ὑμῶν πρῶτον εἰρῆσθαι, ὁ δὲ πρότερον τοῦ δέοντος προεξήνεγκεν αὐτό. ἀλλʼ οὖν τό γε Λακεδαιμονίων στρατόπεδον κινδυνεύει τοσούτους εἶναι, ὅσους οὐδὲν ἀπεικὸς καὶ πάντας ἄρχοντας εἶναι· τὸ δʼ ἐν τοσούτοις ἀριθμοῖς καταλόγων τε καὶ γενῶν, ὧν οὐδὲ τὰ ὀνόματα ἐξευρεῖν ῥᾴδιον, ἀρξαμένους ἀπὸ ἑνὸς τοῦ διὰ πάντων διεξιόντος τε καὶ πάντα ἐφορῶντος, ἔθνη, πόλεις, στρατόπεδα, ἡγεμόνας αὐτοὺς τελευτᾶν εἰς ἕνα τεττάρων καὶ δυοῖν ἄρχοντα ἀνδρῶν, τὸ δʼ ἐν μέσῳ πᾶν ἐξελίπομεν, καὶ ὥσπερ νήματος περιστροφὴν ἐκ τῶν πλειόνων εἰς τοὺς ἐλάττους ἀεὶ κατιέναι, καὶ οὕτω διήκειν ἄλλους ἐπʼ ἄλλοις ἀεὶ ταττομένους μέχρι τῆς τελευτῆς, πῶς οὐχ ὑπὲρ πᾶσαν ἀνθρωπίνην τάξιν ἐστίν; ἐπέρχεται δέ μοι τὸ Ὁμηρικὸν εἰπεῖν μικρὸν ἐπὶ τῆς τελευτῆς ὑπαλλάξαντι

Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν ἀρχή·
ὅταν γὰρ ἄρχῃ μὲν εἷς τοσούτων, οἱ δὲ ἐπʼ αὐτῷ διάκονοί τε καὶ πρέσβεις αὐτοῦ μὲν πολὺ χείρους, ὧν δὲ ἐπιμέλονται πολὺ βελτίους, πάντα δʼ ἄνευ θορύβου καὶ ταραχῆς σιωπῇ περαίνωσι, φθόνος δʼ ἐκποδὼν ᾖ, δίκης δὲ καὶ αἰδοῦς πάντα πανταχοῦ μεστὰ, καρπὸς δὲ ἀρετῆς μηδένα ἐκφεύγῃ, πῶς οὐχὶ νικᾷ τόδε τὸ ἔπος;

δοκεῖ δʼ ἔμοιγε οὐδʼ ἐν αὐτῇ τῇ πόλει πολιτείαν παραπλησίως τισὶ τῶν ἄλλων ἀνθρώπων καταστήσασθαι.

πρότερον μὲν γὰρ ἐδόκουν τρεῖς εἶναι κατʼ ἀνθρώπους πολιτεῖαι, δύο μὲν ἐν δυοῖν ὀνόμασιν, ἑκατέρα παρὰ τοὺς τῶν ἐχόντων τρόπους θεωρουμένη, τυραννὶς καὶ ὀλιγαρχία, βασιλεία καὶ ἀριστοκρατία, τρίτον δὲ ὄνομα δημοκρατία, εὖ τε καὶ χεῖρον ἀγομένη. διειλήφεσαν οὖν αἱ πόλεις ὡς ἑκάστοις αἵρεσις ἢ τύχη νικήσειε· τὸ δʼ ὑμέτερον οὐδὲν ὁμοίως ἔχει, ἀλλʼ οἱονεὶ κρᾶσις ἁπασῶν τῶν πολιτειῶν, ἄνευ γε τῆς ἐφʼ ἑκάστῃ χείρονος· οὕτω καὶ τοιοῦτον εἶδος πολιτείας νενίκηκεν. ὥστε ὅταν μὲν εἰς τὴν τοῦ δήμου τις ἰσχὺς βλέψῃ, καὶ ὡς ἁπάντων ὧν ἂν

