Orationes 13
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
μνησθήσομαι· Ἀργείους μὲν γὰρ στασιάζοντας ἐν αὑτοῖς ἔπαυσε, Κρῆτας δὲ πολεμοῦντας πρὸς ἀλλήλους διήλλαξεν. εὐσεβείας τοίνυν ἅμα καὶ πραότητος καὶ φρονήματος τίς ἂν εἰπεῖν ἔχοι δεῖγμα κάλλιον; Κορινθίων γὰρ ψηφισαμένων ποτὲ μὴ δέχεσθαι τῇ πανηγύρει τὴν ἐνθένδε θεωρίαν, ἀλλὰ καὶ διὰ πρεσβείας ἀπειπόντων τῇ πόλει μὴ πέμπειν, κοσμήσαντες ὁμοῦ τούς τε θεωροὺς καὶ τοὺς ὁπλίτας ἀπέστειλαν, ὡς δʼ ἦσαν Ἐλευσῖνι, Κορίνθιοι μὲν ἧκον σπενδόμενοι, οἱ δὲ τὴν θεωρίαν πέμψαντες τοὺς ὁπλίτας ἐπανήγαγον. ἀλλὰ μὴν τῶν γε μυστηρίων τὰ μὲν ὡς ἀρχαῖα τετίμηται, τὰ δʼ ὡς ἀναγκαῖα, τὰ δʼ ὡς πλείστοις γνώριμα. πάσαις τοίνυν ταῖς ψήφοις προφέρει τὰ Ἐλευσίνια. καὶ περὶ μὲν τῶν ἄλλων οὐχ ἡμῶν ὁ λόγος· μόνοι δὲ τῶν Ἑλλήνων καθʼ ἕκαστον ἔτος ποιεῖτε πανήγυριν οὐδεμιᾶς πεντετηρίδος φαυλοτέραν καὶ δέχεσθε τῷ Ἐλευσινίῳ πλείους ἢ ἕτεροι τῇ πάσῃ πόλει· καὶ πάντες ἐρίζουσιν ἀεὶ τὴν παροῦσαν ἑορτὴν νικᾶν πολυανθρωπίᾳ. ἀλλὰ μὴν Ἡρακλέα γε καὶ Διοσκούρους ἅπαντες δή που θεοὺς εἶναι νομίζουσι· τούτοις δέ γε, ἕως ὡμίλουν ἀνθρώποις, πρώτοις ξένων ἡ πόλις δείκνυσι τὰ ἱερά· ὥστε
οἷς νῦν ἱερὰ δρῶμεν, τούτους ἱεροποιήσασα αὕτη φαίνεται. καὶ μὴν ἀγῶνάς γε τοῦ πρώτου τέλους μία δὴ πόλις αὕτη πλείστους ἁπάντων ἔτι νῦν ἄγει. ὡς δʼ εἰπεῖν, ἅπαντα ἢ παρʼ ὑμῖν ἐστι μόνοις, ἢ καὶ παρʼ ὑμῶν, καὶ τριῶν ἕν γέ τι συμβέβηκε· τὰ μὲν γὰρ παρʼ ὑμῶν ἤρξατο, τὰ δʼ ὡς κάλλιστα παρʼ ὑμῖν ἐστι, τὰ δʼ ὡς πλεῖστα. εἰσὶ τοίνυν οἳ μηδὲν ἔχοντες φανερὸν δεῖξαι μηδʼ εἰπεῖν ἔργον ἑαυτῶν, μηδὲ ἐφʼ ὅτῳ δικαίως ἂν φρονοῖεν, ἐπὶ τοὺς Τρωικοὺς καταφεύγουσι χρόνους καὶ φιλοτιμίας ἀμφισβητοῦσιν, οὐδʼ οὕτω λέγοντες οὐδὲν κοινὸν ἑαυτῶν, ἀλλʼ ἑνὸς ἀνδρὸς δόξης ἐξαρτώμενοι, οἷον Φθιῶται καὶ Πύλιοι καὶ Ἰθακήσιοι, ὥσπερ τινὲς γεωπεῖναι, διʼ ἑνὸς τῶν πλουσίων ἑαυτοὺς ποιούμενοι. ἡ πόλις δὲ πρὸς τῷμηδὲν δεῖσθαι τοιαύτης καταφυγῆς οὐδὲ τούτου στέρεται τοῦ ἡδύσματος. ἀλλʼ ὁ κοινὸς τῶν Ἑλλήνων ποιητὴς ἐν τῷ καταλόγῳ τῶν νεῶν τε καὶ πόλεων τὸν Ἀθηναίων στρατηγὸν εἰς ἄκρον φησὶν ἐλθεῖν
κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.καὶ τό γε πλείονος ἄξιον καὶ καθαρὸν τῆς εὐφημίας, τοὺς μὲν γὰρ ἄλλους οὓς ἐπαινεῖ κατὰ τὴν τοῦ σώματος ἕξιν ἢ καὶ ἄλλως πως ὡς ἀρίστους, ἂν οὕτω τύχῃ, τῶν Ἀχαιῶν, ἢ τῶν δείνων, οὕτως ἐπαινεῖ· φησὶ γοῦν αὐτῶν ἠδὲ καὶ ἵππων, οἳ ἅμʼ Ἀτρείδῃσιν ἕποντο, καὶ ἑτέρωθι λέγει, τῶν τότε ἐπὶ τοῦ Ἰλίου λέγων, ὡς ἄρα ἦν κράτιστος τὴν τοξικήν. καὶ Νέστωρ αὐτῷ λέγει πρός τινας τῶν ἐφʼ αὑτοῦ λαμπρῶν
καὶ ἑξῆς ἀπαριθμεῖ πολλούς τινας, ὡς αὖ κἀκείνους παραπλησίους ἀλλήλοις ὄντας καὶ οὐδένα ὑπερέχοντα ἐπιφανῶς αὐτῶν. τοῦ δὲ Μενεσθέως μνησθεὶς ὁ ποιητὴς οὐδεμιᾷ τοιαύτῃ προσθήκῃ κέχρηται, ἀλλὰ ταῦτα πάντα περικόψας εἰσάπαξ φησὶἤδη γάρ ποτʼ ἐγὼ καὶ ἀρείοσιν ἠέπερ ὑμῖν
- ἀνδράσιν ὡμίλησα.
τῷ δʼ οὔπω τις ὅμοιος ἐπιχθόνιος γένετʼ ἀνήρ· ἐν δέ γε τοῖς ἄνω μικρὸν τούτων διηγεῖται περὶ τοῦ Ἐρεχθέως ὡς θρέψειε μὲν αὐτὸν ἡ θεὸς, τέκοι δʼ ἡ γῆ. οὐκοῦν ἴσως οὐδὲν ἀπεικὸς τοὺς μὲν ἄλλους, οὓς ἐφʼ ἑκάστων κρατίστους ὡρίσατο μετὰ προσθήκης, ἢ τῶν χρόνων, ἢ τῶν γενῶν, αὐτοὺς ἀναγορεύειν· ὃν δὲ τῶν ἀπʼ αὐτῆς τῆς γῆς φύντων ὡς ἄριστον ἐπαινεῖ, τοῦτον ὡς διὰ πάντων τῶν ἐν τῇ γῇ φύντων ἄριστον ἐπαινέσαι. δύο τοίνυν ἀρίστους τὰ πρὸς τὸν πόλεμον τιθεὶς τῶν Ἀχαιῶν, Σαλαμίνιον δή που λέγει τὸν ἕτερον τῶν ἐπωνύμων. ἕν τι δή που καὶ τοῦτο λέγεται σεμνὸν κατὰ τὴν Λακεδαιμονίων πολιτείαν, ὅτι αὐτοῖς ὁ θεὸς συνέταξε τὸ
κατʼ ἀρχὰς τοὺς νόμους· ὁ δέ γε αὐτὸς οὗτος θεὸς τάς τε φυλὰς φαίνεται διελὼν τῇ πόλει καὶ τὰ γένη καὶ τὰς ἑκάστοις προσηκούσας θυσίας θύειν ἀναθεὶς, ὥσπερ οὖν καὶ βασιλέας καὶ ἄρχοντας καὶ τὴν ἄλλην πολιτείαν σχεδὸν ἅπασαν διορίσας αὐτοῖς. ὥστʼ οὐχ ἧττον ἂν εἴη τῆς πόλεως ὁ θεὸς νομοθέτης ἢ ʼκείνων.