Orationes 14

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

τῇ κεφαλῇ στέφανον ἁρμόσαι. ποίους γὰρ νόμους ἑκάστοις διέθηκεν; ἢ ποίας συντάξεις διηνεκεῖς χρημάτων ἢ στρατιωτῶν ἢ νεῶν ἐποιήσατο; ἢ ποίᾳ συνήθει διοικήσει τὰ πράγματα ἤγαγεν αὐτομάτως προϊούσῃ χρόνων τακταῖς περιόδοις; ποῖα πολιτεύματα ἐπολιτεύσατο ἐν τοῖς ἀρχομένοις; ὃ δὲ καὶ μόνον ἄξιον τῆς ἑαυτοῦ φύσεως ἔργον καὶ μνημεῖον κατέλιπε, πρὸς Αἰγύπτῳ τὴν ἐπώνυμον πόλιν, ταύτην εὖ ποιῶν ὑμῖν ᾤκισεν, ὅπως ἔχοιτε καὶ τῆς μεγίστης μετὰ τὴν ὑμετέραν κρατοίητε. ὥστε Πέρσας μὲν κατέλυσεν ἄρχοντας, αὑτοῦ δʼ ἐγγύτατα οὐκ ἦρξεν. ἐπεί γε μὴν ἐκεῖνος ἐτελεύτησεν, εὐθὺς μὲν ἐσχίσθησαν εἰς μυρία οἱ Μακεδόνες, ἔργῳ δείξαντες ὑπὲρ αὑτοὺς εἶναι τὴν ἀρχὴν, κατέχειν τε οὐδὲ τὴν αὑτῶν ἔτι ἠδύναντο, ἀλλʼ εἰς τοῦτο τύχης ἀφίκοντο ὥστε ἠναγκάσθησαν τὴν σφετέραν αὐτῶν ἐκλιπεῖν, ἵνα τῆς ἀλλοτρίας ἄρχωσιν, ὥσπερ ἐξῳκισμένοι μᾶλλον ἢ κρατεῖν δυνάμενοι, καὶ ἦν ὥσπερ αἴνιγμα, Μακεδόνες οὐκ ἐν Μακεδονίᾳ, ἀλλʼ οὗ δύναιντο βασιλεύοντες ἕκαστοι, ὥσπερ φρουροὶ μᾶλλον τῶν πόλεων καὶ τῶν χωρίων ὄντες ἢ ἄρχοντες, ἀνάστατοί τινες βασιλεῖς, οὐχ ὑπὸ τοῦ μεγάλου βασιλέως, ἀλλʼ ὑφʼ ἑαυτῶν αὐτοὶ γεγενημένοι, εἰ δὲ οἷόν τʼ εἰπεῖν, ἐοικότες

σατράπαις ἐρήμοις βασιλέως. καίτοι τὴν τοιαύτην κατάστασιν πότερον λῃστείᾳ μᾶλλον ἢ βασιλείᾳ προσεοικέναι φήσομεν;

νῦν δὲ ὅροι μὲν δήπουθεν οὐ μεμπτοὶ τῆς ἀρχῆς ἐκτέτανται, οὐδʼ ὥστε εἶναι μέτρῳ λαβεῖν τὸ ἐντὸς αὐτῶν. ἀλλʼ οὗ μὲν τότε ὡρίζετο τοῦ Πέρσου ἡ ἀρχὴ, ἐντεῦθεν ἀρξαμένῳ βαδίζειν πρὸς ἑσπέραν πολὺ πλείων ἐστὶν ἡ λοιπὴ τῆς ἐκείνου πάσης. ἐκφεύγει δὲ ὑμᾶς οὐδὲν, οὐ πόλις, οὐκ ἔθνος, οὐ λιμὴν, οὐ χωρίον, πλὴν εἴ τινων ἄρα ἀχρηστίαν κατέγνωτε. ἐρυθρά τε θάλαττα καὶ Νείλου καταρράκται καὶ λίμνη Μαιῶτις, ἃ τοῖς πρότερον ἐν πέρασι γῆς ἠκούετο, ἴσα καὶ αὐλῆς ἑρκία τῇδε τῇ πόλει. ὅν γε μὴν ἠπίστουν τινὲς τῶν λογοποιῶν μηδʼ εἶναι τὸ