βουληθῇ τε καὶ αἰτήσῃ ῥᾳδίως τυγχάνει, δημοκρατίαν νομιεῖ καὶ οὐδὲν ἐνδεῖν πλὴν ὧν ἐξαμαρτάνει δῆμος· ὅταν δὲ εἰς τὴν γερουσίαν ἴδῃ τὴν βουλευομένην τε καὶ τὰς ἀρχὰς ἔχουσαν, ἀριστοκρατίαν οὐκ εἶναι ταύτης ἀκριβεστέραν νομιεῖ· εἰς δὲ τὸν πάντων τούτων ἔφορόν τε καὶ πρύτανιν βλέψας, παρʼ οὗ τῷ τε δήμῳ τὸ τυγχάνειν ὧν βούλεται καὶ τοῖς ὀλίγοις τὸ ἄρχειν καὶ δύνασθαι, τοῦτον ἐκεῖνον ὁρᾷ, τὸν τὴν τελεωτάτην ἔχοντα μοναρχίαν, τυράννου τε κακῶν ἄμοιρον καὶ βασιλέως σεμνότητος μείζονα. καὶ ταῦτʼ οὐδὲν ἀπεικὸς οὕτω διελέσθαι καὶ κατιδεῖν μόνους ὑμᾶς καὶ περὶ τῶν ἔξω καὶ περὶ τῶν ἐν αὐτῇ τῇ πόλει· μόνοι γὰρ ἐστὲ ὑμεῖς ἄρχοντες ὡς εἰπεῖν κατὰ

φύσιν. οἱ μὲν γὰρ ἄλλοι οἱ πρὸ ὑμῶν δυναστεύσαντες δεσπόται καὶ δοῦλοι ἀλλήλων ἐν τῷ μέρει γιγνόμενοι καὶ νόθοι τῆς ἀρχῆς ὄντες οὕτω διεξῆλθον, ὥσπερ ἐν σφαίρᾳ τὴν τάξιν μεταλαμβάνοντες· καὶ ἐδούλευσαν Μακεδόνες Πέρσαις, Πέρσαι Μήδοις, Μῆδοι Σύροις. ὑμᾶς δὲ ἐκ τοσούτου πάντες ἴσασιν, ἐξ ὅτου περ ἴσασιν, ἄρχοντας. ἅτʼ οὖν ἐξ ἀρχῆς ὄντες ἐλεύθεροι καὶ οἷον ἐπὶ τὸ ἄρχειν εὐθὺς γενόμενοι, πάντα τὰ πρὸς τοῦτο φέροντα καλῶς ἐξηρτύσασθε, καὶ πολιτείαν γε εὕρετε ἣν οὔπω πρόσθεν οὐδεὶς καὶ θεσμοὺς καὶ τάξεις ἀφύκτους ἅπασιν ἐπεστήσατε.

ὃ δὲ ἐκ πολλοῦ μὲν ὕπεισί με καὶ πολλάκις ὤχληκε πρὸς αὐτοῖς τοῖς χείλεσι γιγνόμενον, παρενήνεκται δὲ ὑπὸ τοῦ λόγου δεῦρο ἀεὶ, τοῦτο νῦν εἰπὼν οὐκ ἂν ἴσως ἄπο καιροῦ πέσοιμι. ὅσον γὰρ μεγέθει τῆς ἁπάσης ἀρχῆς, τοσοῦτον ἐγκρατείᾳ καὶ πολιτείας ἐπινοίᾳ πάντας ὑπερβάλλεσθε, ὡς ἔστιν ἐν τοῖς εἰρημένοις. νῦν δέ μοι δοκεῖ κἀκεῖνό τις εἰπὼν οὐκ ἂν ἁμαρτεῖν, ὅτι οἱ μὲν ἄνω πάντες καὶ οἱ ἐπὶ πλεῖστον γῆς ἄρξαντες ὥσπερ σωμάτων γυμνῶν αὐτῶν τῶν ἐθνῶν ἦρξαν. πότε γὰρ πόλεις τοσαῦται κατʼ ἤπειρον καὶ κατὰ θάλατταν, ἢ πότε οὕτω διὰ πάντων ἐκοσμήθησαν; ἢ τίς πω οὕτω τῶν τότε

διεξήλασεν, ἐπαριθμῶν ταῖς ἡμέραις τὰς πόλεις, ἔστι δʼ ὅτε τῆς

αὐτῆς διὰ δυοῖν καὶ τριῶν ἐξελαύνων ὥσπερ στενωπῶν· ὥστʼ οὐ μόνον τῷ κεφαλαίῳ τῆς ἀρχῆς ἡττῶνται τοσοῦτον οἱ πρότεροι, ἀλλὰ καὶ ὧν τῶν αὐτῶν ἦρξαν ὑμῖν, οὐκ ἴσων ἑκάστων οὐδὲ ὁμοίων ἦρξαν, ἀλλʼ ἔνεστι τῷ τότε ἔθνει πόλιν ἀντιστῆσαι τὴν ἐν αὐτῷ νῦν. καὶ δὴ καὶ φαίη τις ἂν ἐκείνους μὲν οἷον ἐρημίας καὶ φρουρίων βασιλεῖς γεγονέναι, ὑμᾶς δὲ πόλεων ἄρχοντας μόνους. νῦν ἅπασαι μὲν αἱ Ἑλληνικαὶ πόλεις ἐφʼ ὑμῶν ἀνέχουσι καὶ τὰ ἐν αὐταῖς ἀναθήματα καὶ τέχναι καὶ κόσμοι πάντες ὑμῖν ἔχουσι φιλοτιμίαν, ὥσπερ ἐν προαστείῳ κόσμος· ἐκπεπλήρωνται δὲ ἀκταί τε παράλιοι καὶ μεσόγειοι πόλεσι, ταῖς μὲν οἰκισθείσαις, ταῖς δὲ αὐξηθείσαις ἐφʼ ὑμῶν τε καὶ ὑφʼ ὑμῶν. Ἰωνία δὲ ἡ περιμάχητος ἐλευθερωθεῖσα φρουρῶν καὶ σατραπῶν πρόκειται πᾶσι κάλλους ἡγεμὼν, ὅσον πρόσθεν ἐδόκει τῶν ἄλλων ὑπεραίρειν γενῶν χάριτι καὶ κόσμῳ, τοσοῦτον νῦν ἐπιδεδωκυῖα αὐτὴ παρʼ αὑτήν. ἡ δὲ σεμνὴ καὶ μεγάλη κατʼ Αἴγυπτον Ἀλεξάνδρου πόλις ἐγκαλλώπισμα τῆς ὑμετέρας γέγονεν ἡγεμονίας, ὥσπερ γυναικὸς πλουσίας ὅρμος ἢ ψέλιον ἐν πολλοῖς τοῖς ἄλλοις κτήμασι. διατελεῖτε δὲ τῶν μὲν Ἑλλήνων ὥσπερ τροφέων ἐπιμελόμενοι, χεῖρά τε ὑπερέχοντες καὶ οἷον κειμένους ἀνιστάντες, τοὺς μὲν ἀρίστους καὶ πάλαι ἡγεμόνας