παράπαν Ὠκεανὸν, μηδὲ περιρρεῖν τὴν γῆν, ποιητὰς δʼ εὑρόντας τοὔνομα ψυχαγωγίας ἕνεκα εἰς ποίησιν θεῖναι, τοῦτον οὕτως καλῶς ἀνεύρετε ὥστε οὐδὲ ἡ ἐνταῦθα νῆσος ὑμᾶς διέφυγε. τοσαύτη δὲ οὖσα καὶ τηλικαύτη τὸ μέγεθος ἡ ἀρχὴ πολὺ μείζων ἐστὶ τῇ ἀκριβείᾳ ἢ τῷ κύκλῳ τῆς χώρας. οὐ γὰρ Μυσοὶ τὴν βασιλείαν ἔχουσιν οὐδὲ Σάκαι οὐδὲ Πισίδαι οὐδʼ ἄλλοι μέσοι, οἱ μὲν βίᾳ εἰσῳκισμένοι, οἱ δὲ ἀποστάντες, ληφθῆναι δʼ οὐ δυνάμενοι, οὐδʼ ἀκούει μὲν ἡ βασιλέως γῆ, ἔστι δὲ πάντων τῶν ἔχειν αὐτὴν δυναμένων, οὐδὲ σατράπαι μάχονται πρὸς ἀλλήλους ὥσπερ οὐκ ὄντος αὐτοῖς βασιλέως, οὐδὲ πόλεις αἱ μὲν πρὸς τούτους, αἱ δὲ πρὸς ἐκείνους διίστανται, καὶ εἰς μὲν τὰς ἐκπέμπονται φρουροὶ, ἐκ δὲ τῶν ἐκπίπτουσιν, ἀλλʼ ὥσπερ αὐλῆς περίβολος ἐκκεκαθαρμένος, οὕτως ἅπασα ἡ

οἰκουμένη χοροῦ ἀκριβέστερον ἓν φθέγγεται, συνευχομένη μένειν τὸν ἅπαντα αἰῶνα τήνδε τὴν ἀρχήν· οὕτως καλῶς ὑπὸ τοῦδε τοῦ κορυφαίου ἡγεμόνος συγκροτεῖται. ὑπὸ πάντων δὲ πανταχοῦ ἴσον ἄρχεται, καὶ οἱ μὲν ἐν τοῖς ὄρεσι κατῳκισμένοι ταπεινότεροι τῶν ἐν τοῖς κοιλοτάτοις πεδίοις πρός γε τὸ μὴ ἀντιτάττεσθαι, οἱ δὲ τῶν πεδίων τῶν εὐδαιμόνων κληροῦχοί τε καὶ οἰκήτορες ὑμέτεροι γεωργοί. ἤπειρος δὲ καὶ νῆσος οὐδὲν ἐπιδιακέκριται, ἀλλʼ ὥσπερ μία χώρα συνεχὴς καὶ ἓν φῦλον ἅπαντα ὑπακούει σιωπῇ. πάντα δὲ ἐξ ἐπιτάγματος καὶ νεύματος τελεῖται ῥᾷον ἤ τις ἂν χορδὴν ψήλειε, κἄν τι γενέσθαι δέῃ, ἀπόχρη δόξαι, καὶ πέπρακται. οἱ δὲ ἄρχοντες οἱ πεμπόμενοι ἐπὶ τὰς πόλεις τε καὶ τὰ ἔθνη τῶν μὲν ὑφʼ ἑαυτοῖς ἕκαστοι ἄρχοντές εἰσι, τὰ δὲ πρὸς αὑτούς τε καὶ πρὸς ἀλλήλους ὁμοίως ἅπαντες ἀρχόμενοι. καὶ δὴ καὶ τοῦτο φαίη τις ἂν αὐτοὺς τῶν ἀρχομένων διαφέρειν, ὅτι πρῶτοι δεικνύουσιν ὅπως ἄρχεσθαι προσῆκε· τοσοῦτος ἅπασιν ἐνέστακται φόβος τοῦ μεγάλου ἄρχοντος καὶ τὰ πάντα