ἐλευθέρους καὶ αὐτονόμους ἀφεικότες αὐτῶν, τῶν δʼ ἄλλων μετρίως καὶ κατὰ πολλὴν φειδώ τε καὶ πρόνοιαν ἐξηγούμενοι, τοὺς δὲ βαρβάρους πρὸς τὴν ἑκάστοις αὐτῶν οὖσαν φύσιν παιδεύοντες πραότερόν τε καὶ σφοδρότερον, ὥσπερ εἰκὸς ἵππων ἐπιστατῶν μὴ εἶναι χείρους, ἀνδρῶν ὄντας ἄρχοντας, ἀλλʼ ἐξητακέναι τὰς φύσεις, καὶ πρὸς ταύτας ἄγειν. καὶ γὰρ ὥσπερ πανηγυρίζουσα πᾶσα ἡ οἰκουμένη τὸ μὲν παλαιὸν φόρημα τὸν σίδηρον κατέθετο, εἰς δὲ κόσμον καὶ πάσας εὐφροσύνας τέτραπται σὺν ἐξουσίᾳ. καὶ αἱ μὲν ἄλλαι πᾶσαι φιλονεικίαι τὰς πράξεις ἐπιλελοίπασι, μία δὲ αὕτη κατέχει πάσας ἔρις, ὅπως ὅτι καλλίστη

καὶ ἡδίστη αὐτὴ ἑκάστη φανεῖται. πάντα δὲ μεστὰ γυμνασίων, κρηνῶν, προπυλαίων, νεῶν, δημιουργιῶν, διδασκάλων, ἐπιστημόνως τε ἔξεστιν εἰπεῖν οἷον πεπονηκυῖαν ἐξ ἀρχῆς ἀνακεκομίσθαι τὴν οἰκουμένην. δωρεαὶ δʼ οὔποτε

λείπουσιν εἰς ταύτας παρʼ ὑμῶν ἰοῦσαι, οὐδʼ ἔστιν εὑρεῖν τοὺς μειζόνων τετυχηκότας διὰ τὴν ὁμοίαν εἰς ἅπαντας ὑμῶν φιλανθρωπίαν. πόλεις τε οὖν δή που λάμπουσιν αἴγλῃ καὶ χάριτι καὶ ἡ γῆ πᾶσα οἷον παράδεισος ἐγκεκόσμηται. καπνοὶ δʼ ἐκ πεδίων καὶ φρυκτοὶ φίλιοι καὶ πολέμιοι, οἷον πνεύματος ἐκριπίσαντος, φροῦδοι γῆς ἐπέκεινα καὶ θαλάττης· ἀντεισῆκται δὲ θέας πᾶσα χάρις καὶ ἀγώνων ἄπειρος ἀριθμός. ὥστε ὅλον πῦρ ἱερὸν καὶ ἄσβεστον οὐ διαλείπει τὸ πανηγυρίζειν, ἀλλὰ περίεισιν ἄλλοτε εἰς ἄλλους, ἀεὶ δὲ ἔστι που, πάντες γὰρ ἀξίως τούτου πεπράγασιν. ὥστε μόνους ἄξιον εἶναι κατοικτεῖραι τοὺς ἔξω τῆς ὑμετέρας, εἴ τινές που εἰσὶν ἄρα, ἡγεμονίας, οἵων ἀγαθῶν στέρονται. καὶ μὴν τό γε ὑπὸ πάντων λεγόμενον, ὅτι γῆ πάντων μήτηρ καὶ πατρὶς κοινὴ πάντων, ἄριστα ὑμεῖς ἀπεδείξατε. νῦν γοῦν ἔξεστι καὶ Ἕλληνι καὶ βαρβάρῳ καὶ τὰ αὑτοῦ κομίζοντι καὶ χωρὶς τῶν αὑτοῦ βαδίζειν ὅποι βούλεται ῥᾳδίως, ἀτεχνῶς ὡς ἐκ πατρίδος εἰς πατρίδα ἰόντι· καὶ οὔτε Πύλαι Κιλίκιοι φόβον παρέχουσιν οὔτε στεναὶ καὶ ψαμμώδεις διʼ Ἀράβων ἐπʼ Αἴγυπτον πάροδοι, οὐκ ὄρη δύσβατα, οὐ ποταμῶν ἄπειρα μεγέθη, οὐ γένη βαρβάρων ἄμικτα, ἀλλʼ εἰς ἀσφάλειαν ἐξαρκεῖ Ῥωμαῖον εἶναι, μᾶλλον δὲ ἕνα τῶν ὑφʼ ὑμῖν. καὶ τὸ Ὁμήρῳ λεχθὲν γαῖα δʼ ἔτι ξυνὴ πάντων ὑμεῖς ἔργῳ ἐποιήσατε, καταμετρήσαντες μὲν πᾶσαν τὴν οἰκουμένην, ζεύξαντες δὲ παντοδαπαῖς γεφύραις ποταμοὺς, καὶ
ὄρη κόψαντες ἱππήλατον γῆν εἶναι, σταθμοῖς τε τὰ ἔρημα ἀναπλήσαντες, καὶ διαίτῃ καὶ τάξει πάντα ἡμερώσαντες. ὥστʼ ἔγωγε τὸν νομιζόμενον πρὸ Τριπτολέμου

βίον τοῦτον εἶναι τὸν πρὸ ὑμῶν ἐπινοῶ, σκληρόν τινα καὶ ἄγροικον καὶ ὀρείου διαίτης ὀλίγον ἀποκεχωρηκότα, ἀλλʼ ἄρξαι μὲν τοῦ ἡμέρου τε καὶ τοῦ νῦν τὴν Ἀθηναίων πόλιν, βεβαιωθῆναι δὲ καὶ τοῦτον ὑφʼ ὑμῶν δευτέρων, φασὶν, ἀμεινόνων.

οὐδέ γε δεῖ νῦν περιήγησιν γῆς γράφειν, οὐδʼ οἷς ἕκαστοι χρῶνται νόμοις ἀπαριθμεῖν, ἀλλʼ ὑμεῖς ἅπασι περιηγηταὶ κοινοὶ γεγόνατε, ἀναπετάσαντες ἁπάσας τῆς οἰκουμένης τὰς πύλας καὶ παρασχόντες ἐξουσίαν αὐτόπτας πάντων τοὺς θέλοντας γίγνεσθαι, νόμους τε κοινοὺς ἅπασι τάξαντες καὶ τὰ πρόσθεν λόγου μὲν διηγήσει τέρποντα, λογισμῷ δʼ εἰ λαμβάνοι τις, ἀφόρητα παύσαντες, γάμους τε κοινοὺς ποιήσαντες καὶ συντάξαντες ὥσπερ ἕνα οἶκον ἅπασαν τὴν οἰκουμένην. ἀτεχνῶς δὲ, ὥσπερ οἱ ποιηταὶ λέγουσι, πρὸ τῆς Διὸς ἀρχῆς ἅπαντα στάσεως

καὶ θορύβου καὶ ἀταξίας εἶναι μεστὰ, ἐλθόντος δὲ ἐπὶ τὴν ἀρχὴν Διὸς πάντα δὴ καταστῆναι, καὶ τοὺς Τιτᾶνας εἰς τοὺς κατωτάτω μυχοὺς τῆς γῆς ἀπελθεῖν, συνωσθέντας ὑπʼ αὐτοῦ τε καὶ τῶν σὺν αὐτῷ θεῶν, οὕτως ἄν τις καὶ περὶ τῶν πρὸ ὑμῶν τε καὶ ἐφʼ ὑμῶν πραγμάτων λογιζόμενος ὑπολάβοι, ὡς πρὸ μὲν τῆς ὑμετέρας ἀρχῆς ἄνω καὶ κάτω συνετετάρακτο καὶ εἰκῆ ἐφέρετο, ἐπιστάντων δὲ ὑμῶν ταραχαὶ καὶ στάσεις ἔληξαν, τάξις δὲ πάντων καὶ φῶς λαμπρὸν εἰσῆλθε βίου καὶ πολιτείας, νόμοι τε ἐξεφάνησαν καὶ θεῶν βωμοὶ πίστιν ἔλαβον. πρότερον γὰρ ὥσπερ τοὺς γονέας ἐκτέμνοντες καὶ τὴν γῆν ἔτεμον, παῖδάς τε οὐ κατέκτεινον, ἀλλʼ ἀπώλλυσαν τοὺς ἀλλήλων τε καὶ τοὺς ἑαυτῶν ἐν ταῖς στάσεσι καὶ πρὸς ἱεροῖς. νῦν δὲ κοινὴ καὶ σαφὴς πᾶσι πάντων ἄδεια δέδοται αὐτῇ τε τῇ γῇ καὶ τοῖς ἐν αὐτῇ κατοικοῦσι, καὶ τοῦ μὲν κακῶς πάσχειν ἅπαντα ἀφεῖσθαι, τοῦ δὲ καλῶς ἄγεσθαι πολλὰς