πρυτανεύοντος. ὥστε μᾶλλον μὲν ἐκεῖνον εἰδέναι νομίζουσιν ἃ πράττουσιν ἢ σφᾶς αὐτοὺς, μᾶλλον δὲ δεδίασι καὶ αἰδοῦνται ἢ τὸν δεσπότην ἄν τις τὸν αὑτοῦ παρόντα καὶ ἐφεστηκότα καὶ κελεύοντα. οὐδεὶς δὲ ἐφʼ ἑαυτῷ τηλικοῦτον φρονεῖ, ὅστις τοὔνομα ἀκούσας μόνον οἷός τʼ ἐστὶν ἀτρεμεῖν, ἀλλʼ ἀναστὰς ὑμνεῖ καὶ σέβει καὶ συνεύχεται διπλῆν εὐχὴν, τὴν μὲν ὑπὲρ αὑτοῦ τοῖς θεοῖς, τὴν δὲ αὐτῷ ἐκείνῳ

περὶ τῶν ἑαυτοῦ. εἰ δέ τι καὶ μικρὸν ἐνδοῖεν περὶ δίκας τε καὶ ἀξιώσεις, ἢ κοινὰς ἢ ἰδίας τῶν ἀρχομένων, εἴ τινες ἄρα ἄξιοι εἶεν, ὡς ἐκεῖνον ἐκπέμπουσιν εὐθὺς ἐρωτῶντες τί δεῖ ποιεῖν, καὶ μένουσιν ἔς τʼ ἂν ἀποσημήνῃ, οὐχ ἧττον ἢ διδάσκαλον χορός. ὥστε οὐδὲν δεῖ φθείρεσθαι περιιόντα τὴν ἀρχὴν ἅπασαν, οὐδʼ ἄλλοτε ἐν ἄλλοις γιγνόμενον τὸ καθʼ ἕκαστον βεβαιοῦσθαι, ὁπότε σφίσι τὴν γῆν πατοίη· ἀλλʼ εὐμάρεια πολλὴ καθημένῳ πᾶσαν ἄγειν τὴν οἰκουμένην διʼ ἐπιστολῆς. αἱ δὲ μικρὸν φθάνουσι γραφεῖσαι καὶ πάρεισιν ὥσπερ ὑπὸ πτηνῶν φερόμεναι. ὃ δὲ πάντων ἄξιον ἄγασθαί τε καὶ θαυμάζειν καὶ χάριν ἐκτίνειν καὶ λόγῳ καὶ ἔργῳ, τοῦτο νῦν εἰρήσεται. τοσαύτην μὲν γὰρ ἔχοντες τὴν ἀρχὴν, οὕτω δʼ ἐγκρατῶς καὶ κατὰ πολλὴν ἐξουσίαν ἄρχοντες, ἐκεῖνο καὶ πολὺ μάλιστα νενικήκατε, ὃ παντελῶς ὑμῶν ἐστιν ἴδιον· μόνοι γὰρ τῶν πώποτε ἐλευθέρων ἄρχετε, καὶ οὐ Καρία δέδοται Τισσαφέρνει, οὐδὲ Φρυγία Φαρναβάζῳ, οὐδὲ Αἴγυπτος ἑτέρῳ, οὐδʼ ὥσπερ οἶκος τοῦ δεῖνος ἀκούει τὸ ἔθνος, ὅτῳ παρεδόθη δουλεύειν, οὐδὲ αὐτῷ ὄντι ἐλευθέρῳ, ἀλλʼ ὥσπερ οἱ ἐν ταῖς κατὰ μίαν πόλεσιν, οὕτω καὶ ὑμεῖς ὥσπερ ἐν μιᾷ πόλει πάσῃ τῇ οἰκουμένῃ πολιτευόμενοι τοὺς ἄρχοντας καθίστατε ἐπʼ αὐτοῖς, οἷον ἐξ ἀρχαιρεσιῶν ἐπὶ
προστασίᾳ καὶ προνοίᾳ τῶν ἀρχομένων, οὐκ ἐπὶ τῷ δεσπότας εἶναι. ὥστε ὑποχωρεῖ μὲν ἄρχων ἄρχοντι, ὅταν αὐτοῦ ὁ χρόνος ἐξήκῃ, καὶ οὐδʼ ἂν ἀπαντήσειε ῥᾳδίως· τοσοῦτον ἀπέχει τοῦ διενεχθῆναι ἄγαν, ὡς αὐτοῦ τῆς χώρας

οὔσης. ἔκκλητοι δὲ ὥσπερ ἔφεσις ἐκ δημοτῶν εἰς δικαστήριον σὺν οὐκ ἐλάττονι τῶν δεξαμένων φόβῳ περὶ τῆς κρίσεως ἢ τῶν ποιουμένων γίγνονται. ὥστε φαίη τις ἂν τοσαῦτα ἄρχεσθαι τοὺς νῦν ὑπὸ τῶν πεμπομένων, ὁπόσα ἂν αὐτοῖς ἀρέσκῃ. πῶς οὖν ταῦτα οὐκ ἐν τοῖς ἐπέκεινα πάσης δημοκρατίας; οὔκουν ἐκεῖ ἔξεστι μετὰ τὴν ἐν τῇ πόλει ψῆφον ἐνεχθεῖσαν ἐλθεῖν ἄλλοσε οὐδʼ ἐπʼ ἄλλους δικαστὰς, ἀλλὰ στέργειν ἀνάγκη τοῖς ἐγνωσμένοις, εἰ μή τις ἐστὶ μικρὰ πόλις, ὥστε προσδεῖσθαι δικαστῶν ὑπερορίων παρὰ τὴν ἀξίαν, ἢ καὶ διώκοντα μὴ κρατήσαντα,

μηδὲ τῷ νενικῆσθαι· ἀλλὰ μένει δικαστὴς ἕτερος μέγας, ὃν οὔποτε οὐδὲν ἐκφεύγει τῶν δικαίων· κἀνταῦθα δὴ πολλὴ καὶ εὐσχήμων ἰσότης μικροῦ πρὸς μέγαν καὶ ἀδόξου πρὸς ἔνδοξον καὶ πένητος δὴ πρὸς πλούσιον καὶ γενναῖον ἀγεννοῦς, καὶ τὸ τοῦ Ἡσιόδου συμβαίνει,
ῥεῖα μὲν γὰρ βριάει, ῥέα δὲ βριάοντα χαλέπτει
οὗτος ὁ δικαστής τε καὶ ἡγεμὼν, ὅπως ἂν τὸ δίκαιον ἄγῃ, ὥσπερ πνεῦμα ἐν νηὶ, οὐ δή που πλουσίῳ μὲν μᾶλλον, πένητι δὲ ἧττον χαριζόμενόν τε καὶ παραπέμπον, ἀλλʼ ὅτῳ γένοιτο ἀεὶ, τοῦτον ὁμοίως ὠφελοῦν.

δίειμι δὴ καὶ τὰ Ἑλληνικὰ, ἐπειδήπερ ἐνταῦθα ἐγενόμην τοῦ λόγου, αἰσχυνόμενος μὲν καὶ δεδιὼς μὴ δόξω μικρολογεῖσθαι. οὐ μὴν ἀλλʼ, ὅπερ ἀρτίως εἶπον, οὐκ ἴσα ἴσοις παραβάλλων δίειμι, ἀλλʼ οὐκ ὄντων ἑτέρων παραδειγμάτων ἀναγκάζομαι τοῖς οὖσι χρῆσθαι. εἶτα καὶ γελοῖον τοῦτο μὲν αὐτὸ θαυμάζειν καὶ δεικνύειν ὅτι οὐκ ἔστιν εὑρεῖν ἴσα τοῖς ὑμετέροις ἕτερα οὐδʼ ἐγγὺς, ἀλλὰ πάντα ὑπὸ τούτων ἀποκρύπτεται, περιμένειν δὲ τηνικαῦτα παρεξετάσαι, ὁπηνίκα ἴσων ἔχοιμεν μνημονεῦσαι, οὐκ οἶμαί γε δεῖν, ὅτι γε οὐδὲ θαυμαστὰ ὁμοίως ἂν ἦν, εἴ τινα εἴχομεν εἰπεῖν ὅμοια. καὶ μὴν οὐδʼ ἐκεῖνό γε ἀγνοῶ, ὅτι ταῦτʼ ἔτι φαυλότερα ὧν ἀρτίως ἐξήτασα περιβολῇ τε