τὰς ἀφορμὰς εἰληφέναι μοι δοκοῦσι, καὶ οἱ θεοὶ καθορῶντες συγκατορθοῦν ὑμῖν εὐμενῶς τὴν ἀρχὴν καὶ διδόναι βέβαιον τὴν κτῆσιν αὐτῆς, Ζεὺς μὲν, ὅτι αὐτῷ τῆς οἰκουμένης καλοῦ, φασὶν, ἔργου καλῶς ἐπιμέλεσθε, Ἥρα δὲ γάμων νόμῳ γιγνομένων τιμωμένη, Ἀθηνᾶ δὲ καὶ Ἥφαιστος τεχνῶν τιμωμένων, Διόνυσος δὲ καὶ Δημήτηρ,

ὅτι αὐτοῖς οἱ καρποὶ οὐχ ὑβρίζονται, Ποσειδῶν δὲ ναυμαχιῶν μὲν καθαρευούσης τῆς θαλάττης αὐτῷ, τὰς δʼ ὁλκάδας ἀντὶ τῶν τριήρων μετειληφυίας· ὅ γε μὴν Ἀπόλλωνος καὶ Ἀρτέμιδος καὶ Μουσῶν χορὸς οὔποτε διαλείπει τοὺς ὑπηρέτας ἐν τοῖς θεάτροις καθορῶν· Ἑρμῆς δὲ ἀγώνων οὐκ ἄμοιρος οὐδὲ πρεσβείων· Ἀφροδίτῃ δὲ σπόρων καὶ χαρίτων πότε μᾶλλον καιρὸς ὑπῆρξεν; ἢ πότε πλείονα μοῖραν ἔσχον αἱ πόλεις; αἱ δʼ Ἀσκληπιοῦ χάριτες καὶ τῶν κατʼ Αἴγυπτον θεῶν νῦν πλεῖστον εἰς ἀνθρώπους ἐπιδεδώκασιν. οὐ μὴν οὐδʼ Ἄρης γε ὑμῖν ἠτίμασται, οὐδὲ δέος μὴ συνταράξῃ τὰ πάντα, ὥσπερ ἐν Λαπιθῶν δείπνῳ παροφθεὶς, ἀλλʼ ἐπὶ ταῖς ὄχθαις ἔξω τῶν ποταμῶν χορεύει τὴν ἄπαυστον χορείαν, αἵματος καθαρὰ σώζων τὰ ὅπλα. ὅ γε μὴν πάντʼ ἐφορῶν Ἥλιος οὐδὲν εἶδεν ἐφʼ ὑμῶν βίαιον οὐδʼ ἄδικον οὐδʼ οἷα πολλὰ ἐν τοῖς πρόσθεν χρόνοις· ὥστʼ εἰκότως ἥδιστα ἐφορᾷ τὴν ὑμετέραν ἀρχήν. δοκεῖ δέ μοι καὶ Ἡσίοδος, εἰ ὁμοίως Ὁμήρῳ τέλειος ἦν τὰ ποιητικὰ καὶ μαντικὸς, ὥσπερ ἐκεῖνος οὐκ ἠγνόησε τὴν ὑμετέραν ἀρχὴν ἐσομένην, ἀλλὰ προεῖδε καὶ ἀνεφθέγξατο ἐν τοῖς ἔπεσιν, οὕτως καὶ αὐτὸς οὐκ ἂν ὥσπερ νῦν ἀπὸ χρυσοῦ γένους ἀρξάμενος γενεαλογεῖν, ἢ, ἡνίκα ταύτην ἀρχὴν ἐνεστήσατο, περί γε τοῦ τελευταίου καὶ σιδηροῦ γένους διαλεγόμενος τοῦτον ἂν αὐτοῦ φάναι γενέσθαι τὸν ὄλεθρον,
εὖτʼ ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσιν,
ἀλλʼ ἡνίκʼ ἂν ἡ ὑμετέρα προστασία τε καὶ ἀρχὴ καταστῇ, τότʼ ἂν φάναι φθαρῆναι τὸ σιδηροῦν φῦλον ἐν τῇ γῇ,