ἀρχῆς καὶ ὄγκῳ πραγμάτων φανεῖται τὰ Ἑλληνικὰ τῶν Περσικῶν. ἀλλὰ τὸ τοὺς μὲν βαρβάρους ταῖς περιουσίαις καὶ ταῖς δυνάμεσιν ὑπερβαλέσθαι, τοὺς δὲ Ἕλληνας σοφίᾳ καὶ σωφροσύνῃ παρελθεῖν, μέγα μοι δοκεῖ καὶ παντελὲς εἰς

ἀρετῆς εἶναι λόγον καὶ παντὸς ἀγώνισμα λαμπρότερον. τοῦτʼ οὖν ἐρῶν ἔρχομαι, ὅπως ἐκεῖνοι καὶ πηλίκοις οὖσι τοῖς ἑαυτῶν ἐχρήσαντο πράγμασι· κἂν φανῶσι πολὺ μικρότερα διασώσασθαι μὴ δυνηθέντες, δῆλον τὸ συνθησόμενον εἰς τὴν ψῆφον. ἔπραξαν μὲν γὰρ πᾶν ὑπὲρ ἀρχῆς καὶ ἡγεμονίας Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι, καὶ ἦν αὐτῶν ἡ δύναμις πλεῖν τὴν θάλατταν καὶ τῶν Κυκλάδων ἄρχειν καὶ τὰ ἐπὶ Θρᾴκης ἔχειν καὶ Πύλας καὶ Ἑλλήσποντον καὶ Κορυφάσιον· καὶ ταῦτʼ ἦν ἡ δύναμις. καὶ ἔπαθον δὴ παραπλήσιον ὥσπερ ἂν εἴ τις σώματος ἐπιθυμῶν γενέσθαι κύριος ὄνυχάς τινας καὶ ἄκρα λάβοι ἀντὶ ὅλου τοῦ σώματος καὶ ταῦτα ἔχειν οἴοιτο ἅπερ ἐβούλετο· ὣς δὲ κἀκεῖνοι ἡγεμονίας ἐπιθυμήσαντες νησίδια καὶ ἄκρας ἐπὶ θαλάττῃ καὶ λιμένας καὶ τοιαῦτα ἐξεκαρπώσαντο καὶ κατετρίφθησαν περὶ τὴν θάλατταν, ὀνειροπολήσαντες ἡγεμονίαν μᾶλλον ἢ κτήσασθαι δυνηθέντες. γενόμενοι δὲ ὅμως ἐπὶ καιρῶν ὥσπερ ἐν κλήρου περιόδῳ ἐπιστάται τῶν Ἑλλήνων ἑκάτεροι οὐδʼ εἰς μίαν, ὡς εἰπεῖν, γενεὰν διεσώσαντο τὴν τάξιν· οὔκουν ἀμέμπτως γε· ἀλλὰ τοῦτο δὴ τὸ λεγόμενον τὴν Καδμείαν νίκην ἐνίκων ἀλλήλους περὶ τῆς ἡγεμονίας, ὥσπερ οὐκ ἀξιοῦντες τοὺς ἑτέρους μόνους μισεῖσθαι ἀεὶ οἱ ἕτεροι, ἀλλʼ αὐτοὶ τοῦ μέρους μεταλαμβάνειν. τοῦτο μὲν γὰρ Λακεδαιμονίων εἷς ἡγεμὼν οὕτω διέθηκε τοὺς Ἕλληνας ὥστʼ ἀπαλλαγέντας ἀπʼ αὐτῶν ἑκόντας, μόνους
ἑαυτοῖς ἑτέρους ἄρχοντας ζητῆσαι. δόντες δʼ ἑαυτοὺς Ἀθηναίοις, ὡς χρόνος οὐ πολὺς διῆλθε, μετέγνωσαν, οὔτε τῶν φόρων φέροντες τὴν ἀμετρίαν οὔτε τοὺς ἐπὶ τῇ τούτων προφάσει παρακλέπτοντας αὐτοὺς, ἀνάσπαστοί γε γενόμενοι καθʼ ἕκαστον ἐνιαυτὸν Ἀθήνησι περὶ τῶν παρʼ

ἑαυτοῖς ὑφέξοντες λόγον, κληρούχων τε σφίσιν ἐπὶ τὴν γῆν πεμπομένων καὶ παρὰ τοὺς φόρους ἀργυρολόγων, εἴ που χρεία κατάσχοι ἑτέρα· προσέτι τάς τε ἀκροπόλεις ἐλευθέρας ἔχειν οὐ δυνάμενοι καὶ ἐπὶ τοῖς δημαγωγοῖς ὄντες τοῖς ἐκείνων, εὖ καὶ χεῖρον φρονοῦσιν ὁμοίως, στρατεύσασθαί τε ἀναγκαζόμενοι στρατείας οὐκ ἀναγκαίας ἐν ἱερομηνίαις καὶ ἑορταῖς πολλάκις, ὡς δʼ εἰπεῖν ἁπλῶς, οὐδὲν τηλικοῦτον τῆς προστασίας ἀπολαύοντες ἀνθʼ ὅτου ταῦτα ἄξιον ἦν ὑπομεῖναι. δυσχεραίνοντες δʼ ἐκ τούτων τοὺς Ἀθηναίους οἱ πολλοὶ καὶ πρὸς τοὺς Λακεδαιμονίους πάλιν μεταστάντες τὸν αὐτὸν τρόπον ὅνπερ πρότερον ἀπʼ ἐκείνων πρὸς τοὺς Ἀθηναίους, ὑπʼ ἐκείνων πάλιν ἐξηπατήθησαν.

προειπόντες γὰρ ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας πολεμήσειν Ἀθηναίοις καὶ τούτῳ προσαγόμενοι τοὺς πολλοὺς, ἐπειδὴ καθεῖλον ἐκεῖνοι τὰ τείχη καὶ κύριοι τῶν πραγμάτων καὶ τοῦ ταῦτα ποιεῖν ἐγένοντο, τοσοῦτον ὑπερεβάλλοντο ὥστε τυραννίδας ἐν πάσαις ταῖς Ἑλληνίσι πόλεσι κατέστησαν, ἃς προσεῖπον εὐφήμως δεκαρχίας· καὶ μίαν καθελόντες τὴν Ἀθηναίων δυναστείαν πολλὰς τὰς παρʼ αὑτῶν ἀντεισῆγον, αἳ οὐκ Ἀθήνησιν οὐδʼ ἐν Σπάρτῃ διὰ τέλους κακῶς ἐποίουν τοὺς ἀρχομένους, ἀλλʼ ἐν αὐτοῖς τοῖς σφετέροις ἑκάστου χωρίοις συνεχῶς ἱδρυμέναι καὶ οἷον συμπεπλεγμέναι. ὥστʼ εἰ ἀρχόμενοι τοῦ πολέμου προεῖπον τοῖς Ἕλλησιν ὅτι ὑπὲρ τούτου πολεμήσουσιν Ἀθηναίοις, ὅπως μείζω καὶ πλείω σφᾶς ἐκείνων κακὰ ἐργάσαιντο καὶ δείξαιεν ἐλευθερίαν αὐτοῖς ὄντα τὰ ἀπʼ ἐκείνων, μὴ ἂν αὐτοὺς ἄμεινον βεβαιῶσαι τὴν ἐπαγγελίαν. καὶ γὰρ οὖν ἡττῶντο μὲν εὐθέως ἑνὸς φυγάδος, κατελείποντο δὲ ὑπὸ
Θηβαίων, ἐμισοῦντο δὲ ὑπὸ Κορινθίων, ἐπίμπλατο δὲ ἡ θάλαττα τῶν ἁρμοστῶν ἐκπιπτόντων, ἅτε ἀναρμόστων καὶ οὐ κατὰ τοὔνομα ἐγκατασταθέντων τε καὶ ἐχόντων τὰς