καὶ Δίκῃ δὲ καὶ Αἰδοῖ τότʼ ἂν ἀποδοθῆναι κάθοδον εἰς ἀνθρώπους, καὶ οἰκτεῖραι τοὺς πρὸ ὑμῶν γενομένους.

ἀεὶ μὲν οὖν τά γε δὴ παρʼ ὑμῖν τίμια εἰσαχθέντα ὡς ἀληθῶς ὑφʼ ὑμῶν καὶ ἑξῆς ἀεὶ μᾶλλον βεβαιούμενα, ὅ γε μὴν νῦν ἄρχων μέγας οἷον ἀγωνιστὴς καθαρὸς τοσοῦτον ὑπεραίρει τοῖς παρʼ αὑτοῦ τὸν πατέρα ὅσον, οὐδʼ εἰπεῖν ῥᾴδιον, ἑτέρους αὐτὸς ὑπεραίρει. καὶ δὴ φαίη τις ἂν δικαιοσύνην καὶ νόμιμον εἶναι τοῦτο ὡς ἀληθῶς ὅ τι κρίνειεν οὗτος. τί δʼ οὐ καὶ τοῦτο πρὸ τῶν ἄλλων εἴη σαφῶς, ὅτι τοὺς τῆς ἀρχῆς κοινωνοὺς ὡς οἰκείους ἔχει παῖδας ὁμοίους ἑαυτῷ πλείους ἢ τῶν πρὸ αὐτοῦ τις;

ἀλλὰ τὸ ἐξ ἀρχῆς ἀγώνισμα παντὸς μεῖζον, παρισῶσαι τῷ τῆς ἀρχῆς μεγέθει τὸν λόγον, καὶ σχεδὸν τοῦ ἴσου χρόνου δεόμενον ὅσοσπερ ὁ τῆς ἀρχῆς· εἴη δʼ ἂν οὗτος ὁ πᾶς αἰών. κράτιστον οὖν, ὥσπερ οἱ τῶν διθυράμβων τε καὶ παιάνων ποιηταὶ, εὐχήν τινα προσθέντα οὕτω κατακλεῖσαι τὸν λόγον. καὶ δὴ κεκλήσθων θεοὶ πάντες καὶ θεῶν παῖδες καὶ διδόντων τὴν ἀρχὴν τήνδε καὶ πόλιν τήνδε θάλλειν διʼ αἰῶνος καὶ μὴ παύσασθαι

πρὶν ἂν μύδροι τε ὑπὲρ θαλάττης πέσοιεν καὶ δένδρα ἦρι θάλλοντα παύσηται· ἄρχοντά τε τὸν μέγαν καὶ παῖδας τούτου σῶς τε εἶναι καὶ πρυτανεύειν πᾶσι τἀγαθά. ἐκτετέλεσταί μοι τὸ τόλμημα· εἴτε δὲ χεῖρον εἴτε βέλτιον ἔξεστιν ἤδη φέρειν τὴν ψῆφον.