πόλεις. ἐπειδή τε τοῖς ἐκείνων ἀδικήμασι καὶ τῷ μίσει τῷ διὰ ταῦτα εἰς αὐτοὺς παρὰ τῶν Ἑλλήνων αὐξηθέντες Θηβαῖοι ἐκράτησαν αὐτῶν τὴν ἐν Λεύκτροις μάχην, ὁμοῦ τε Λακεδαιμόνιοι ἐκποδὼν ἦσαν καὶ Θηβαίους οὐδεὶς αὖ φέρειν ἠδύνατο μίαν μάχην εὐτυχήσαντας. ἀλλά τοι ἐφάνθη λυσιτελοῦν ἔτι τὴν Καδμείαν ἀνέχεσθαι μᾶλλον ἢ κεκρατηκέναι Λακεδαιμονίων, οὕτως ἐμισήθησαν. καὶ ταῦτα οὐ δή που κατηγορίας ἕνεκα κοινῆς τῶν Ἑλλήνων συνεσκευασάμην, ὥσπερ ὁ θαυμαστὸς ἐκεῖνος ὁ τὸν Τρικάρανον ποιήσας, μήποτε ἀνάγκη τοσαύτη γένοιτο, ἀλλʼ ἐκεῖνο ἐπιδεικνύναι βούλομαι ὅτι οὔπω πρὸ ὑμῶν ἦν τὸ ἄρχειν εἰδέναι· εἰ γὰρ ἦν, ἐν τοῖς Ἕλλησιν ἦν ἂν, οἳ πλεῖστον δή που τῶν γε ἄλλων σοφίᾳ διήνεγκαν· ἀλλὰ καὶ τοῦτο ὑμέτερόν ἐστιν εὕρημα καὶ ὁμοῦ τοῖς ἄλλοις ἐπεισελθόν. ἐπεὶ τό γε λεχθὲν ἐπʼ Ἀθηναίων κινδυνεύει καὶ περὶ πάντων εἴ τις εἴποι τῶν Ἑλλήνων ἀληθὲς εἶναι, ἐπεὶ τοῖς μὲν ἄρχουσιν ἀντιστῆναι καὶ κρατῆσαι Πέρσας καὶ

Λυδοὺς καὶ πλοῦτον καὶ πόνους ὑπενεγκεῖν ἀγαθοὶ παντὸς μᾶλλον ἦσαν, ἄρχειν δὲ αὐτοὶ ἔτι ἀπαίδευτοι ἦσαν, πειρώμενοί τε ἐσφάλλοντο. καὶ πρῶτον μὲν φρουροὺς εἰσέπεμπον εἰς τὰς πόλεις, οἳ τῶν μὲν ἐπιχωρίων ἑκάστων καὶ εἰς οὓς ἐπέμποντο οὐκ ἐλάττους ἀεὶ δήπουθεν ἦσαν· ὑπόνοιαν δὲ ἐποίουν καὶ τοῖς μήπω φρουρουμένοις ὡς πάντα πρὸς ἰσχὺν καὶ βίαν ἄγοντες. ἀμφότερα οὖν συνέβαινε, μήτε τὰς πόλεις ἀσφαλῶς ἔχειν καὶ προσέτι μισεῖσθαι καὶ τὰ κακὰ τῆς ἀρχῆς ἀντὶ τῶν τῆς ἀρχῆς ἀγαθῶν καρποῦσθαι, τὴν μὲν πλεονεξίαν οὐ βέβαιον, τὴν δὲ τῆς πλεονεξίας δόξαν ἰσχυρὰν ἔχοντας. ἔπειτα τί πρὸς τούτοις συνέβαινε διασπωμένους ἀεὶ καὶ διαιρουμένους ἀσθενεστέρους τὰ οἴκοι γίγνεσθαι καὶ μὴ ἱκανοὺς τὴν ἑαυτῶν σώζειν, διὰ τὸ ζητεῖν τὴν ἑτέρων ἔχειν. οὔτʼ οὖν ὧν ἄρχειν ἐφίεντο ὑπερβαλέσθαι τότε ἠδύναντο πλήθει τούτων ὧν ἔπεμπον οὔθʼ ἑαυτοῖς τὸ μένειν ἴσοις κατέλιπον, ἀλλʼ ἦσαν ἐλάττους μὲν ἔξω, ἐλάττους δὲ οἴκοι, καὶ

τὸ προϊέναι τὴν ἀρχὴν αὐτοῖς εἰς ἄπορον καθίστατο οὐκ ἔχουσι τὰ τελευταῖα διʼ ὅτων αὐτὴν καθέξουσιν· ὥστε τοὔμπαλιν ἔσπευδον ὧν ἐδέοντο. καὶ ἦν τὸ μὲν προχωρεῖν αὐτοῖς ἃ ἐβούλοντο ἀμήχανον καὶ κατάρας ἐγγὺς, τὸ δὲ μὴ προχωρεῖν κουφότερόν τε καὶ ἥττους ἔχον τοὺς φόβους. οὐδὲν γὰρ ἄλλο ἢ διοικιζομένοις ἐῴκεσαν ἀντὶ ἀρχόντων καὶ πονοῦσιν ὑπὲρ τοῦ πονεῖν. ἅμα γὰρ τῷ τέλει τὸ κεφάλαιον εὐθὺς ἐλάνθανε λυόμενον, καὶ πάλιν εἰς ταυτὸ κατὰ τοὺς ποιητὰς κατῄει. ἔτι δʼ οὔτʼ ἰσχύειν αὐτοῖς συνέφερε τοὺς ἀρχομένους διὰ τὰς ἐπιβουλὰς οὔτʼ ἀσθενεῖς

εἶναι διὰ τοὺς παρὰ τῶν ἔξωθεν αὖ πολέμους καὶ ὅπως ᾖ τι πλέον τῆς συμμαχίας, ἀλλʼ ἐπεπόνθεσαν πρὸς αὐτοὺς παραπλήσιον ὅπερ οἱ ἐν ταῖς παιδιαῖς τῇ μὲν εἰς τοὔμπροσθεν ἄγοντες, τῇ δʼ εἰς τοὔπισθεν ἀνθέλκοντες, οὐκ ἔχοντες ὅ τι χρήσονται, ἀλλʼ οἷον εἶναί τε καὶ μὴ εἶναι αὐτοὺς βουλόμενοι αὐτοὶ μεταχειριζόμενοί τε καὶ ἄγοντες, ἐν οἷς σπεύδουσιν εἰπεῖν οὐκ ἔχοντες. τὸ δὲ πάντων γελοιότατόν τε καὶ ἀτοπώτατον, ἐπὶ γὰρ τοὺς ἀφισταμένους αὐτῶν τοὺς λοιποὺς ἐν νῷ τὸ αὐτὸ ποιεῖν ἔχοντας ἠνάγκαζον ἰέναι, παραπλήσιον ποιοῦντες ὥσπερ ἂν εἰ αὐτοὺς τοὺς ἀφεστηκότας ἐφʼ ἑαυτοὺς ἔπειθον ἰέναι, καὶ οὐκ ἐλογίζοντο τοὺς τῆς ἐκείνων ὄντας μερίδος τούτους ἐπʼ αὐτοὺς ἄγοντες, οἷς οὐκ ἐλυσιτέλει δή που καθʼ αὑτῶν καταδεικνύναι τὸ τοῖς ἄλλοις σπουδῇ βοηθεῖν. ὥστε κἀνταῦθα τοὐναντίον ἢ ἐβούλοντό τε καὶ συνέφερε διεπράττοντο· βουλόμενοι γὰρ τοὺς ἀφισταμένους προσάγεσθαι καὶ τοὺς παραμένοντας ἂν ἐποίουν ἀφίστασθαι. ἐδείκνυσαν γὰρ αὐτοῖς ὅτι μένοντες μὲν ἐπʼ ἀλλήλους ὑπάρξουσιν αὐτοῖς, κοινῇ δʼ ἅπαντες ἀποστάντες ἐλεύθεροι βεβαίως ἔσονται· οὐ γὰρ καταλείψουσι τελευτῶντες διʼ ὧν ληφθήσονται.
ὥστε τοσούτῳ περὶ αὑτοὺς ἦσαν φαυλότεροι τῶν ἀπίστων